← 克劳狄乌斯·埃利安

论动物的本性

§12.33-12.35

卡庇托尔白鹅与各民族的动物风俗

作者记述了凯尔特人夜袭罗马时狗陷入沉默而白鹅发出警报的轶事及由此衍生的罗马习俗,随后罗列了各民族涉及动物的风俗与祭仪,最后提及波斯战争期间克桑提普斯爱犬泅渡追随主人的忠义事迹。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§12.33

φυλάττειν δὲ ἄρα κύνες χηνῶν ἀχρειότεροι, καὶ τοῦτο κατεφώρασαν Ῥωμαῖοι. ἐπολέμουν γοῦν αὐτοῖς οἱ Κελτοί, καὶ πάνυ καρτερῶς ὠσάμενοι αὐτοὺς ἐν αὐτῇ τῇ πόλει ἦσαν, καὶ ᾕρητό γε ὑπʼ αὐτῶν ἡ Ῥώμη πλὴν τοῦ λόφου τοῦ Καπετωλίου· ἦν γὰρ αὐτοῖς οὐκ ἐπιβατὸς ἐκ τοῦ ῥᾴστου. τὰ μὲν οὖν δοκοῦντα δέξασθαι οἷά τε χωρία τοὺς ἐπιόντας σὺν ἐπιβουλῇ, ἐπέφρακτο μέντοι ταῦτα. ἦν δὲ ὁ χρόνος, καθʼ ὃν Μάρκος Μάλλιος ὑπατεύων τὸν λόφον τὸν προειρημένον ἐγχειρισθέντα οἱ διεφύλαττεν. οὗτός τοι καὶ τὸν υἱὸν ἀριστεύσαντα μὲν ἀνέδησε στεφάνῳ, ὅτι δὲ ἐκ τῆς ἑαυτοῦ μετῆλθε τάξεως, ἀπέκτεινεν.1 ἐπεὶ δὲ οἱ Κελτοὶ πανταχόθεν ἄβατα ἐθεώρουν εἶναί σφισι, τῆς νυκτὸς τὸ ἄκρατον ἔκριναν ἐλλοχήσαντες εἶτα ἐπιθέσθαι καθεύδουσι βαθύτατα, ἔσεσθαι δὲ ἐπιβατὰ ἑαυτοῖς ἤλπισαν κατά τε τὸ ἀφύλακτον καὶ ἔνθα ἠρεμία ἦν, τῶν Ῥωμαίων πεπιστευκότων μὴ ἂν ἐντεῦθεν ἐπιθέσθαι τοὺς Γαλάτας.2 καὶ μέντοι καὶ ἐκ τούτων ἀκλεέστατα ἐλήφθη ἂν καὶ αὐτὸς καὶ ἡ ἄκρα τοῦ Διός, εἰ μὴ χῆνες παρόντες ἔτυχον· οἱ μὲν γὰρ κύνες πρὸς τὴν ῥιφεῖσαν τροφὴν κατεσιώπησαν, ἴδιον δὲ ἄρα χηνῶν πρὸς τὰ ῥιπτούμενα ἐς ἐδωδήν σφισι βοᾶν καὶ μὴ ἀτρεμεῖν. οὐκοῦν ἀνέστησάν τε τὸν Μάλλιον ἀνακλάγξαντες καὶ τὴν περικειμένην φυλακήν. ταῦτά τοι τίνουσι δίκας οἱ κύνες παρὰ Ῥωμαίοις καὶ νῦν ἀνὰ πᾶν ἔτος προδοσίας ἀρχαίας μνήμῃ, τιμᾶται δὲ χὴν τεταγμέναις ἡμέραις, καὶ ἐν φορείῳ πρόεισιν εὖ μάλα πομπικῶς.

事实证明,在看家护院方面,狗比鹅更为无用,而罗马人查明了这一点。无论如何,凯尔特人曾向他们发动战争,极其强劲地击退他们并攻入了城内;除卡比托利欧山丘外,罗马城已被他们攻陷,因为对于他们而言,该山丘绝非轻而易举便能攀登。因此,那些看似能容袭击者借阴谋攻入的地点,确实筑有了防御工事。当时正是马尔库斯·曼利乌斯担任执政官、守卫受托于他的上述山丘之时。正是此人,为其立下卓越战功的儿子戴上花冠,却又因其擅离自己的队列而将他处死。凯尔特人眼见四处皆无法攀登,便决定在深夜设伏,而后在守军沉睡之际发动袭击;他们期望能在无人防守且一片寂静之处登攀,因为罗马人确信高卢人绝不会从该处进攻。事实上,若非当时碰巧有鹅在场,凭借这些手段,他本人连同朱庇特的卫城都将极其不光彩地被攻陷。因为狗因被投喂食物而沉默不语,鹅的特性却偏偏是在面对被抛来充当食粮之物时大声喧叫而不肯安静。因此,它们引吭高叫,唤醒了曼利乌斯及周遭的卫队。正因如此,由于古老背叛的记忆,在罗马人那里狗至今每年都要受罚,而鹅则在特定的日子受到尊崇,极其隆重地乘轿巡游。

