- 底本
- Aelian. Claudii Aeliani De Natura Animalium Libri xvii, Vol. 1. Hercher, Rudolf, editor. Leipzig: Teuber, 1864.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0545.tlg001.humanitext-grc2:12.36-12.42
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者记述了能改变动物毛色的河水、动物的异类恋情、克拉佐墨奈带翼飞猪及蛇裔的起源,随后记载了各地受尊崇的动物与赛马的隆重安葬、印度恒河的壮阔及其所育鳄鱼,以及用于诱捕特定鱼类的特殊诱饵。
τὸ ὕδωρ ὁ Κρᾶθις λευκῆς χρόας ποιητικὸν μεθίησι. τὰ γοῦν πρόβατα πιόντα αὐτοῦ καὶ οἱ βόες καὶ πᾶσα ἡ τετράπους ἀγέλη, καθά φησι Θεόφραστος, λευκὰ ἐκ μελάνων γίνεται ἢ πυρρῶν. καὶ ἐν Εὐβοίᾳ δὲ οἱ βόες λευκοὶ τίκτονται σχεδὸν πάντες, ἔνθεν τοι καὶ ἀργίβοιον ἐκάλουν οἱ ποιηταὶ τὴν Εὔβοιαν.
克拉提斯河倾泻出能使毛色变白的水。正如泰奥弗拉斯托斯所说,羊群、牛群以及所有四足牲畜,一旦饮用此水,便会由黑或红转为纯白。在优卑亚,牛几乎全部生来皆白,正因如此,诗人们才称优卑亚为“盛产白牛之地”。
οἰνοχόου βασιλικοῦ ʽκαὶ ἦν ὁ βασιλεὺς Νικομήδης ὁ Βιθυνῶνʼ ἀλεκτρυὼν ἠράσθη Κένταυρος ὄνομα, καὶ λέγει Φίλων τοῦτο. ἠράσθη δὲ ἄρα καὶ κολοιὸς ὡραίου παιδός. καὶ μελίττας δέ τινας ἐρωτικὰς εἶναι πέπυσμαι, εἰ καὶ αἱ πλείους σωφρονοῦσιν.
一只名叫半人马的公鸡爱上了一位王室侍酒官——当时的国王是比提尼亚的尼科墨得斯——斐洛记述了此事。一只寒鸦据说也爱上了一位俊美少年。我还获悉,虽然大多数蜜蜂都守身自律,但也有某些蜜蜂充满情欲。
τὴν σφίγγα ὑπόπτερον γράφουσί τε καὶ πλάττουσι πᾶν ὅσον περὶ χειρουργίαν σπουδαῖον καὶ πεπονημένον.1 ἀκούω δὲ καὶ ἐν Κλαζομεναῖς σῦν γενέσθαι πτηνόν, ἥπερ οὖν ἐλυμαίνετο τὴν χώραν τὴν Κλαζομενίαν· καὶ λέγει τοῦτο Ἀρτέμων ἐν τοῖς Ὅροις τοῖς Κλαζομενίων. ἔνθεν τοι καὶ χῶρος ἐκεῖ κέκληται ὑὸς πτερωτῆς ὀνομαζόμενός τε καὶ ᾀδόμενος. τοῦτο δὲ εἴ τῳ δοκεῖ μῦθος εἶναι, δοκείτω, ἐμὲ δʼ οὖν περὶ ζῴου λεχθὲν καὶ μὴ λαθὸν οὐκ ἐλύπησεν εἰρημένον.2
凡是在手工艺上用心竭力之人,皆将斯芬克斯描摹并塑造为带有双翼之貌。我还听说克拉佐墨奈曾出现一头带翼的母猪,肆虐摧残克拉佐墨奈的乡野;阿耳忒蒙在《克拉佐墨奈志》中述及此事。正因如此,当地有一个地方被称呼并吟唱为“飞猪之所”。如果有人认为这纯属神话,就任其这样认为罢;无论如何,这件关于动物的传闻既未从我耳目中溜走,将其叙述出来并未使我感到懊悔。
ἁλίᾳ τῇ Συβάρεως παριούσῃ ἐς ἄλσος Ἀρτέμιδος ʽἦν δὲ ἐν Φρυγίᾳ τὸ ἄλσοσʼ δράκων ἐπεφάνη θεῖος, μέγιστος τὴν ὄψιν, καὶ ὡμίλησεν αὐτῇ. καὶ ἐντεῦθεν οἱ καλούμενοι Ὀφιογενεῖς τῆς σπορᾶς τῆς πρώτης ὑπῆρξαν.
