- 底本
- Aelian. Claudii Aeliani De Natura Animalium Libri xvii, Vol. 1. Hercher, Rudolf, editor. Leipzig: Teuber, 1864.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0545.tlg001.humanitext-grc2:12.43-12.44
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本段详述了四种捕鱼方式(网捕、刺杀、筌捕与钓捕)及其器具与特性,随后记述了以乐曲驯服印度大象,以及利比亚马匹受笛声诱引并引发交配发情的故事。
ἐνύδρου δὲ θήρας διαφοραὶ τέτταρες, φασί, δικτυεία καὶ κόντωσις καὶ κυρτεία καὶ ἀγκιστρεία προσέτι. καὶ ἡ μὲν δικτυεία πλουτοφόρος, καὶ ἔοικεν ἁλισκομένῳ στρατοπέδῳ καὶ αἱρουμένοις αἰχμαλώτοις τισί, καὶ δεῖται χορηγίας ποικίλης, οἷον σπάρτου καὶ λίνου λευκοῦ καὶ μέλανος ἄλλου καὶ κυπείρου καὶ φελλῶν μολίβου τε καὶ πίτυος καὶ ἱμάντων καὶ ῥοῦ καὶ λίθου καὶ βύβλου καὶ κεράτων καὶ νεὼς ἑξήρους ἄξονός τε καὶ σκυταλίδων καὶ κοττάνης καὶ τυμπάνου καὶ σιδήρου καὶ ξύλων καὶ πίττης. ἐμπίπτει δὲ γένη τε ἰχθύων διάφορα καὶ ἀγέλαι ποικίλαι τε καὶ πολλαί. ἡ δὲ κόντωσίς ἐστι μὲν τῶν ἄλλων ἀνδρειοτάτη, καὶ δεῖται θηρατοῦ ῥωμαλεωτάτου. παρεῖναι δὲ χρὴ κάμακα ὀρθὴν ἐλατίνην καὶ σχοινία σπάρτινα πυρεῖά τε πεύκης τῆς λιπαρωτάτης· δεῖται δὲ καὶ νεὼς μικρᾶς καὶ ἐρετῶν συντόνων καὶ βραχίονας ἀγαθῶν. ἡ δὲ κυρτεία δολερωτάτη θήρα καὶ ἐπιβουλοτάτη δεινῶς ἐστι, καὶ ἐλευθέροις πρέπειν δοκεῖ ἥκιστα. δεῖται δὲ ὁλοσχοίνων τε ἀβρόχων καὶ λύγου καὶ χερμάδος καὶ εὐναίων καὶ φύκους θαλαττίου σχοίνων τε καὶ κυπαρίττου κόμης καὶ φελλῶν καὶ ξύλων καὶ δελέατος καὶ νεὼς μικρᾶς. ἡ δὲ ἀγκιστρεία σοφωτάτη ἐστὶ καὶ τοῖς ἐλευθέροις πρεπωδεστάτη. δεῖται δὲ ἄρα ἱππείων τριχῶν, τὰς χρόας1 καὶ λευκὰς καὶ μελαίνας καὶ πυρρὰς καὶ μεσαιπολίους· τῶν δὲ βαπτομένων ἐγκρίνουσι τὰς γλαυκὰς καὶ τὰς ἁλιπορφύρους· αἱ γὰρ ἄλλαι πᾶσαι πονηραί, φασίν. χρῶνται δὲ καὶ τῶν ἀγρίων συῶν ταῖς θριξὶ ταῖς ὀρθαῖς καὶ τερμίνθῳ δέ, καὶ χαλκῷ πλείστῳ καὶ μολίβῳ καὶ σπαρτίναις καὶ πτεροῖς, μάλιστα μὲν λευκοῖς καὶ μέλασιν καὶ ποικίλοις. χρῶνταί γε μὴν οἱ ἁλιεῖς καὶ φοινικοῖς ἐρίοις καὶ ἁλουργέσι καὶ φελλοῖς καὶ ξύλοις· καὶ σιδήρου καὶ ἄλλων δέονται, ἐν δὲ τοῖς καὶ καλάμων εὐφυῶν καὶ ἀβρόχων καὶ ὁλοσχοίνων βεβρεγμένων καὶ νάρθηκος ἐξεσμένου καὶ ῥάβδου κρανείας καὶ χιμαίρας κεράτων καὶ δέρματος. ἄλλος δὲ ἄλλῳ τούτων ἰχθὺς αἱρεῖται, καὶ τάς γε θήρας ἤδη εἶπον αὐτῶν.