§12.34

καὶ ταῦτα μέντοι ὑπὲρ ζῴων εἰπεῖν οὐκ ἔστιν ἀπὸ μούσης. Σκύθαι ξύλων ἀπορίᾳ ἅτινα ἂν καταθύσωσι τοῖς αὐτῶν ὀστοῖς ἕψουσι. Φρύγες δὲ ἐὰν παρʼ αὐτοῖς τις ἀροτῆρα ἀποκτείνῃ βοῦν, ἡ ζημία θάνατος αὐτῷ. Σαγαραῖοι δὲ τῇ Ἀθηνᾷ καμήλων ἀγῶνα ὅσα ἔτη σὺν αἰδοῖ τῇ τῆς θεοῦ ἐπιτελοῦσι, γίνονται δὲ ἄρα παρʼ αὐτοῖς αὗται δρομικώταταί τε ἅμα καὶ ὤκισται. Σαρακόροι δὲ οὔτε ἀχθοφόρους οὔτε ἀλοῦντας ἔχουσι τοὺς ὄνους ἀλλὰ πολεμιστάς, καὶ ἐπʼ αὐτῶν γε τοὺς ἐνοπλίους κινδύνους ὑπομένουσιν, ὥσπερ οὖν οἱ Ἕλληνες ἐπὶ τῶν ἵππων. ὅστις δὲ ἄρα τῶν παρʼ αὐτοῖς ὄνων ὀγκωδέστερος εἶναι δοκεῖ, τοῦτον τῷ Ἄρει προσάγουσιν ἱερόν. λέγει δὲ Κλέαρχος ὁ ἐκ τοῦ περιπάτου μόνους Πελοποννησίων Ἀργείους ὄφιν μὴ ἀποκτείνειν· ἐν δὲ ταῖς ἡμέραις, ἃς καλοῦσιν ἀρνηίδας οἱ αὐτοί, ἐὰν κύων ἐς τὴν ἀγορὰν παραβάλῃ, ἀναιροῦσιν αὐτόν. ἐν Θετταλίᾳ δὲ ὁ μέλλων γαμεῖν θύων τὰ γαμοδαίσια ἵππον ἐσάγει πολεμιστὴν τὸν χαλινὸν περικείμενον καὶ τὴν ἐνόπλιον σκευὴν καὶ ἐκείνην πᾶσαν· εἶτα ὅταν ἀπὸ τῆς ἱερουργίας γένηται καὶ σπείσῃ, τῇ νύμφῃ τὸν ἵππον ἀπὸ τοῦ ῥυτῆρος ἀγαγὼν παραδίδωσι. τί δὲ νοεῖ τοῦτο Θετταλοὶ λεγέτωσαν. Τενέδιοι δὲ τῷ ἀνθρωπορραίστῃ Διονύσῳ τρέφουσι κύουσαν βοῦν, τεκοῦσαν δὲ ἄρα αὐτὴν οἷα δήπου λεχὼ θεραπεύουσι. τὸ δὲ ἀρτιγενὲς βρέφος καταθύουσιν ὑποδήσαντες κοθόρνους. ὅ γε μὴν πατάξας αὐτὸ τῷ πελέκει λίθοις βάλλεται δημοσίᾳ, καὶ ἔστε ἐπὶ τὴν θάλατταν φεύγει.3 Ἐρετριεῖς δὲ τῇ ἐν Ἀμαρύνθῳ Ἀρτέμιδι κολοβὰ θύουσιν.

