← 克劳狄乌斯·埃利安

论动物的本性

§12.14-12.17

格拉尼斯的育幼本能与动物繁殖诸说

本节记述了格拉尼斯鲶鱼护卵的母性本能、鳄鱼狡猾的捕食诡计及其与千鸟的共生关系,随后引用德谟克利特的观点,论述猪狗的多产、骡子的杂交起源与不育,以及南北风对保胎与流产的影响。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§12.14

ὁ δὲ γλάνις ἐστὶ μὲν περὶ τὸν Μαίανδρον καὶ τὸν Λύκον τοὺς Ἀσιανοὺς ποταμούς, τῆς δὲ Εὐρώπης περὶ τὸν Στρυμόνα, καὶ σιλούρῳ μὲν τὸ εἶδος ὅμοιός ἐστι. πέφυκε δὲ φιλοτεκνότατος ἰχθύων οὗτος. ὅταν γοῦν ἡ θήλεια ἀποκυήσῃ, ἣ μὲν ἀφεῖται τῆς ὑπὲρ τῶν τέκνων φροντίδος, οἷα δήπου λεχώ, ὁ δὲ ἄρρην τῇ φρουρᾷ τῇ τῶν βρεφῶν ἑαυτὸν ἐπιτάξας παραμένει, πᾶν ἀναστέλλων τὸ ἐπιβουλεῦον. ἱκανὸς δέ ἐστι καὶ ἄγκιστρον καταπιεῖν, ὡς Ἀριστοτέλης φησίν.

格拉尼斯鱼生活在亚洲的迈安德罗斯河与吕科斯河流域,在欧洲则见于斯特律蒙河周边,其外貌与希卢鲁斯鲶鱼相似。这种鱼生性在鱼类中最为顾念其子。的确,当雌鱼产卵之后,便如产妇一般放下了照料后代的职责,而雄鱼则将守卫幼崽的任务加诸己身并驻守在侧,击退一切企图加害者。正如亚里士多德所言,它甚至能将钓钩吞下。

§12.15

βάτραχος ὕδρον μισεῖ καὶ δέδοικεν ἰσχυρῶς. οὐκοῦν τῇ βοῇ τῇ πολλῇ πειρᾶται ἀντεκπλήττειν αὐτὸν καὶ ἀντιφοβεῖν. κροκοδείλου δὲ κακουργία ἐς ἀνθρώπου τε θήραν καὶ ζῴου ἑτέρου. τὴν ἀτραπὸν δι’ ἧς οἶδε κατιόντας ἐς ποταμὸν ἢ ἐφʼ ὑδρείαν ἢ ἵππου ἀρδείαν ἢ καμήλου ἢ καὶ νὴ Δία ὥστε ἐπιβῆναι πλοίου, ταύτην τοι νύκτωρ πολλῷ τῷ ὕδατι καταρραίνει·1καὶ ἐμπλήσας τὸ στόμα ἐγχεῖ κατὰ τῆς ἀτραποῦ πολλάκις, ὀλισθηρὰν αὐτὴν ἐργάσασθαι θέλων καὶ εὐκολωτέραν ἑαυτῷ τὴν ἄγραν ἀποφαίνων· τὰ γάρ τοι κατολισθάνοντα οὐ κρατεῖ τῆς ἐπιβάθρας, ἀλλʼ ἐκεῖνα μὲν κατηνέχθη, ὃ δὲ ὑπεπήδησεν ὑπολαβὼν καὶ δειπνεῖ. ὀλίγα δὲ κροκοδείλων πέρι ἐρῶ καὶ νῦν. οὐ πρὸς πᾶν τὸ τῶν τροχίλων γένος ἐστὶ τῷδε τῷ θηρίῳ ἔνσπονδα ʽπολλὰ δὲ αὐτῶν γένη καὶ ὀνόματα, τραχέα δὲ καὶ ἀκοῦσαι ἀντίτυπα, καὶ διὰ τοῦτο ἐῶ αὐτάʼ μόνον δὲ τὸν καλούμενον κλαδαρόρυγχον ἑταῖρον καὶ φίλον ἔχει· δύναται γὰρ οὗτος ἀλύπως ἐκλέγειν αὐτῷ τὰς βδέλλας.

