← 克劳狄乌斯·埃利安

论动物的本性

§12.1-12.4

阿波罗神谕鱼异象羊羔与鹰类习性

本节记述了吕基亚米拉阿波罗神庙的占卜鱼与叙利亚圣鱼的习性,回顾了博克霍里斯时代多肢羊羔的传说,并详述了鹰类的换羽习性及其与各路神祇的对应关系。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§12.1

μυρέων τῶν ἐν Λυκίᾳ κόλπος ἐστί, καὶ ἔχει πηγήν, καὶ ἐνταῦθα νεὼς Ἀπόλλωνός ἐστι, καὶ ὁ τοῦδε τοῦ θεοῦ ἱερεὺς κρέα μόσχεια διασπείρει τῶν τῷ θεῷ τεθυμένων, ὀρφώ τε οἱ ἰχθύες ἀθρόοι προσνέουσι, καὶ τῶν κρεῶν ἐσθίουσιν οἷα δήπου καλούμενοι δαιτυμόνες. καὶ χαίρουσιν οἱ θύσαντες, καὶ τὴν τούτων δαῖτα πιστεύουσιν εἶναί σφισιν ὄτταν ἀγαθήν, καὶ λέγουσιν ἵλεων εἶναι τὸν θεόν, διότι οἱ ἰχθύες ἐνεπλήσθησαν τῶν κρεῶν. εἰ δὲ ταῖς οὐραῖς αὐτὰ ἐς τὴν γῆν ἐκβάλοιεν1 ὥσπερ οὖν ἀτιμάσαντες καὶ μυσαρὰ κρίναντες, τοῦτο δὴ τοῦ θεοῦ μῆνις εἶναι πεπίστευται. γνωρίζουσι δὲ καὶ τὴν τοῦ ἱερέως φωνὴν οἱ ἰχθύες, καὶ ὑπακούσαντες μὲν εὐφραίνουσι διʼ οὓς κέκληνται, τοὐναντίον δὲ δράσαντες λυποῦσιν.

在吕基亚的米拉人境内有一处海湾,内有清泉,其地建有阿波罗神庙;此神之祭司将献祭给神明的小牛肉块抛撒开来,石斑鱼群便成群结队游来,宛如受邀赴宴的食客一般进食那些肉块。献祭之人见状欣喜,坚信这些鱼类的进食对其自身乃是吉兆,并称神明已施恩惠,因鱼群已吃饱了肉食。然而,若它们用尾巴将肉块甩出岸上,仿佛予以鄙弃并断定为污秽不洁,人们便深信这正是神明的震怒。这些鱼亦能辨识祭司的呼唤之声:若听从呼召便使那些它们因之受召的人欢欣,反之若背道而驰,则令其忧伤。

§12.2

κατὰ τὴν πάλαι Βαμβύκην ʽκαλεῖται δὲ νῦν Ἱεράπολις, Σελεύκου ὀνομάσαντος τοῦτο αὐτήνʼ ἰχθύες εἰσὶν ἱεροί, καὶ κατʼ ἴλας νήχονται καὶ ἔχουσιν ἡγεμόνας, καὶ τῶν ἐμβαλλομένων αὐτοῖς τροφῶν προεσθίουσιν οὗτοί γε. φυλάττουσι δὲ καὶ τὴν πρὸς ἀλλήλους φιλίαν μάλιστα ἰχθύων, καὶ ἔστιν ἀεὶ ἔνσπονδα αὐτοῖς, ἤτοι τῆς θεοῦ τὴν ὁμόνοιαν καταπνεούσης, ἢ διότι τῶν ἐμβαλλομένων τροφῶν ἐμπιπλάμενοι οὕτως τῆς ἀλλήλων βορᾶς ἄγευστοί τε καὶ ἀμαθεῖς διαμένουσιν.

在古称班比刻之地(现称希拉波利斯,此名乃塞琉古所赐),栖息着一些圣鱼;它们成群结队游弋,并拥有领袖,凡投喂给它们的食饵,皆由此类首领率先享用。它们在鱼类中最能保持彼此间的友爱,相互之间长保和平,这或是由于女神赋予了这种和睦,或是由于它们因投下的饵料而饱腹,从而对互相捕食始终未曾尝受亦一无所知。

§12.3

λέγουσιν Αἰγύπτιοι, καὶ ἐμὲ μὲν ἥκιστα πείθουσι, λέγουσι δʼ οὖν ἄρνα καὶ ὀκτάπουν καὶ δίκερκον κατὰ τὸν Βόκχοριν τὸν ᾀδόμενον ἐκεῖνον γενέσθαι, καὶ ῥῆξαι φωνήν. καὶ δύο κεφαλὰς ᾅδουσι τῆς ἀρνός, καὶ τετράκερω γενέσθαι φασὶ τὴν αὐτήν. Ὁμήρῳ μὲν οὖν φωνὴν Ξάνθῳ τῷ ἵππῳ δόντι συγγνώμην νέμειν ἄξιον, ποιητὴς γάρ· καὶ Ἀλκμὰν δὲ μιμούμενος ἐν τοῖς τοιούτοις Ὅμηρον οὐκ ἂν φέροιτο αἰτίαν, ἔχει γὰρ ἀξιόχρεων ἐς αἰδῶ τὴν πρωτίστην τόλμαν·2 Αἰγυπτίοις δὲ τοιαῦτα κομπάζουσι προσέχειν πῶς οἷόν τε; εἴρηται δʼ οὖν, εἰ καὶ μυθώδη, τὰ τῆσδε τῆς ἀρνὸς ἴδια.

