- 底本
- Aelian. Claudii Aeliani De Natura Animalium Libri xvii, Vol. 1. Hercher, Rudolf, editor. Leipzig: Teuber, 1864.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0545.tlg001.humanitext-grc2:12.28-12.30
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者叙述了鸟类与鱼类随季节发生的体色与鸣叫变化,随后记载了布巴斯提斯及各地圣所与河流中蓄养的驯良鱼类,以及关于拉布兰达宙斯与美索不达米亚神圣泉水的传说。
ἡ ἀηδὼν διὰ τοῦ θέρους καὶ τὴν χρόαν ἐκτρέπει ἐς εἶδος ἕτερον, καὶ μεταβάλλει τὸ φώνημα· οὐ γὰρ ᾅδει πολυήχως καὶ ποικίλως, ἑτέρως δὲ ἤπερ οὖν διὰ τοῦ ἦρος. κόσσυφος δὲ θέρους μὲν ᾅδει, χειμῶνος δὲ παταγεῖ καὶ τεταραγμένον φθέγγεται, καὶ τὴν χρόαν ὡς στολὴν μεταμφιεσάμενος ἀπὸ τοῦ πρόσθεν μέλανος ὑπόξανθός ἐστιν.1 ἥ γε μὴν κίχλη χειμῶνός ἐστι ψαροτέρα ἰδεῖν, θέρους δὲ τὸν αὐχένα ποικίλον ἐπιδείκνυσι. καὶ ἰχθῦς δὲ τὴν χρόαν μεταβλητικοὶ οἵδε, κίχλαι τε καὶ κόσσυφοι καὶ φυκίδες τε καὶ μαινίδες. οἱ δὲ θῶες, ὡς Ἀριστοτέλης λέγει, διὰ μὲν τοῦ θέρους εἰσὶ ψιλοί, δασεῖς δὲ διὰ τοῦ χειμῶνος.
夜莺在夏季将体色变作另一番模样,亦改变自己的鸣声;因为它不再如春季那般歌声婉转而多变,而是以完全不同的方式鸣叫。乌鸫在夏季歌唱,但在冬季却发出杂乱吵闹的鸣响,且如同更换衣袍一般褪去先前的黑色,变得略带枯黄。至于鸫鸟,在冬季看起来斑点较多,在夏季则颈部显出斑斓的花纹。以下鱼类亦会改变体色:海鸫、海乌鸫、褐海猪鱼与马尾鱼。正如亚里士多德所言,豺狼在夏季毛发稀疏,在冬季则长得浓密。
ἐν Βουβάστῳ δὲ τῇ Αἰγυπτίᾳ λίμνη ἐστί, καὶ τρέφει σιλούρων πάμπολυ πλῆθος, καὶ χειροήθεις εἰσὶν οὗτοί γε καὶ ἰχθύων πραότατοι. καὶ ἐμβάλλουσιν αὐτοῖς ἄρτων τρύφη, οἳ δὲ ἀνασκιρτῶσι καὶ πηδῶντες ἄλλος πρὸ ἄλλου τὰς ἐμβαλλομένας τροφὰς ἐκλέγουσι. γίνεται δὲ ἄρα ὁ ἰχθὺς ὅδε καὶ ἐν ποταμοῖς, ὥσπερ οὖν ἐν τῷ Κύδνῳ τῷ Κιλικίῳ· βραχὺς δὲ οὗτός ἐστι τὸ μέγεθος. τὸ δὲ αἴτιον, οὐ τρέφει τοῦτον ἀφθόνως διειδὲς νᾶμα καὶ καθαρὸν καὶ προσέτι καὶ ψυχρόν ʽτοιοῦτος δὲ ὁ Κύδνος ἐστίʼ, τεθολωμένῳ δὲ καὶ ἰλύος μεστῷ φιληδεῖ μᾶλλον καὶ ἐνταῦθα πιαίνεται. Πύραμος δὲ καὶ Σάρος τρέφουσι τούτων ἁδροτέρους, καὶ οὗτοι δὲ Κίλικές εἰσιν. εἶεν δʼ ἂν οἱ αὐτοὶ τρόφιμοι καὶ Ὀρόντου τοῦ Σύρων, καὶ μέντοι καὶ Πτολεμαῖος ποταμὸς μεγίστους τρέφει, καὶ λίμνη δὲ ἡ Ἀπαμεῖτις.