青蛙极度憎恨且畏惧水蛇。因此,它试图以喧闹的蛙鸣反过来震慑它、吓唬它。而鳄鱼的奸黠则表现在捕猎人类及其他动物上。它知晓人们是经由哪条小径下到河边,或是为了汲水,或是为了给马匹或骆驼饮水,抑或是凭宙斯起誓,为了登上船只——在夜间它便用大量的水浇洒这条小径;它含满一口水,屡次倾倒在小径上,意图使其变得湿滑,从而使自己的捕获更加轻便。因为那些滑倒者无法稳住脚下的立足点,当他们摔落下来时,鳄鱼便从下方迎面跃起,将其擒获吞食。关于鳄鱼,我现在亦要略述几句。这种野兽并非与一切种类的燕千鸟都订立了和约——它们种类繁多、名字杂乱,听来亦刺耳逆耳,故我略去不提——它唯独将所谓‘软喙鸟’作为同伴与朋友;因为这鸟能够毫无痛苦地为它剔除水蛭。

§12.16

λέγει Δημόκριτος πολύγονα εἶναι ὗν καὶ κύνα, καὶ τὴν αἰτίαν προστίθησι λέγων, ὅτι πολλὰς ἔχει τὰς μήτρας καὶ τοὺς τόπους τοὺς δεκτικοὺς τοῦ σπέρματος. ὁ τοίνυν θορὸς οὐκ ἐκ μιᾶς ὁρμῆς ἁπάσας αὐτὰς ἐκπληροῖ, ἀλλὰ δίς τε καὶ τρὶς ταῦτα τὰ ζῷα ἐπιθόρνυται, ἵνα ἡ συνέχεια πληρώσῃ τὰ τοῦ γόνου δεκτικά. ἡμιόνους δὲ λέγει μὴ τίκτειν· μὴ γὰρ ἔχειν ὁμοίας μήτρας τοῖς ἄλλοις ζῴοις, ἑτερομόρφους δέ, ἥκιστα δυναμένας γονὴν δέξασθαι· μὴ γὰρ εἶναι φύσεως ποίημα τὴν ἡμίονον, ἀλλὰ ἐπινοίας ἀνθρωπίνης καὶ τόλμης ὡς ἂν εἴποις μοιχιδίου ἐπιτέχνημα τοῦτο καὶ κλέμμα. δοκεῖ δέ μοι, ἦ δʼ ὅς, ὄνος ἵππον βιάσασθαι κατὰ τύχην, μαθητὰς δὲ ἀνθρώπους τῆς βίας ταύτης γεγενημένους εἶτα μέντοι προελθεῖν ἐπὶ τὴν τῆς γονῆς αὐτῶν συνήθειαν. καὶ μάλιστά γε τοὺς τῶν Λιβύων ὄνους μεγίστους ὄντας ἐπιβαίνειν ταῖς ἵπποις οὐ κομώσαις ἀλλὰ κεκαρμέναις· ἔχουσα γὰρ τὴν ἑαυτῆς ἀγλαΐαν τὴν διὰ τῆς κόμης οὐκ ἂν ὑπομείνειε τὸν τοιόνδε γαμέτην οἱ σοφοὶ τοὺς τούτων γάμους2 φασίν.

