← 克劳狄乌斯·埃利安

论动物的本性

§12.7-12.8

埃及的狮子崇拜与飞蛾皮劳斯特斯

埃里亚努斯记述了埃及人对狮子的崇拜(包括神庙饲养及其与太阳神的关联)、象征性自然学解说以及恩培多克勒与神话的记载,最后简要介绍了扑火自焚的飞蛾(pyraustes)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§12.7

λέοντας μὲν ἐν Αἰγύπτῳ σέβουσι, καὶ ἐξ αὐτῶν κέκληται πόλις· καὶ τὰ ἴδιά γε τῶν ἐκεῖ λεόντων εἰπεῖν ἄξιον. ἔχουσι νεὼς καὶ διατριβὰς εὖ μάλα ἀφθόνους, καὶ κρέα βοῶν αὐτοῖς ἐστιν ὁσημέραι, καὶ διασπαρακτὰ κεῖται γυμνὰ ὀστῶν καὶ ἰνῶν, καὶ ἐσθιόντων ἐπᾴδουσιν Αἰγυπτίᾳ φωνῇ. ἡ δὲ ὑπόθεσις τῆς ᾠδῆς, ʽμὴ βασκήνητέ τινα τῶν ὁρώντωνʼ,1 καὶ ἔοικεν ὡς ἂν εἴποις ἀντὶ περιάπτων τὸ ᾆσμα. ἐκθεοῦνται δὲ ἄρα παρʼ αὐτοῖς πολλοί, καὶ ἀντιπρόσωποί γε δίαιται ἀνειμέναι αὐτοῖς εἰσι. καὶ αἱ μὲν πρὸς τὴν ἕω θυρίδες, αἱ δὲ πρὸς τὴν ἑσπέραν ἀνεῳγμέναι κεχαρισμενωτέραν αὐτοῖς τὴν δίαιταν ἀποφαίνουσιν. ἔστι δὲ αὐτοῖς καὶ γυμνάσια ὑγιείας χάριν, καὶ πλησίον παλαῖστραι, ὁ δὲ ἀντίπαλος μόσχος τῶν εὐτραφῶν. καὶ πρὸς τοῦτον γυμνασάμενος, ἢν αὐτὸν καθέλῃ ʽδρᾷ δὲ βραδέως ὑπʼ ἀργίας αὐτὸ καὶ ἀθηρίασʼ, ἐμφορεῖταί τε καὶ ὑποστρέφει ἐς τὸ αὔλιον τὸ ἴδιον. διάπυρον δέ ἔστι τὸ ζῷον ἰσχυρῶς, καὶ ἐντεῦθεν καὶ Ἡφαίστῳ ἀνῆψαν αὐτὸ Αἰγύπτιοι· τὸ δὲ ἔξωθεν πῦρ δυσωπεῖται καὶ φεύγει πλήθει τοῦ ἔνδοθέν φασιν. ἐπειδὴ δὲ ἄγαν πυρῶδές ἐστι, οἶκον Ἡλίου φασὶν εἶναι· καὶ ὅταν γε ᾖ ἑαυτοῦ θερμότατος καὶ θερειότατος ὁ ἥλιος, λέοντι αὐτὸν πελάζειν φασί. προσέτι γε μὴν καὶ οἱ τὴν μεγάλην οἰκοῦντες Ἡλίου πόλιν ἐν τοῖς τοῦ θεοῦ προπυλαίοις τούσδε τρέφουσι τοὺς λέοντας, θειοτέρας τινὸς μοίρας ὡς Αἰγύπτιοί φασι μετειληχότας. καὶ γάρ τοι καὶ ὄναρ οἷσπερ οὖν ὁ θεός ἐστιν ἵλεως ἐπιστάντες προθεσπίζουσί τινα, καὶ τοὺς ἐπίορκον ὀμόσαντας οὐκ ἐς ἀναβολὰς ἀλλὰ ἤδη δικαιοῦσι, τοῦ θεοῦ τὴν ὀργὴν τὴν δικαίαν αὐτοῖς καταπνέοντος. λέγει δὲ καὶ Ἐμπεδοκλῆς τὴν ἀρίστην εἶναι μετοίκησιν τὴν τοῦ ἀνθρώπου, εἰ μὲν ἐς ζῷον ἡ λῆξις αὐτὸν μεταγάγοι, λέοντα γίνεσθαι· εἰ δὲ ἐς φυτόν, δάφνην. ἃ δὲ Ἐμπεδοκλῆς λέγει, ταῦτά ἐστιν "ἐν θήρεσσι λέοντες ὀρειλεχέες χαμαιεῦναι γίνονται, δάφναι δʼ ἐνὶ δένδρεσιν ἠυκόμοισιν." εἰ δὲ δεῖ καὶ τῆς τῶν Αἰγυπτίων σοφίας ἐς φύσιν ἐκτρεπόντων καὶ τὰ τοιαῦτα ὤραν τίθεσθαι2 ʽδεῖ δέʼ, τὰ μὲν πρόσθια τοῦδε τοῦ ζῴου πυρὶ ἀποκρίνουσιν, ὕδατί γε μὴν τὰ κατόπιν. καὶ τὴν σφίγγα μέντοι τὴν διφυῆ Αἰγύπτιοί τε χειρουργοὶ γλύφοντες καὶ Θηβαῖοι μῦθοι κομπάζοντες δίμορφον ἡμῖν πειρῶνται δεικνύναι, σεμνύνοντες τῇ τε τοῦ παρθενωποῦ καὶ τῇ τοῦ λεοντοειδοῦς σώματος κράσει αὐτήν. τοῦτό τοι καὶ Εὐριπίδης ὑπαινίττεται λέγων "οὐρὰν δʼ ὑπίλλασʼ ὑπὸ λεοντόπουν βάσιν καθίζετο." καὶ μέντοι καὶ τὸν Νεμεαῖον λέοντα τῆς σελήνης ἐκπεσεῖν φασι. λέγει γοῦν καὶ τὰ Ἐπιμενίδου ἔπη "καὶ γὰρ ἐγὼ γένος εἰμὶ Σελήνης ἠυκόμοιο, ἣ δεινὸν φρίξασʼ ἀπεσείσατο θῆρα λέοντα ἐν Νεμέᾳ, ἀνάγουσʼ αὐτὸν διὰ πότνιαν Ἥραν." καὶ ταῦτα μὲν ἐς τοὺς μύθους ἀποκρίνωμεν, τά γε μὴν λεόντων ἴδια καὶ ἀνωτέρω καὶ νῦν δὲ ἀποχρώντως εἴρηται.

