← 克劳狄乌斯·埃利安

论动物的本性

§12.21-12.27

救护婴儿的鹰与动物的仁慈之情

埃利安以拯救婴儿吉尔加摩斯的鹰和阿娜伊提斯神庙的驯狮为例阐明动物的温情,并记载了克里特岛狂犬投海以及红海与利比亚诸种水陆生物的形态。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§12.21

ἴδιον δὲ τῶν ζῴων καὶ ἡ φιλανθρωπία. ἀετὸς γοῦν ἔθρεψε βρέφος. καὶ εἰπεῖν τὸν πάντα λόγον ἐθέλω, ὡς ἂν γένηται μάρτυς ὧν προεθέμην. Βαβυλωνίων βασιλεύοντος Σευηχόρου Χαλδαῖοι λέγουσι τὸν γενόμενον ἐκ τῆς ἐκείνου θυγατρὸς τὴν βασιλείαν ἀφαιρήσεσθαι τὸν πάππον.1 τοῦτο ἐκεῖνος πέφρικε, καὶ ἵνα εἴπω τι καὶ ὑποπαίσας Ἀκρίσιος γίνεται ἐς τὴν παῖδα· ἐφρούρει γὰρ πικρότατα. λάθρᾳ δὲ ἡ παῖς ʽἦν γὰρ τοῦ Βαβυλωνίου σοφώτερον τὸ χρεώνʼ τίκτει ὑποπλησθεῖσα ἔκ τινος ἀνδρὸς ἀφανοῦς. τοῦτο οὖν οἱ φυλάττοντες δέει τοῦ βασιλέως ἔρριψαν ἐκ τῆς ἀκροπόλεως· ἦν γὰρ ἐνταῦθα ἀφειργμένη ἡ προειρημένη. οὐκοῦν ἀετὸς τὴν ἔτι τοῦ παιδὸς καταφορὰν ὀξύτατα ἰδών, πρὶν ἢ τῇ γῇ προσαραχθῆναι τὸ βρέφος, ὑπῆλθεν αὐτὸ καὶ τὰ νῶτα ὑπέβαλε, καὶ κομίζει ἐς κῆπόν τινα, καὶ τίθησι πεφεισμένως εὖ μάλα. ὁ τοίνυν τοῦ χώρου μελεδωνὸς τὸ καλὸν παιδίον θεασάμενος ἐρᾷ αὐτοῦ καὶ τρέφει· καὶ καλεῖται Γίλγαμος, καὶ βασιλεύει Βαβυλωνίων. εἰ δέ τῳ δοκεῖ μῦθος τοῦτο, σύμφημι πειρώμενος ἐς ἰσχὺν κατεγνωκέναι αὐτόν· Ἀχαιμένη γε μὴν τὸν Πέρσην, ἀφʼ οὗ καὶ κάτεισιν ἡ τῶν Περσῶν εὐγένεια, ἀετοῦ τρόφιμον ἀκούω γενέσθαι.

对人类的仁爱之心亦是动物的天性。至少有一只鹰曾抚育过一个婴儿。我愿讲完整个故事,以使其成为我所提观点的明证。 在塞维霍罗斯统治巴比伦人时,迦勒底人预言说,他的女儿所生之子将从祖父手中夺取王位。国王闻之悚惧,若我可以说句玩笑话,他对女儿便成了一个阿克里西俄斯;因为他防范得极为严苛。然而少女——因命运之神比巴比伦人更显智慧——怀上一位无名男子的身孕,私下诞下一子。守卫们出于对国王的畏惧,便将婴儿从城堡上扔了下去;因为前述的少女正是被幽禁在彼处。一只鹰以极敏锐的目光注视着孩子下坠之势,在婴儿触地摔碎之前,便疾飞至其身下,以脊背托住它,将其载往某座花园,极为温柔稳妥地安置下来。该处的管护人见到这美丽的孩童,对他满怀爱意并加以抚养;这孩子名叫吉尔加摩斯,后来成为了巴比伦人的君王。若有人认为这是神话,在尽力加以检验之后,我承认已将其否定;然而我亦听闻,波斯贵族世系所源自的波斯人阿契美尼斯,亦曾是一只鹰的乳儿。

§12.22

ἐν δὲ Κρήτῃ Ῥοκκαίας οὕτως Ἀρτέμιδος καλεῖται νεώς. ἐνταῦθα οἱ κύνες λυττῶσιν ἰσχυρῶς. ἐς ταύτην οὖν ὅταν τὴν νόσον ἐμπέσωσιν, εἶτα μέντοι ἑαυτοὺς ἐκ τῆς ἄκρας ἐπὶ τὴν κεφαλὴν ὠθοῦσιν ἐς τὴν θάλατταν.

在克里特岛有一座被称为罗卡伊亚阿尔忒弥斯的神庙。那里的狗狂犬病发作得极为剧烈。因此,每当它们陷入这种疾患,便径直从海岬处头朝下纵身跳入海中。

§12.23

ἐν τῇ Ἐλυμαίᾳ χώρᾳ νεώς ἐστιν Ἀναΐτιδος, καί εἰσιν ἐνταυθοῖ τιθασοὶ λέοντες, καὶ τοὺς ἐς τὸν νεὼν παριόντας ἀσπάζονταί τε καὶ σαίνουσι. καὶ εἰ καλοίης ἐσθίων, οἳ δὲ ὡς κλητοὶ δαιτυμόνες ἔρχονται,2 καὶ ὅσα ἂν ὀρέξῃς λαβόντες εἶτα ἀπίασι σωφρόνως τε καὶ κεκοσμημένως.