据说水产捕捞有四种形式:网捕、刺杀、筌捕以及钓捕。网捕获利丰厚,宛如被攻占的营垒和被俘获的人质,需要多种多样的物资准备,如青芦草、白麻及另一种黑麻、莎草、软木、铅、松木、皮条、漆树、石块、纸莎草、角质器、六桨船、轴、木棍、筐篓、绞盘、铁器、木材和沥青。各种鱼类以及繁多杂沓的鱼群皆落入其中。刺杀则是诸法中最勇武者,需要体魄极其健壮的猎手。身旁必须备有挺直的冷杉矛杆、青芦绳索以及极富树脂的松木火把;它还需要一艘轻舟和身强力壮、划桨有力的桨手。筌捕则是一种极具欺诈性且凶险狡黠的捕法,看来最不合乎自由人的体统。它需要干燥的无节芦苇、牡荆枝、石块、沉石、海藻、蔺草绳、柏木枝叶、软木、木块、鱼饵和小船。钓捕则最为精妙,也最合乎自由人的身份。它需要马鬃,其色泽涵盖白、黑、红、花白;在经染色的马鬃中,他们选用灰蓝色与海紫色的,因为他们说其余所有颜色皆无用处。他们还使用野猪直立的刚毛和笃蛘香,以及大量的青铜、铅、青芦线和羽毛,尤其是白色、黑色和杂色的羽毛。渔夫们甚至还使用绯红和紫红的羊毛、软木和木块;他们还需要铁以及其他物品,其中包括形态匀称且干燥的芦苇、浸泡过的无节芦苇、削平的巨茴香、梾木杆,以及牝山羊的角与皮。不同的鱼由这些工具中的不同物件捕获,至于对它们的捕法我此前已然论及。
λόγω2 δὲ ἄρα τώδε Ἰνδὸς καὶ Λίβυς τὸ γένος διαφόρω· ἐρεῖ δὲ ὁ μὲν Ἰνδὸς τὰ ἐπιχώρια, ὁ δὲ Λίβυς ὅσα οἶδε καὶ ἐκεῖνος· ἃ δʼ οὖν ᾅδετον ἄμφω τὼ λόγω ἐστὶν ἐκεῖνα. ἐν Ἰνδοῖς ἐὰν ἁλῷ τέλειος ἐλέφας, ἡμερωθῆναι χαλεπός ἐστι, καὶ τὴν ἐλευθερίαν ποθῶν φονᾷ. ἐὰν δὲ αὐτὸν καὶ δεσμοῖς διαλάβῃς, ἔτι καὶ μᾶλλον ἐς θυμὸν ἐξάπτεται, καὶ δοῦλος εἶναι καὶ δεσμώτης οὐχ ὑπομένει. ἀλλʼ οἱ Ἰνδοὶ καὶ ταῖς τροφαῖς κολακεύουσιν αὐτόν, καὶ ποικίλοις καὶ ἐφολκοῖς δελέασι πραΰνειν πειρῶνται, παρατιθέντες ὅσα πληροῖ τὴν γαστέρα καὶ θέλγει τὸν θυμόν. ὃ δὲ ἄχθεται αὐτοῖς καὶ ὑπερορᾷ. τί οὖν ἐκεῖνοι κατασοφίζονται; μοῦσαν αὐτοῖς προσάγουσιν ἐπιχώριον, καὶ κατᾴδουσιν αὐτοὺς ὀργάνῳ τινὶ καὶ τούτῳ συνήθει· καλεῖται δὲ σκινδαψὸς τὸ ὄργανον. ὃ δὲ ὑπέχει τὰ ὦτα καὶ θέλγεται, καὶ ἡ μὲν ὀργὴ πραΰνεται, ὁ δὲ θυμὸς ὑποστέλλεταί τε καὶ στόρνυται, κατὰ μικρὰ δὲ καὶ ἐς τὴν τροφὴν ὁρᾷ. εἶτα ἀφεῖται μὲν τῶν δεσμῶν, μένει δὲ τῇ μούσῃ δεδεμένος, καὶ δειπνεῖ προθύμως ἁβρὸς δαιτυμὼν· πόθῳ γὰρ τοῦ μέλους οὐκ ἂν ἔτι ἀποσταίη. Λιβύων δὲ ἵπποι ʽδεῖ γὰρ ἀκοῦσαι καὶ τὸν λόγον τὸν ἕτερονʼ, ἐς τοσοῦτον αὐτὰς αἱρεῖ ἡ αὔλησις.3 πραΰνονταί τε καὶ ἡμεροῦνται, καὶ ὑπολήγουσι μὲν τοῦ ὑβρίζειν τε καὶ σκιρτᾶν, ἕπονται δὲ τῷ νομεῖ ὅποι ἂν αὐτὰς τὸ μέλος ἀπάγῃ, ἐπιστάντος δὲ καὶ ἐκεῖναι ἐφίστανται· ἐὰν δὲ ἐπανατείνῃ τὸ αὔλημα, λείβεται δάκρυα ὑφʼ ἡδονῆς αὐταῖς. οἱ μὲν οὖν βουκόλοι τῶν ἵππων ῥοδοδάφνης κλάδον κοιλάναντες καὶ αὐλὸν ἐργασάμενοι καὶ ἐς αὐτὸν ἐμπνέοντες εἶτα οὕτω τῶν προειρημένων καταυλοῦσι. λέγει δὲ Εὐριπίδης καὶ ποιμνίτας τινὰς ὑμεναίους· ἔστι δὲ ἄρα τοῦτο αὔλημα, ὅπερ οὖν τὰς μὲν ἵππους τὰς θηλείας ἐς ἔρωτα ἐμβάλλει καὶ οἶστρον ἀφροδίσιον, τοὺς δὲ ἄρρενας μίγνυσθαι αὐταῖς ἐκμαίνει. τελοῦνται μὲν δὴ ἱππικοὶ γάμοι τὸν τρόπον τοῦτον, καὶ ἔοικεν ὑμέναιον ᾅδειν τὸ αὔλημα.