在埃及,人们崇拜狮子,且有一座城邦以它们得名;此间狮子的独特性情亦极值得一述。它们拥有神殿和极为丰裕的起居之所,每日皆有牛肉供应,剔净了骨头与筋络、撕碎置于其前,且当它们进食之际,人们便用埃及语吟唱咒词。歌词的大旨为:“切莫对任何在旁观看之人施加邪视”;可以说,这首颂歌似乎起到了辟邪护身符的作用。在他们那里,许多狮子皆被奉为神明,并为它们辟有相对而设的住所;朝向东方的窗牖与朝向西方的窗牖开启着,使它们的居室更为怡人惬意。它们亦拥有用以维持健康的锻炼之所,近旁便是角力场,而与之对阵的对手则是一头肥壮的牛犊。与这一对手角力之后,若将之击倒(由于倦怠和缺乏狩猎经验,其动作颇为迟缓),狮子便大块朵颐,而后返回自己的圈栏。此兽内部极其炽烈,因此埃及人亦将其奉献给赫淮斯托斯;然而他们说,外在的火焰令其生畏并使之退避,这是由于它体内已充斥着过多火气的缘故。又因其禀性极具火质,人们称其为太阳之居所;当太阳处于自身最炽热、最有如盛夏之时,据说便临近了狮子座。此外,大赫利奥波利斯的居民亦在神殿门厅处饲养这些狮子,正如埃及人所言,这是因为它们分得了一份更为神圣的命运。事实上,它们甚至会在梦中显现于神明所眷顾之人面前预言未来之事,而对那些发假誓者,则绝不迁延、立刻施加惩罚,因神明将正义的怒火灌注于它们心中。恩培多克勒亦曾言,对人而言最美妙的转世,若命数将其转入兽类,乃是化为狮子;若转入植物,则是化为月桂树。恩培多克勒的原话如下: “在兽群之中,它们成为卧于高山、寝于大地的雄狮;在秀发般的嘉木之中,化为月桂。” 若我们亦当留心将此类事物转化为自然学理的埃及人之智慧(事实上的确应当留心),他们将此兽的前半身归于火,而将后半身归于水。而具有双重本性的斯芬克斯,埃及工匠加以雕刻,底比斯神话亦夸张颂扬,试图向我们展示其双重形貌,以少女面容与狮状身躯的结合赋予其尊严。欧里庇得斯亦暗指此点道: “它将尾巴卷收于狮足之下坐定。” 此外,人们还说涅墨亚狮子是从月亮上坠落下来的。埃庇米尼得斯的诗句即曾言: “实则我亦是秀发月女神的后嗣,她因战栗而将这可怖的凶兽、涅墨亚的狮子抖落,为了尊贵的赫拉而将它养育。” 这些姑且归入神话之列;然而关于狮子的特性,无论在上文还是在方才,均已有了充分的叙述。

