- 底本
- Aelian. Claudii Aeliani De Natura Animalium Libri xvii, Vol. 1. Hercher, Rudolf, editor. Leipzig: Teuber, 1864.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0545.tlg001.humanitext-grc2:12.5-12.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
埃利亚努斯记述了底比斯人崇拜黄鼠狼及特洛阿德地区崇拜老鼠(斯明透斯·阿波罗信仰)的起源传说,随后称赞海豚护送死去同伴登岸安葬的习性,并援引历史事例痛斥人类冷酷弃尸乃至腌食海豚的野蛮行径。
Αἰγύπτιοι μὲν οὖν σέβοντές τε καὶ ἐκθεοῦντες γένη ζῴων διάφορα γέλωτα ὀφλισκάνουσι παρά γε τοῖς πολλοῖς· Θηβαῖοι δὲ σέβουσιν Ἕλληνες ὄντες ὡς ἀκούω γαλῆν, καὶ λέγουσί γε Ἡρακλέους αὐτὴν γενέσθαι τροφόν, ἢ τροφὸν μὲν οὐδαμῶς, καθημένης δὲ ἐπʼ ὠδῖσι τῆς Ἀλκμήνης καὶ τεκεῖν οὐ δυναμένης, τὴν δὲ παραδραμεῖν1 καὶ τοὺς τῶν ὠδίνων λῦσαι δεσμούς, καὶ προελθεῖν τὸν Ἡρακλέα καὶ ἕρπειν ἤδη. καὶ οἱ τὴν Ἁμαξιτὸν τῆς Τρωάδος κατοικοῦντες μῦν σέβουσιν· ἔνθεν τοι καὶ τὸν Ἀπόλλω τὸν παρʼ αὐτοῖς τιμώμενον Σμίνθιον καλοῦσί φασιν. ἔτι γὰρ καὶ τοὺς Αἰολέας καὶ τοὺς Τρῶας τὸν μῦν προσαγορεύειν σμίνθον, ὥσπερ οὖν καὶ Αἰσχύλος ἐν τῷ Σισύφῳ ἀλλʼ ἀρουραῖός τίς ἐστι σμίνθος ὧδʼ ὑπερφυής. καὶ τρέφονται μὲν ἐν τῷ Σμινθείῳ μύες τιθασοὶ δημοσίας τροφὰς λαμβάνοντες, ὑπὸ δὲ τῷ βωμῷ φωλεύουσι λευκοί, καὶ παρὰ τῷ τρίποδι τοῦ Ἀπόλλωνος ἕστηκε μῦς. μυθολόγημα δὲ ὑπὲρ τῆσδε τῆς θρησκείας καὶ ἐκεῖνο προσακήκοα. τῶν Αἰολέων καὶ τῶν Τρώων τὰ λήια πολλὰς μυῶν μυριάδας ἐπελθούσας ἄωρα ὑποκείρειν2 καὶ ἀτελῆ τὰ θέρη τοῖς σπείρασιν ἀποφαίνειν. οὐκοῦν τὸν ἐν Δελφοῖς θεὸν πυνθανομένων εἰπεῖν ὅτι δεῖ θύειν Ἀπόλλωνι Σμινθεῖ, τοὺς δὲ πεισθέντας ἀπαλλαγῆναι τῆς ἐκ τῶν μυῶν ἐπιβουλῆς καὶ τὸν πυρὸν αὐτοῖς ἐς τὸν νενομισμένον ἄμητον ἀφικνεῖσθαι. ἐπιλέγουσι δὲ ἄρα τούτοις καὶ ἐκεῖνα. ἐς ἀποικίαν Κρητῶν οἱ σταλέντες οἴκοθεν ἔκ τινος τύχης καταλαβούσης αὐτοὺς ἐδεήθησαν τοῦ Πυθίου φῆναί τινα αὐτοῖς χῶρον ἀγαθὸν καὶ ἐς τὸν συνοικισμὸν λυσιτελῆ. ἐκπίπτει δὴ λόγιον, ἔνθα ἂν αὐτοῖς οἱ γηγενεῖς πολεμήσωσιν, ἐνταῦθα καταμεῖναι καὶ ἀναστῆσαι πόλιν. οὐκοῦν ἥκουσι μὲν ἐς τὴν Ἁμαξιτὸν τήνδε καὶ στρατοπεδεύουσιν ὥστε ἀναπαύσασθαι, μυῶν δὲ ἄφατόν τι πλῆθος ἐφερπύσαν τά τε ὄχανα αὐτοῖς τῶν ἀσπίδων διέτραγε καὶ τὰς τῶν τόξων νευρὰς διέφαγεν· οἳ δὲ ἄρα συνέβαλον τούτους ἐκείνους εἶναι3 τοὺς γηγενεῖς, καὶ μέντοι καὶ ἐς ἀπορίαν ἥκοντες τῶν ἀμυντηρίων τόνδε τὸν χῶρον οἰκίζουσι, καὶ Ἀπόλλωνος ἱδρύονται νεὼν Σμινθίου. ἡ μὲν οὖν τῶν μυῶν μνήμη προήγαγεν ἡμᾶς ἐς θεολογίαν τινά, χείρους δὲ αὑτῶν οὐ γεγόναμεν καὶ τοιαῦτα προσακούσαντες.