且说在此有两则起源不同的记述,即印度之述与利比亚之述;印度之述将言其乡土风俗,利比亚之述亦将讲述其所知见闻;而这两则记述共同咏说的正是如下之事。在印度,若捕获一头成年大象,则极难驯服,它渴求自由而凶性大发。若用绳索将其捆绑,它便更加怒火中烧,绝不忍受沦为奴隶与囚徒。但印度人用食物抚慰它,尝试以丰富诱人的诱饵平复它,为它摆上能填饱腹肠、宽慰心神之物。然而象却愤恨并鄙视他们。那么他们又施展何种智谋呢?他们将乡土音乐带到象前,用一种同样习见的乐器对它们弹奏催眠;这种乐器名为斯金达普索斯。象便倾耳细听并被其陶醉,怒气消解,忿恚收敛平息,渐渐也把目光投向食物。随后它虽被解开束缚,却仍被音乐所牵系,如同一位雍容的食客般欣然进餐;因为出于对乐曲的恋慕,它绝不会再离去。至于利比亚的马匹——因为亦当倾听另一则记述——笛声俘获它们竟至于此:它们被抚慰并驯化,停止了狂躁跳跃,乐声引向何方,它们便随牧人走向何方;牧人停驻,它们亦驻足;若笛声拔高激昂,它们甚至因欢愉而潸然泪下。马群的牧人便镂空夹竹桃的枝条制成笛子,向中吹气,以此吹奏给前述之马听。欧里庇得斯亦提及某种牧人婚礼歌;而这正是一种笛曲,它能激起母马的情欲与发情之狂乱,并使公马发狂以与它们交配。马匹的婚礼便以这种方式完遂,而那笛声仿佛正歌唱着婚礼赞歌。
- 12.43τὰς χρόας
此处为修饰前文 ἱππείων τριχῶν(属格)的限制对格(希腊式对格),意为“关于其毛色”。紧随其后的并列形容词(καὶ λευκὰς καὶ μελαίνας...)在性、数、格上与此对格一致,具体列举各色毛发。
- 12.44λόγω δὲ ἄρα τώδε Ἰνδὸς καὶ Λίβυς τὸ γένος διαφόρω· ... ἃ δʼ οὖν ᾅδετον ἄμφω τὼ λόγω
此处运用一系列双数形式(名词 τώδε λόγω, ἄμφω τὼ λόγω、形容词 διαφόρω 以及第三人称双数动词 ᾅδετον),将印度与利比亚的两则记述拟人化,如同两位讲述者各自咏述其闻。Ἰνδὸς καὶ Λίβυς 构成同格并列以表明各自记述的来源,τὸ γένος 为限制对格。
- 12.44Λιβύων δὲ ἵπποι ʽδεῖ γὰρ ἀκοῦσαι καὶ τὸν λόγον τὸν ἕτερονʼ, ἐς τοσοῦτον αὐτὰς αἱρεῖ ἡ αὔλησις.
此为悬置主格(nominativus pendens)结构:主格短语 Λιβύων δὲ ἵπποι 置于句首作为全句话题,经插入句(δεῖ γὰρ...)隔开后,在主句中由宾格代词 αὐτάς(作为动词 αἱρεῖ 的直接宾语)加以承接复指。