§12.8

ζῷόν ἐστιν ὁ πυραύστης, ὅπερ οὖν χαίρει μὲν τῇ λαμπηδόνι τοῦ πυρὸς καὶ προσπέτεται τοῖς λύχνοις ἐνακμάζουσιν, ἐμπεσὼν δὲ ὑπὸ ῥύμης εἶτα μέντοι καταπέφλεκται.3 μέμνηται δὲ αὐτοῦ καὶ Αἰσχύλος ὁ τῆς τραγῳδίας ποιητὴς λέγων δέδοικα μωρὸν κάρτα πυραύστου μόρον.

飞蛾是一种昆虫,它喜悦于火的光辉,飞向正炽烈燃烧的灯盏,然而因冲势坠入其中,随即被烈焰焚毁。悲剧诗人埃斯库罗斯亦曾提及它,说道:“我甚惧那飞蛾愚昧的死期。”

语法注3 条
  1. 12.7μὴ βασκήνητέ τινα τῶν ὁρώντων

    此处直接引述了咒词内容,采用否定词μή加不定过去时虚拟语气的禁止句式,用以充实ὑπόθεσις τῆς ᾠδῆς(歌词大旨)的具体内容。该句既可视为对狮子本身的叮嘱,亦可视为辟邪套语;结合后文“充当辟邪护身符”之语,当是防止邪视殃及围观者的巫术性规诫。

  2. 12.7εἰ δὲ δεῖ καὶ τῆς τῶν Αἰγυπτίων σοφίας ἐς φύσιν ἐκτρεπόντων καὶ τὰ τοιαῦτα ὤραν τίθεσθαι

    习语ὤραν τίθεσθαι支配属格(τῆς τῶν Αἰγυπτίων σοφίας),意为“留意、重视”。分词短语ἐς φύσιν ἐκτρεπόντων修饰属格名词Αἰγυπτίων,指“将此类事物引向/转化为自然之理的埃及人”。括号插入语δεῖ δέ(“确实应当如此”)有力地肯定并落实了条件从句的假设。

  3. 12.8ἐμπεσὼν δὲ ὑπὸ ῥύμης εἶτα μέντοι καταπέφλεκται

    不定过去时分词ἐμπεσών依附于主要动词καταπέφλεκται。介词短语ὑπὸ ῥύμης表原因,意为“因飞冲之势”。现在完成时καταπέφλεκται用作格言式/常态完成时(gnomic perfect),表述该生物习性中反复发生的必然结果。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0545.tlg001.humanitext-grc2:12.7-12.8