此外,述及关于动物的下列事项,亦绝非不合缪斯之道。斯基泰人因缺少木柴,无论献祭何物,皆以牺牲自身的骨头来煮肉。在弗里吉亚人那里,若有人杀死耕牛,其惩罚便是死刑。萨加拉人出于对女神的敬畏,每年为雅典娜举办骆驼竞赛,而在他们那里,这些骆驼兼具极强的奔跑能力与极快的速度。萨拉科罗伊人养驴既不用于驮运,亦不用于碾谷,而是作为战畜,他们正如同希腊人骑马一般,骑在驴背上经受武装战斗的危险。在他们那里的驴中,凡被认为更为魁梧高大者,他们便将其作为圣物献给阿瑞斯。逍遥派学者克勒阿科斯说,伯罗奔尼撒人中唯有阿哥斯人不杀蛇;但在他们称为阿耳内伊德斯节的日子里,若有狗闯入集市,他们便将其扑杀。在色萨利,将要成婚者在献上婚礼祭品时,会牵来一匹佩戴着马辔及整套武装马具的战马;随后,当祭祀完毕并奠酒之后,他牵着缰绳将马带至新娘面前并交给她。此举意为何在,且由色萨利人言明。忒涅多斯人为了嗜杀人类的狄奥尼索斯而饲养一头怀胎的母牛,待其产犊后,便如同照料产妇一般侍奉它。接着,他们为初生牛犊穿上高统软靴并将其献祭;而用斧头砍击牛犊者,则遭到公众以石块投掷,一路逃至海边。厄瑞特里亚人则在阿玛律恩托斯向阿耳忒弥斯献祭肢体残缺的牺牲。

§12.35

πέπυσμαι δὲ πρὸς τοῖς ἤδη μοι προειρημένοις κύνας γενέσθαι φιλοδεσπότους Ξανθίππου τοῦ Ἀρίφρονος. μετοικιζομένων γὰρ τῶν Ἀθηναίων ἐς τὰς ναῦς, ἡνίκα τοῦ χρόνου ὁ Πέρσης τὸν μέγαν πόλεμον ἐπὶ τὴν Ἑλλάδα ἐξῆψε, καὶ ἔλεγον οἱ χρησμοὶ λῷον εἶναι τοῖς Ἀθηναίοις τὴν μὲν πατρίδα ἀπολιπεῖν, ἐπιβῆναι δὲ τῶν τριήρων, οὐδὲ οἱ κύνες τοῦ προειρημένου ἀπελείφθησαν, ἀλλὰ συμμετῳκίσαντο τῷ Ξανθίππῳ, καὶ διανηξάμενοι ἐς τὴν Σαλαμῖνα ἀπέσβησαν. λέγετον δὲ ἄρα ταῦτα Ἀριστοτέλης καὶ Φιλόχορος.

我还获悉,除我先前所述之外,阿里弗隆之子克桑提普斯的狗十分忠于主人。因为当波斯人针对希腊点燃大战之火、神谕宣称雅典人弃绝祖国并登上三列桨座战船更为有利之时,雅典人迁居至战船上,上述之人的狗亦未被遗弃,而是与克桑提普斯一同迁徙,并游过海峡到达萨拉米斯后气绝身亡。亚里士多德与菲洛科罗斯均记述了此事。

语法注3 条
  1. 12.33ὅτι δὲ ἐκ τῆς ἑαυτοῦ μετῆλθε τάξεως, ἀπέκτεινεν

    前一分句(τὸν υἱὸν ἀριστεύσαντα μὲν ἀνέδησε στεφάνῳ)中的宾语 τὸν υἱόν 同样作为主动词 ἀπέκτεινεν 的承前省略宾语。连词 ὅτι 引导原因从句(“因为他脱离了自己的队列”),通过 μὲν 与 ὅτι δὲ 的对比,鲜明地突出了对儿子立功的奖赏与对违犯军纪的无情惩罚之间的强烈反差。

  2. 12.33τῶν Ῥωμαίων πεπιστευκότων μὴ ἂν ἐντεῦθεν ἐπιθέσθαι τοὺς Γαλάτας

    在独立属格结构(τῶν Ῥωμαίων πεπιστευκότων)之内,不定式 ἐπιθέσθαι 带有表示潜在或可能性的助词 ἄν,相当于直接引语中的“οὐκ ἂν ἐπίθοιντο”(他们大概不会进攻)。否定词采用 μή,属于表达信念或断定的动词所引出的间接引语不定式从句的规范用法。

  3. 12.34καὶ ἔστε ἐπὶ τὴν θάλατταν φεύγει

    词语 ἔστε 本通常作为引导时间从句的连词(意为“直到”),但在此处它与介词短语 ἐπὶ τὴν θάλατταν 直接连用,表示空间界限(“一路逃至海边”)。这种准介词/副词性用法明确表达了逃亡者直至抵达海岸为止的持续逃奔状态。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0545.tlg001.humanitext-grc2:12.33-12.35