埃及人因崇奉并将形形色色的动物奉为神明,往往招致世人的嘲笑;然而据我所闻,底比斯人虽为希腊人,却崇奉黄鼠狼,且声称它曾是赫拉克勒斯的乳母;或者说根本不是乳母,而是在阿尔克墨涅饱受分娩之苦却无法生产之际,黄鼠狼飞奔而过,解开了分娩的束缚,从而使赫拉克勒斯得以出生并随即开始爬行。特洛阿德之哈马克西托斯的居民亦崇奉老鼠;他们说,这也是他们将当地受尊崇的阿波罗称为“斯明透斯”的缘由。因为直至如今,埃奥利斯人与特洛伊人仍将老鼠称为sminthos,正如埃斯库罗斯在《西绪福斯》中所言:“看哪,这里有一只田鼠,竟如此巨大。”在斯明透斯神庙中饲养着驯服的老鼠,享有公家提供的口粮,祭坛之下筑有白鼠之巢,阿波罗的三脚祭坛旁亦立有一尊鼠像。关于此项崇拜,我还听闻过这样一则神话传说:数以万计的老鼠曾大举侵袭埃奥利斯人与特洛伊人的麦田,在谷物尚未成熟时便将其啃噬殆尽,使播种者的收成化为乌有。当他们向德尔斐的神明求问时,神谕告之当向斯明透斯·阿波罗献祭;他们依言而行,便摆脱了鼠患,小麦亦得以迎来应有的收割。此外,人们还在这些传闻之外补充了如下情节:那些自克里特故土出发建立殖民地的人,因遭遇某种厄运,恳求皮托的神明为他们指引一处利于定居的吉祥之地。神谕宣称,土生者于何处向他们发起战端,便当在何处留驻并建起城邦。于是他们来到这片哈马克西托斯之地并安营歇息,不料不可胜数的老鼠悄然爬来,咬断了他们的盾牌挽带,并噬尽了弓弦。他们由此推断,这些正是神谕中所言的“土生者”,加之防御兵器尽毁陷入困境,便在此地拓荒定居,并建立了斯明透斯·阿波罗的神庙。对老鼠的追忆固然引我们进入了某种神学探讨,但听闻此类故事亦未使我们有所逊色。
ἦσαν δὲ ἄρα δελφῖνες καὶ νεκρῶν μνήμονες καὶ τῶν συννόμων ἀπελθόντων τοῦ βίου οὐδαμῶς προδόται. τὸν γοῦν ἑαυτῶν τεθνεῶτα ὑποδύντες εἶτα μέντοι κομίζουσι φοράδην ἐς τὴν γῆν τοῖς ἀνθρώποις πιστεύοντες θάψαι, καὶ Ἀριστοτέλης μαρτυρεῖ τούτῳ· ἕπεται δὲ πλῆθος ἕτερον οἱονεὶ τιμῶντες ἢ καὶ νὴ Δία ὑπερμαχοῦντες, μή ποτε ἄλλο κῆτος ἐπιδράμῃ καὶ τὸν νεκρὸν ἁρπάσαν εἶτα καταδαίσηται. ὅσοι μὲν οὖν εἰσιν ἔνδικοι καὶ τῆς μουσικῆς ἐπαΐοντες, τῆς τῶν δελφίνων φιλομουσίας αἰδοῖ θάπτουσιν αὐτούς· οἱ δὲ ἀπό τε Μουσῶν φασιν ἀπό τε Χαρίτων ἀκηδῶς αὐτῶν ἔχουσι. καὶ δότε συγγνώμην, ὦ δελφῖνες φίλοι, τῇ τῶν ἀνθρώπων ἀγριότητι, εἴγε καὶ Ἀθηναῖοι Φωκίωνα τὸν χρηστὸν ἔρριψαν ἄταφον. καὶ Ὀλυμπιὰς δὲ ἔκειτο γυμνὴ ἡ τεκοῦσα τὸν τοῦ Διός, ὡς ἐκόμπαζέ τε αὐτὴ καὶ ἐκεῖνος ἔλεγε. καὶ τὸν Ῥωμαῖον Πομπήιον τὸν Μέγαν ἐπίκλην ἀποκτείναντες Αἰγύπτιοι τοσαῦτα ἐργασάμενον καὶ νίκας νικήσαντα ἄγαν σεμνὰς καὶ θριαμβεύσαντα τρὶς καὶ τὸν τοῦ φονέως