叙巴里斯之女哈利亚步入阿耳忒弥斯的圣林时(该圣林位于弗里吉亚),一条形体极为巨大的神蛇显现并与她交合。自此便诞生了最初世系的所谓“蛇裔”。
τιμῶσι δὲ ἄρα Δελφοὶ μὲν λύκον, Σάμιοι δὲ πρόβατον, Ἀμπρακιῶταί γε μὴν τὸ ζῷον τὴν λέαιναν· τὰ δὲ αἴτια τῆς ἑκάστου τιμῆς εἰπεῖν οὐκ ἔστιν ἔξω τῆσδε τῆς σπουδῆς. Δελφοῖς μὲν χρυσίον ἱερὸν σεσυλημένον καὶ ἐν τῷ Παρνασῷ κατορωρυγμένον ἀνίχνευσε λύκος, Σαμίοις δὲ καὶ αὐτοῖς τοιοῦτο χρυσίον κλαπὲν πρόβατον ἀνεῦρε, καὶ ἐντεῦθεν Μανδρόβουλος ὁ Σάμιος τῇ Ἥρᾳ πρόβατον ἀνάθημα ἀνῆψε· καὶ τὸ μὲν Πολέμων λέγει τὸ πρότερον, τὸ δὲ Ἀριστοτέλης τὸ δεύτερον. Ἀμπρακιῶται δέ, ἐπεὶ τὸν τύραννον αὐτῶν Φαΰλον διεσπάσατο λέαινα, τιμῶσι τὸ ζῷον αἴτιον αὐτοῖς ἐλευθερίας γεγενημένον. Μιλτιάδης δὲ τὰς ἵππους τὰς τρὶς Ὀλύμπια ἀνελομένας ἔθαψεν ἐν Κεραμεικῷ, καὶ Εὐαγόρας δὲ ὁ Λάκων καὶ ἐκεῖνος Ὀλυμπιονίκας ἵππους ἔθαψε μεγαλοπρεπῶς.
德尔斐人尊崇狼,萨摩斯人尊崇羊,安布拉基亚人则尊崇雌狮这种兽类;说明各自受尊崇的原由,并不游离于本篇著述的主旨之外。对德尔斐人而言,是一只狼循迹找出了被劫掠并埋于帕耳那索斯山的圣金;对萨摩斯人而言,也是一只羊找出了被盗走的同类黄金,由此萨摩斯人曼德罗布洛斯向赫拉献上了一头绵羊作为奉献物;波勒蒙记述了前一事,亚里士多德记述了后一事。而安布拉基亚人之所以尊崇雌狮,是因为它撕碎了他们的僭主法伊洛斯,成了赐予他们自由的因由。米尔提阿得斯将曾三度在奥林匹亚获胜的母马葬于陶工区,拉科尼亚人欧阿戈拉斯同样隆重地安葬了他那赢得奥林匹亚胜利的马匹。
ὁ Γάγγης ὁ παρὰ τοῖς Ἰνδοῖς ῥέων ὑπαρχόμενος μὲν ἐκ τῶν πηγῶν βαθύς ἐστιν ἐς ὀργυιὰς εἴκοσι, πλατὺς δὲ ἐς ὀγδοήκοντα σταδίους· ἔτι γὰρ αὐθιγενεῖ τῷ ὕδατι πρόεισι καὶ ἀμιγεῖ πρὸς ἕτερον· προϊὼν δὲ τῶν ἄλλων ἐς αὐτὸν ἐμπιπτόντων καὶ ἀνακοινουμένων οἱ τὸ ὕδωρ ἐς βάθος μὲν ἥκει καὶ ἑξήκοντα ὀργυιῶν, πλατύνεται δὲ καὶ ὑπερεκχεῖται ἐς σταδίους τετρακοσίους. καὶ ἔχει νήσους Λέσβου τε καὶ Κύρνου μείζονας, καὶ τρέφει κήτη, καὶ ἐκ τῆς τούτων πιμελῆς ἄλειφα ἐργάζονται. εἰσὶ δὲ ἐν αὐτῷ καὶ χελῶναι, καὶ αὐταῖς τὸ χελώνιον πιθάκνης καὶ εἴκοσιν ἀμφορέας δεχομένης οὐ μεῖόν ἐστι. κροκοδείλων δὲ παιδεύει διπλᾶ γένη. καὶ τὰ μὲν αὐτῶν ἥκιστα βλάπτει, τὰ δὲ παμβορώτατα σαρκῶν ἐσθίει καὶ ἀφειδέστατα, καὶ ἔχουσιν ἐπʼ ἄκρου τοῦ ῥύγχους ἐξοχὴν ὡς κέρας. τούτοις τοι καὶ πρὸς τὰς τῶν κακούργων τιμωρίας ὑπηρέταις χρῶνται· τοὺς γὰρ ἐπὶ τοῖς μεγίστοις τῶν ἀδικημάτων ἑαλωκότας ῥίπτουσιν αὐτοῖς, καὶ δημίου δέονται ἥκιστα.