在埃及的布巴斯提斯有一座湖泊,滋养着数量极为庞大的巨鲶,它们性情驯良,是鱼类中最温和者。人们向它们投掷面包屑,它们便欢跃而起,争先恐后地跳跃着拣食投下的食物。这种鱼亦产于河流中,正如奇里乞亚的屈德诺斯河中那般;但那里的个体体型细小。其原因在于,清澈、纯净且冰凉的流水——屈德诺斯河正是如此——无法使其获得充裕的滋养,它反而更嗜好浑浊而充满泥沙的水质,并在彼处变得肥硕。皮拉摩斯河与萨洛斯河滋养着更为粗壮的此类鱼,而这两条河流亦位于奇里乞亚。叙利亚的奥龙特斯河所孕育的亦当属同类,而托勒密河与阿帕梅亚湖更能滋养体型最大者。
χειροήθεις δὲ ἰχθῦς καὶ ὑπακούοντες τῇ κλήσει καὶ τροφὰς ἀσμένως δεχόμενοι πολλαχόθι καὶ εἰσὶ καὶ τρέφονται, ὥσπερ οὖν καὶ ἐν Ἠπείρῳ ἐν ἐστῶτι μὲν τῇ πόλει, ἣν ἐκάλουν πάλαι Στεφανήπολιν, ἐν τῷ νεῷ τῆς Τύχης ἐν ταῖς παρʼ ἑκάτερα ἀνιόντων2 δεξαμεναῖς, καὶ ἐν Ἑλώρῳ δὲ τῆς Σικελίας, ὅπερ ἦν πάλαι Συρακοσίων φρούριον, καὶ ἐν τῷ ἱερῷ δὲ τοῦ Λαβρανδέως Διὸς ἐν κρήνῃ διειδοῦς νάματος, καὶ ἔχουσιν ὁρμίσκους χρυσοῦς καὶ ἐλλόβια, χρυσᾶ μέντοι καὶ ταῦτα. ἀφέστηκε δὲ ὁ νεὼς τοῦ Διὸς τοῦδε τῆς Μυλασέων πόλεως σταδίους ἑβδομήκοντα. τὸ δὲ ἄγαλμα ξίφος παρήρτηται,3 καὶ τιμᾶται καλούμενος Κάριός τε καὶ Στράτιος· πρῶτοι γὰρ οἱ Κᾶρες ἀγορὰν πολέμου ἐπενόησαν, καὶ ἐστρατεύσαντο ἀργυρίου,4 ὄχανά τε ταῖς ἀσπίσι προσήρτησαν, καὶ λόφους ἐνέπηξαν τοῖς κράνεσιν. ἐκλήθησαν δὲ τὸ ὄνομα τοῦτο ἀπὸ Καρὸς τοῦ Κρήτης καὶ Διός· Ζεὺς δὲ Λαβρανδεὺς ὕσας λάβρῳ καὶ πολλῷ τὴν ἐπωνυμίαν τήνδε ἠνέγκατο. καὶ ἐν Χίῳ δὲ ἐν τῷ καλουμένῳ Γερόντων λιμένι τιθασῶν ἰχθύων πλῆθός ἐστιν, οὕσπερ οὖν ἐς παραμυθίαν τοῦ γήρως τοῖς πρεσβυτάτοις οἱ Χῖοι τρέφουσι. καὶ ἐν τῇ γῇ δὲ τῇ τῶν ποταμῶν τοῦ τε Εὐφράτου καὶ τοῦ Τίγρητος μέσῃ πηγὴ ὑμνεῖται καὶ ἐς βυθὸν διειδὴς εἶναι καὶ ἐκβάλλειν ὕδωρ ἰδεῖν λευκόν, καὶ γίνεται ποταμὸς τ̔??ʼ ἐκπῖπτον ὄνομα Ἀβόρρας. ἐπᾴδουσί τε τῷ ὀνόματι οἱ ἐπιχώριοι καὶ λόγον ἱερόν, καὶ ἔστιν ὁ λόγος, ἡ Ἥρα μετὰ τοὺς γάμους τοῦ Διὸς ἐνταῦθα ἀπελούσατο, ὥς φασι Σύροι, καὶ ἐς νῦν ὁ χῶρος εὐωδίαν ἀναπνεῖ, καὶ πᾶς ὁ ἀὴρ κύκλῳ ταύτῃ κίρναται. καὶ ἐνταῦθα σκιρτῶσιν ἰχθύων πράων ἀγέλαι.