πατέρα σώσαντα καὶ ἐς τὴν Αἰγυπτίων βασιλείαν ἐπαναγαγόντα εἴασαν ἐρριμένον, ἄμοιρον τῆς κεφαλῆς, πλησίον τῆς θαλάττης καὶ ἐκεῖνον, ὡς ὑμᾶς πολλάκις ἐῶσι. τὸ γάρ τοι ζῷον τὸ πάμβορον τοῦτο οὐδὲ ὑμῶν φείδεται, ἀλλὰ καὶ ὑμᾶς ταρίχους ἐργάσασθαι τολμῶσι, καὶ σφᾶς αὐτοὺς λελήθασι ταῖς Μούσαις ταῖς Διὸς θυγατράσι ταῦτα ἀπὸ θυμοῦ δρῶντες.4
然而,海豚亦懂得顾念死者,决不在伴侣离世后予以弃绝。一旦同伴死去,它们便潜入其尸体下方,如抬担架般将其运往陆地,寄望于人类能予以安葬——亚里士多德亦为此作证;另一群海豚则尾随其后,仿佛在致敬,甚至(以宙斯之名起誓)在从旁护卫,以免其他海怪扑来将尸首夺去吞食。凡持身正直且深谙音律之人,皆因敬重海豚对音乐的热爱而将其埋葬;而那些如人们所说远离缪斯与美惠三女神的人,则对其漠不关心。亲爱的海豚啊,请宽恕人类的野蛮吧,须知雅典人甚至将善良的福基翁抛弃荒野、不加安葬;诞下宙斯之子的奥林匹亚丝——正如她自己所夸耀、其子亦所宣称的那样——亦赤身裸体曝尸于地;埃及人杀害了罗马人庞培(尊号“大帝”)之后,尽管他曾立下赫赫战功,赢得威严的胜利,举行过三次凯旋式,且拯救了杀害他的凶手之父并助其重登埃及王位,却仍将其斩首后弃尸于海滨,一如他们常常丢弃你们那样。因为这个贪得无厌的物种甚至不放过你们,竟敢将你们制成腌肉干,而在不知不觉中做出了触怒宙斯之女缪斯女神们的不义之举。
- 12.5τὴν δὲ παραδραμεῖν
承接前文否定选择句“或根本不是乳母(ἢ τροφὸν μὲν οὐδαμῶς)”,继续由主句动词 λέγουσι 所统领的间接引语不定式结构。指示代词 τὴν δέ(冠词作代词用)指代黄鼠狼(γαλῆ),作不定式 παραδραμεῖν 与 λῦσαι 的逻辑主语,与前方的独立属格 καθημένης δὲ ... τῆς Ἀλκμήνης 构成时间与主体的鲜明对照。
- 12.5τῶν Αἰολέων καὶ τῶν Τρώων τὰ λήια πολλὰς μυῶν μυριάδας ἐπελθούσας ἄωρα ὑποκείρειν
由前文 μυθολόγημα ... προσακήκοα 统领的“宾格加不定式”间接引语。不定式 ὑποκείρειν 的逻辑主语为带有分词修饰的宾格短语 πολλὰς μυῶν μυριάδας ἐπελθούσας(侵入的大批鼠群),受词为前置属格修饰的 τὰ λήια(麦田)。中性复数形容词 ἄωρα 作受词的表语补足语,表示“趁未熟之时”。
- 12.5συνέβαλον τούτους ἐκείνους εἶναι
近指代词与远指代词并置的习用同格/辨认结构(τούτους ἐκείνους εἶναι),意为“眼前这些[老鼠]正是神谕所指的那批[敌人]”。动词 συνέβαλον 在此意为“(将现实与神谕相互印证后)参透、推断出”。
- 12.6σφᾶς αὐτοὺς λελήθασι ταῖς Μούσαις ταῖς Διὸς θυγατράσι ταῦτα ἀπὸ θυμοῦ δρῶντες
动词 λανθάνω 与反身代词宾格(σφᾶς αὐτούς)及分词 δρῶντες 连用,构成“自身毫无察觉地做出某事”之意。介词短语 ἀπὸ θυμοῦ 搭配与格 ταῖς Μούσαις,在此具有古风诗歌用法的色彩,意为“违背其心愿/触怒其心灵”,即做出令缪斯诸女神痛恨之事。
