- 底本
- Aelian. Claudii Aeliani De Natura Animalium Libri xvii, Vol. 1. Hercher, Rudolf, editor. Leipzig: Teuber, 1864.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0545.tlg001.humanitext-grc2:12.31-12.32
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者借斯巴达王室先祖依据神谕缔结婚姻的故事阐明了解动物天性的重要性,继而叙述了印度的各种毒蛇、解毒草药,以及杀过人的毒蛇遭大地拒纳而终身流亡的传说。
τὰ δὲ ἴδια τῶν ζῴων εἰδέναι οὐδὲ θεοὶ ὑπερορῶσιν. ἀκούω γοῦν Εὐρυσθένην καὶ Προκλέα τοὺς Ἀριστοδήμου τοῦ Ἀριστομάχου τοῦ Κλεόδα τοῦ Ὕλλου τοῦ Ἡρακλέους παῖδας βουλομένους ἄγεσθαι γυναῖκας ἐλθόντας ἐς Δελφοὺς τὸν θεὸν ἐρέσθαι τίνι ἂν κηδεύσαντες Ἑλλήνων ἢ βαρβάρων εἶτα μέντοι καλῶς καὶ εὐβούλως γῆμαι δόξαιεν,1 τὸν δὲ θεὸν αὐτοῖς ἀποκρίνασθαι ἐπανιέναι μὲν ἐς Λακεδαίμονα, ὑποστρέφειν δὲ κατὰ τὴν ὁδὸν ταύτην, καθʼ ἣν καὶ ἀφίκοντο. ἐν ᾗ δʼ ἂν αὐτοῖς χώρᾳ τὸ ἀγριώτατον ἀπαντήσῃ ζῷον φέρον τὸ πραότατον, ἐνταῦθά τοι ἁρμόσασθαι γάμους· οὕτω γὰρ αὐτοῖς ἔσεσθαι λῷον. καὶ οἳ μὲν ἐπείθοντο, γίνονται δὲ κατὰ τὴν Κλεωναίων χώραν, ἐντυγχάνει δὲ αὐτοῖς λύκος φέρων ἄρνα ἔκ τινος ποίμνης αὐτὸν συνηρπακώς. συνέβαλον οὖν ἐκεῖνοι λέγειν ταῦτα τὰ ζῷα τὸν χρησμόν, καὶ ἡρμόσαντο τὰς Θερσάνδρου τοῦ Κλεωνύμου θυγατέρας δοκίμου ἀνδρός. εἰ δὲ οἱ θεοὶ ἴσασι τὸ ἡμερώτατον ζῷον καὶ τὸ ἀγριώτατον, οὐδὲ ἡμῖν ἐκμελὲς τὰς φύσεις αὐτῶν εἰδέναι.
甚至连众神也不轻视对动物独特习性的了解。无论如何,我听说赫拉克勒斯之子许罗斯、其子克勒奥达斯、其子阿里斯托马科斯、其子阿里斯托德摩斯的儿子们欧律斯忒涅斯与普罗克勒斯,因意欲迎娶妻子而前往德尔斐,询问神明他们应当与希腊人还是异族人的何人结亲,才能被认为婚姻美满且明智。神回答他们说,应当返回拉刻代蒙,并原路返回他们前来的那条道路;在何处有最凶猛的动物带着最温顺的动物与他们相遇,他们就应当在何处缔结婚姻,因为如此对他们而言将更为有利。他们遵从了神谕,行至克勒奥奈人的地界时,一只从某处羊群中掳掠了一只羊羔并叼着它的狼与他们相遇。于是他们推断出神谕所指的正是这些动物,便迎娶了显贵之士克勒奥纽莫斯之子塞尔珊德的女儿们。假若众神尚且深知最温顺与最凶猛的动物,我们去了解它们的天性亦绝非无关紧要之事。
ἡ Ἰνδῶν γῆ φέρει πολλὰ καὶ ποικίλα. καὶ τὰ μὲν εὐδαίμονός ἐστι καὶ θαυμαστῆς μαρτύρια φορᾶς, τὰ δὲ οὐκ ἀξιόζηλα οὐδὲ οἷα ἐπαινεῖν ἢ ποθεῖν ἄξια. καὶ ὑπὲρ μὲν τῶν λυσιτελῶν ἢ ἁβρῶν τε καὶ πολυτελῶν τὰ μὲν εἶπον, τὰ δὲ εἰρήσεται σὺν τοῖς θεοῖς· τὸ δὲ νῦν ἔχον ὅπως ὠδῖνα ὄφεων ἡ γῆ ἐπιδείκνυται εἰπεῖν ὥρμημαι. πολλοὺς τίκτει καὶ διαφόρους, καὶ τὸ λειφθὲν τοῖς ἀπείροις ἄπειρον.2 οὗτοι οὖν οἱ ὄφεις καὶ ἀνθρώπους καὶ τὰ ἄλλα ζῷα ἀδικοῦσι. τίκτει δὲ ἡ αὐτὴ γῆ καὶ πόας τῶν δηγμάτων