德谟克利特说,母猪与母狗皆属多产,他补充其缘由道,它们拥有许多子宫以及接纳精种的部位。因此,雄性的精液并非一次冲击就能将它们全部填满,而是这些动物交尾两三次,以便通过连续的交配填满接纳生育的部位。然而他说骡子不育;因为它们没有与其他动物相似的子宫,其形状异样,最不可能接纳精种;因为骡子并非自然之造化,而是人类巧计与胆量的产物,可谓是一种奸夫般的诈术与盗窃。他说,依我之见,乃是一头公驴偶然强行与母马交配,而人类成了这种强暴之举的学徒,随后竟进而将它们的配种化为习俗。尤其是体型最为硕大的利比亚公驴,它们所跨骑的母马绝非留有秀发者,而是已被剪去鬃毛者;因为熟稔其交配的人们说,母马若是仍拥有由鬃毛带来的自身光彩,决不会忍受这样一位夫婿。

§12.17

ἐν τοῖς νοτίοις μᾶλλον ἐκπίπτειν τὰ ἔμβρυα Δημόκριτος λέγει ἢ ἐν τοῖς βορείοις, καὶ εἰκότως· χαυνοῦσθαι γὰρ ὑπὸ τοῦ νότου τὰ σώματα ταῖς κυούσαις καὶ διίστασθαι. ἅτε τοίνυν τοῦ σκήνους διακεχυμένου καὶ οὐχ ἡρμοσμένου ἀλεαίνεσθαι τὰ κυόμενα καὶ θερμαινόμενα δεῦρο καὶ ἐκεῖσε διολισθάνειν καὶ ἐκπίπτειν ῥᾷον· εἰ δὲ εἴη πάγος καὶ βορρᾶς καταπνέοι, συμπέπηγε μὲν τὸ ἔμβρυον, δυσκίνητον δέ ἐστι καὶ οὐ ταράττεται ὡς ὑπὸ κλύδωνος, ἅτε δὲ ἄκλυστον καὶ ἐν γαλήνῃ ὂν ἔρρωταί τε καὶ ἔστι σύντονον καὶ διαρκεῖ πρὸς τὸν κατὰ φύσιν χρόνον τῆς ζωογονίας. οὐκοῦν ἐν κρυμῷ μέν φησιν ὁ Ἀβδηρίτης συμμένει, ἐν ἀλέᾳ δὲ ὡς τὰ πολλὰ ἐκπτύεται. ἀνάγκην δὲ εἶναι λέγει τῆς θέρμης πλεοναζούσης διίστασθαι καὶ τὰς φλέβας καὶ τὰ ἄρθρα.

德谟克利特说,在刮南风时胚胎比在刮北风时更容易流产,这合乎情理;因为孕畜的躯体因南风而松弛开裂。既然体躯松懈涣散而不致密,腹中胎儿便受温受热,在发热中辗转滑动而更易脱落;但若出现严寒、北风劲吹,胚胎便凝固坚实,不易动摇,不致如受风浪般骚动,又因免遭波涛摇撼而处于平静中,故而强健紧致,能够维持到自然的胎生时限。因此这位阿布德拉人说,在严寒中胎儿留存于内,而在温热中则往往被排落。他说,当热气过盛时,血管与关节必然会裂开分离。

语法注2 条
  1. 12.15τὴν ἀτραπὸν δι’ ἧς οἶδε κατιόντας ... ταύτην τοι νύκτωρ πολλῷ τῷ ὕδατι καταρραίνει

    先述(prolepsis)与复指代词(resumptive pronoun)结构。宾语名词短语 τὴν ἀτραπὸν 连同修饰它的关系从句 δι' ἧς... 被置于句首以作话题强调,随后在主句谓语动词 καταρραίνει 之前由指示代词 ταύτην 重新承接。其句法骨架为:“凡他知晓人们走下来取水的这一条小径……他在夜里便用大量的水浇洒这条小径”。

  2. 12.16οἱ σοφοὶ τοὺς τούτων γάμους

    形容词 σοφοί 与表示范围或直接对象的宾格(τοὺς τούτων γάμους)连用,意为“精通其交配之事的人们”。通常 σοφός 多与属格或带 περί 的介词短语连用,此处则直接支配宾格名词以指明其熟稔的专门领域(关联宾格或及物性宾格)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0545.tlg001.humanitext-grc2:12.14-12.17