流经印度境内的恒河,在其发源之初深达二十㖊,宽达八十斯塔德;因为它此时仍由本土之水流淌,未与别水相混。然而随着向前奔流,其余河流注入其中并将水流汇入,其深达六十㖊,水面展宽并漫溢至四百斯塔德。河中拥有比莱斯博斯和基尔诺斯更大的岛屿,滋生水怪,人们取其脂肪制成涂剂。河中亦有巨龟,其龟甲不小于能容纳二十双耳罐的大坛。恒河还孕育着两种鳄鱼:其中一种毫无害处,另一种则极贪婪而不加节制地撕食血肉,且吻端长有如角般的突起。人们正利用它们作为惩办凶徒的刑吏:他们将犯有滔天罪行被捕获者抛掷给它们,因而根本无需行刑官。
δέλεαρ δὲ καθιᾶσιν οἱ σοφοὶ τὰ θαλάττια3 τοῖς μὲν σκάροις, ὡς Λεωνίδης φησί, κορίαννα καὶ καρτά, καὶ ἔστιν εὔθηρα ταῦτα καὶ ἑλεῖν ῥᾷστα· προσνεῖ γὰρ αὐτοῖς ὁ σκάρος γοητευόμενος ὥσπερ ἡδύσμασι. φύλλα δὲ τευτλίων αἱρεῖ τὰς τρίγλας· χαίρει γὰρ τῷδε τῷ λαχάνῳ τὸ ζῷον, καὶ διʼ αὐτοῦ ἁλίσκεταί τε καὶ δουλοῦται ῥᾷστα.
精于海事之人,如莱奥尼得斯所言,用芫荽与韭葱垂钓鹦嘴鱼;这些鱼极易捕猎且最易就擒,因为鹦嘴鱼被这香料般的美味所诱惑而游向它们。而甜菜叶则能捕捉羊鱼;因为这种生物喜好此种蔬菜,借由它最易被擒获并降服。
- 12.38πᾶν ὅσον περὶ χειρουργίαν σπουδαῖον καὶ πεπονημένον
中性单数代词短语 πᾶν ὅσον 引导的从句被实质化,充当复数主谓语 γράφουσί τε καὶ πλάττουσι 的主语,集合性地指代“所有在手艺(雕塑与绘画)上用心竭力的人”。
- 12.38ἐμὲ δʼ οὖν περὶ ζῴου λεχθὲν καὶ μὴ λαθὸν οὐκ ἐλύπησεν εἰρημένον
中性分词短语 περὶ ζῴου λεχθὲν καὶ μὴ λαθόν(“关于动物被讲述且未被遗漏之事”)作主语,ἐμέ 为谓语动词 οὐκ ἐλύπησεν 的宾语,句末的 εἰρημένον 则为状语性/述部谓词分词(“被叙述出来”)。这种语序倒装与连续分词使得主干结构较为曲折。
- 12.42οἱ σοφοὶ τὰ θαλάττια
τὰ θαλάττια 为修饰形容词 οἱ σοφοί 的关系宾格(限定宾格),意为“在海洋事务上精明/精通之人(即渔民)”。