ἀμυντηρίους, ἔχουσί τε αὐτῶν τὴν ἐμπειρίαν τε καὶ σοφίαν οἱ ἐπιχώριοι, καὶ ποῖον φάρμακον ὄφεως τίνος ἀντίπαλόν ἐστι κατεγνώκασι, καὶ ἀμύνουσιν ὡς ὅτι τάχιστα ἀλλήλοις, ἐπιτεμέσθαι πειρώμενοι τὴν τοῦ ἰοῦ κατὰ τοῦ σώματος ἐπινομὴν ὀξυτάτην τε οὖσαν καὶ ὠκίστην. καὶ ταῦτα μὲν αὐτοῖς ἐς ἐπικουρίαν τὴν ἀναγκαίαν καὶ μάλα εὐπόρως ἀνίησιν ἡ χώρα καὶ ἀφθόνως· ὄφις δὲ ὃς ἂν ἀποκτείνῃ ἄνθρωπον, ὡς Ἰνδοὶ λέγουσιν ʽκαὶ μάρτυρας ἐπάγονται Λιβύων πολλοὺς καὶ τοὺς περὶ Θήβας οἰκοῦντας Αἰγυπτίωνʼ, οὐκέτι καταδῦναι καὶ ἐσερπύσαι ἐς τὴν ἑαυτοῦ οἰκίαν ἔχει,3 τῆς γῆς αὐτὸν μὴ δεχομένης, ἀλλʼ ἐκβαλλούσης τῶν οἰκείων ὡς ἂν εἴποις φυγάδα κόλπων. ἀλήτης δʼ ἐντεῦθεν καὶ πλάνης περιέρχεται, καὶ ταλαιπωρεῖται ὑπαίθριος καὶ διὰ τοῦ θέρους καὶ διὰ τοῦ χειμῶνος, καὶ οὔτε ἔτι σύννομος αὐτῷ πρόσεισιν, οὔτε οἱ ἐξ αὐτοῦ γεννώμενοι γνωρίζουσι τὸν πατέρα. τιμωρία μὲν δὴ καὶ τοῖς ἀλόγοις ἐπʼ ἀνδροφονίᾳ παρὰ τῆς φύσεως τοιάδε ἐδείχθη, προνοίᾳ τοῦ θείου, κατά γε τὴν μνείαν τὴν ἐμήν· εἴρηται δὲ ἐς παίδευσιν τῷ συνιέντι.
印度之地出产众多而繁杂的事物。其中有些是丰饶与奇妙产物的见证,另一些则不值得艳羡,亦不值得称赞或渴求。关于那些有用、娇美而贵重之物,有的我已述及,有的在众神庇佑下亦将言明;而眼下,我决意讲述大地如何显露其所育的蛇类。它孕育出众多而形色各异的蛇,对未曾见识者而言,未见之物更是不计其数。因此,这些蛇伤害人类与其他动物。然而同一片土地亦出产防御蛇毒咬伤的草药,当地人掌握着关于这些草药的经验与智慧,深知何种药物克制何种蛇,并尽可能迅速地互施救援,力图遏制蛇毒在体内极其剧烈且迅猛的扩散。这片土地极其容易且丰沛地滋生出这些草药,为他们提供所必需的救助。但无论哪条蛇杀害了人类,正如印度人所言——他们还引证了许多利比亚人以及居住在底比斯附近的埃及人作为见证——它就再也无法潜藏并爬回自己的巢穴,因为大地不再接纳它,而是仿佛将其作为逃亡者逐出自己的怀抱。自此它沦为漂泊者与浪子,在野外四处流浪,在整个夏季与冬季都受尽折磨,既不再有伴侣靠近它,其所生的后代亦不认其父。至少据我所记,由于神明的眷顾,大自然正是连对言语未启的禽兽也降下了如此因杀人而受的惩罚;而述及此事,乃是为了教益明理之人。
- 12.31τίνι ἂν κηδεύσαντες Ἑλλήνων ἢ βαρβάρων εἶτα μέντοι καλῶς καὶ εὐβούλως γῆμαι δόξαιεν
由 τίνι 引导的间接疑问句中,分词 κηδεύσαντες 具有条件含义(“若与何人结亲”),与带有 ἄν 的潜能希求法 δόξαιεν(“会被认为”)相配合。εἶτα μέντοι 则加强了这一动作后的结果关系(“进而”、“从而”)。
- 12.32καὶ τὸ λειφθὲν τοῖς ἀπείροις ἄπειρον
中性分词短语 τὸ λειφθέν(“剩余者 / 未知者”)作主语,表语形容词 ἄπειρον(“无限的”)与形容词 ἄπειρος(“无经验的 / 不熟悉的”)的与格复数 τοῖς ἀπείροις 构成了辞格上的同音异义双关(paronomasia),意为“对于没有经验的人而言,所余留未见者亦不可胜数”。
- 12.32οὐκέτι καταδῦναι καὶ ἐσερπύσαι ἐς τὴν ἑαυτοῦ οἰκίαν ἔχει
动词 ἔχω 接不定式(καταδῦναι, ἐσερπύσαι)表示“能够”(相当于 δύναμαι),与否定词 οὐκέτι 连用表示“不再能够潜藏与爬入”。其主语是前文的 ὄφις ὃς ἂν ἀποκτείνῃ ἄνθρωπον。