在许多地方都有驯顺、听从呼唤且欣然接纳食物的鱼类繁衍生息:正如在厄庇鲁斯那座昔日被称为斯特法内波利斯的城镇中,在幸运女神殿拾级而上者两旁的水池里;又如在西西里的赫罗罗斯,那里旧时曾是叙拉古人的要塞;再如在拉布兰达宙斯的圣域中清澈泉流的水池里,它们佩戴着金色的项圈与耳环,这些饰物亦皆为纯金所制。这座宙斯神庙距离穆拉萨城有七十斯塔德。神像侧身佩剑,被称为卡里亚之神及战阵之神而受人崇敬;因为卡里亚人最先构想出了战争的买卖,为了金钱充当雇佣兵,给盾牌装上握把,并将羽饰插于头盔之上。他们因克里特与宙斯之子卡尔而得此名称;而拉布兰达宙斯则因降下猛烈而倾盆的大雨而获得此称号。在希俄斯岛被称为长者港的地方,亦有大群驯良的鱼,希俄斯人饲养它们恰是为了抚慰风烛残年的最年长者。在底格里斯河与幼发拉底河之间的土地上,有一处泉水备受赞颂,其深可见底,涌出的泉水望之皎白,奔流而出的水体汇成一条名为阿博拉斯的河流。当地人为此名称附会了一个神圣传说,据叙利亚人所言,传说是赫拉在与宙斯成婚之后曾在此沐浴,直至今日该处仍散发着芬芳,周遭的空气亦皆弥漫着香气。在彼处亦有一群群温良的鱼儿在水中嬉戏跃动。
- 12.28ἀπὸ τοῦ πρόσθεν μέλανος ὑπόξανθός ἐστιν
介词短语 ἀπὸ τοῦ πρόσθεν μέλανος 表示变化的起点(“由先前的黑色”),与前面的分词短语 τὴν χρόαν ὡς στολὴν μεταμφιεσάμενος(“如换衣袍般变换体色”)相呼应,引出表语形容词 ὑπόξανθος(“微带黄色”)。
- 12.30παρʼ ἑκάτερα ἀνιόντων
现在分词属格复数 ἀνιόντων(“拾级而上的人们的”)依附于介词短语 παρʼ ἑκάτερα(“在……的两侧”),充当指示基准或所有格性质的属格,描绘参诣者步入神庙阶梯两旁的空间布局。
- 12.30τὸ δὲ ἄγαλμα ξίφος παρήρτηται
动词 παρήρτηται 为第三人称单数完成时中动/被动态,此处充当中动态(“佩戴”、“挂在身侧”),直接支配宾格名词 ξίφος 作为其宾语。
- 12.30ἐστρατεύσαντο ἀργυρίου
名词属格 ἀργυρίου 为“代价属格”(genitive of price),表明他们是为了酬劳或金钱而服兵役(即充当雇佣军)。