埃及人声称——我对此固然丝毫不信,但他们确曾如此言说——在闻名遐迩的博克霍里斯在位之时,曾诞生过一只生有八足二尾的羊羔,并口吐人言。他们歌咏那羊羔生有二头,且称同一只羊生有四角。荷马将声音赋予神马克珊托斯,理当获得宽恕,因他是诗人;阿尔克曼在类似之事上摹仿荷马,亦不当遭受责难,因他有那作为崇敬之充分凭据的开创之大胆。然而对吹嘘此类奇谈的埃及人,人们怎可能加以采信?但无论如何,尽管荒诞如神话,这只羊羔的异禀终究已被述及。

§12.4

καὶ ἐκεῖνο δὲ ὑπὲρ τῶν ἱεράκων ἀκούσας οἶδα. πρὸ τοῦ τὸν Νεῖλον ἐπιπολάζειν3 τῇ Αἰγύπτῳ καὶ ἐς τὰς ἀρούρας ἀνέρχεσθαι, ἀφιᾶσι τῶν πτερῶν τὰ ἤδη γηρῶντα ὥσπερ οὖν τῶν φυτῶν οἱ κλάδοι τὰ φύλλα τὰ ξηρά, καὶ ἀναφύουσι πτίλα νεαρὰ καὶ ὡραῖα οἱ ἱέρακες ὡς τὴν ἄνθην τὰ δένδρα. γένη δὲ ἱεράκων πλείονα ἄρα ἦν, καὶ ἔοικεν ὑπαινίττεσθαι καὶ Ἀριστοφάνης τοῦτο. φησὶ γοῦν "ἀλλʼ ἐπέμψαμεν τρισχιλίους ἱέρακας ἱπποτοξότας. χωρεῖ δὲ πᾶς τις ὄνυχας ἠγκυλωμένος κερχνῂς τριόρχης γὺψ κύμινδις αἰετός." νενέμηνται δὲ καὶ ἀπεκρίθησαν θεοῖς πολλοῖς. ὁ μὲν περδικοθήρας καὶ ὠκύπτερος Ἀπόλλωνός ἐστι θεράπων φασί, φήνην δὲ καὶ ἅρπην Ἀθηνᾷ προσνέμουσιν, Ἑρμοῦ δὲ τὸν φασσοφόντην ἄθυρμα εἶναί φασιν, Ἥρας δὲ τὸν τανυσίπτερον, καὶ τὸν τριόρχην οὕτω καλούμενον Ἀρτέμιδος. μητρὶ δὲ θεῶν τὸν μέρμνον, καὶ ἄλλον ἄλλῳ θεῷ. γένη δὴ ἱεράκων ἐστὶ πάμπολλα.

关于鹰类,我亦有所风闻而知悉此事。在尼罗河泛滥于埃及并漫上耕地之前,鹰类便褪去已然衰老的羽毛,犹如植物之枝柯脱落枯叶,并重新长出稚嫩而优美的新羽,一如树木吐露繁花。鹰的种类实繁,阿里斯托芬似乎亦曾暗示此点;他至少曾如此说道: “然而我们派遣了三千名骑射手鹰。 每一只皆屈曲利爪挺进: 红隼、鵟鹰、兀鹫、幽鸟与巨雕。” 它们亦被分配并专门奉献于诸神。人们说,捕鹑且具疾翅者乃阿波罗之侍从;胡兀鹫与掠鹰被归于雅典娜;杀斑鸠者据说是赫尔墨斯的玩物,长翼之鹰归于赫拉,而被称为鵟鹰者则归于阿耳忒弥斯。神母(库柏勒)拥有墨尔姆诺斯鹰,不同的鹰亦归属于不同的神明。由此可见,鹰的种类着实不可胜数。

语法注3 条
  1. 12.1εἰ δὲ ταῖς οὐραῖς αὐτὰ ἐς τὴν γῆν ἐκβάλοιεν

    条件从句使用了无 ἄν 的祈愿语气(ἐκβάλοιεν),而主句为具有现在意义的完成直陈式(πεπίστευται)。此处用祈愿语气表示反复发生或泛指性的假设情况(即一旦鱼群出现甩尾弃食的行为)。

  2. 12.3ἔχει γὰρ ἀξιόχρεων ἐς αἰδῶ τὴν πρωτίστην τόλμαν

    形容词 ἀξιόχρεων 用作谓语性宾格,修饰直接宾语 τὴν πρωτίστην τόλμαν(“开创性的大胆”)。介词短语 ἐς αἰδῶ 与 ἀξιόχρεων 搭配,意为“足以受到崇敬/宽免”,整句意为“他拥有荷马那开创性的大胆,作为博得宽恕与尊重的充分凭据”。

  3. 12.4πρὸ τοῦ τὸν Νεῖλον ἐπιπολάζειν

    由介词 πρὸ 连同属格冠词 τοῦ 引出的定冠词不定式结构。宾格 τὸν Νεῖλον 用作不定式 ἐπιπολάζειν 的逻辑主语,表示时间上的在先关系(“在尼罗河泛滥之前”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0545.tlg001.humanitext-grc2:12.1-12.4