在埃利迈斯地区有一座阿娜伊提斯神庙,那里蓄养着驯良的狮子,它们迎接着进入神殿的人们并摇尾示好。若你在进食时呼唤它们,它们便如受邀的宾客般走来,接受了你所递予的一切之后,便庄重而有条不紊地退去。

§12.24

ἐν τῇ θαλάττῃ τῇ Ἐρυθρᾷ ἰχθὺς γίνεταί φασι, καὶ ὄνομα αὐτῷ ὑγρὸς φοίνιξ, καὶ γραμμὰς ἔχει μελαίνας, καὶ μεταξὺ τούτων κυαναῖς σταγόσι κατέστικται.

据说在红海中有一种鱼,名字叫水凤凰,它身上带有黑色的条纹,其间布满了青蓝色的斑点。

§12.25

τῷ δὲ σαύρῳ τῷ ἐκεῖθι τὸ μὲν μῆκος τῷ κατὰ τὴν ἡμετέραν γινομένῳ θάλατταν ἴσον ἐστί, ῥάβδοι δὲ αὐτὸν περιέρχονται χρυσῷ προσεικασμέναι ἀπὸ τῶν βραγχίων ἐς τὴν οὐρὰν καθήκουσαι, μέση δὲ αὐτὰς διατέμνει ἀργύρῳ προσεικασμένη. τὸ στόμα δὲ αὐτῷ κέχηνε, καὶ ἡ κάτω γένυς ἐς τὴν ἄνω νεύειν πέφυκε· πρασίνους δὲ ἔχει τοὺς ὀφθαλμούς, βλέφαρα δὲ αὐτοὺς περιέρχεται χρυσοειδῆ. ἔστι δὲ καὶ ὁ χάραξ καλούμενος τῆς αὐτῆς θαλάττης θρέμμα. ἔχει δὲ πτερύγια, καὶ χρυσῷ προσείκασται ὅσα γε ἰδεῖν τὰ παρʼ ἑκάτερα, καὶ νωτιαῖα ὅσα καὶ ταῦτα ἔχει χρυσοειδῆ. κατωτέρω δὲ ἄρα εἰσὶ πορφυραῖ ζῶναι τὴν χρόαν, χρυσοειδὲς δὲ καὶ τὸ οὐραῖόν μοι νόει τοῦ αὐτοῦ, πορφυραῖ δὲ ἄρα στιγμαὶ τοὺς ὀφθαλμοὺς αὐτῷ μέσους ἐς κάλλος γράφουσιν. ὁ δὲ τοξότης ἐν τῇ αὐτῇ θαλάττῃ γινόμενος ἐχίνῳ ὅμοιός ἐστι τὸ εἶδος, κέντρα δὲ ἔχει στερεὰ καὶ μακρά.

那里的蜥鱼在体长上与我们海域中所产者相同,但有宛如黄金的带纹环绕其身,从鱼鳃延展至尾部,正中贯穿一条仿若白银的纹线。它的嘴大张着,下颌天生向上颌反卷;它长着青葱色的眼睛,周围环绕着宛如金质的眼睑。同样生长于该海域的还有一种被称为鳕状鱼的生灵。它生有鳍,两旁的鳍看上去宛若黄金,背鳍亦皆呈金黄色。往下则是紫色的色带,且请设想此鱼的尾鳍亦是金色的;紫色的斑点将它的眼睛中心点缀得格外美丽。产于同片海域的射手鱼在外形上与海胆相似,但生有坚硬而细长的尖刺。

§12.26

αἱ δὲ ὕστριχες αἱ Λιβυκαὶ κεντοῦσί τε τοὺς ἁπτομένους πικρῶς καὶ μέντοι καὶ ὀδύνας ἐνεργάζονται χαλεπάς. καὶ τεθνεώτων δὲ πονηρὰ τὰ ἐκ τῶν ἀκανθῶν νύγματα ἀπαντᾷ, ὥς φασιν.

利比亚的豪猪刺痛触摸它们的人,着实带来剧烈的痛苦。据说即使在它们死后,被其硬刺扎出的伤口亦极其险恶。

§12.27

ἔστι δὲ ἐν τῇ θαλάττῃ τῇ Ἐρυθρᾷ καὶ πίθηκος, οὐκ ἰχθύς, ἀλλὰ σελαχῶδες ζῷον, οὐ μέγα δὲ οὐδὲ τοῦτο. ἔοικέ γε μὴν τῷ χερσαίῳ ὁ θαλάττιος τὴν χρόαν, καὶ τὸ πρόσωπον δὲ πιθηκῶδές οἵ ἐστι. προβέβληται δὲ τοῦ λοιποῦ σώματος ἔλυτρον, οὐκ ἰχθυῶδες, ἀλλὰ ὥς γε τὸ τῆς χελώνης εἶναι.3 ὑπόσιμος δὲ καὶ οὗτος, οἷα δήπου καὶ ὁ χερσαῖος. τὸ δʼ ἄλλο σῶμα πλατὺς κατὰ σχῆμα τὸ τῆς νάρκης, ὡς εἰπεῖν ὄρνιν εἶναι τὰς πτέρυγας ἁπλώσαντα· καὶ νηχόμενός γε ἔοικε πετομένῳ. παραλλάττει δὲ τοῦ χερσαίου καὶ ταύτῃ. κατάστικτός ἐστι, πυρροὶ δέ εἰσίν οἱ κατὰ τοῦ ἰνίου πλατεῖς, ὡς βράγχια. τὸ δὲ στόμα ἐπʼ ἄκρῳ τῷ προσώπῳ ἔχει μακρόν, συμφυῶς τῇ τοῦ χερσαίου πλάσει καὶ κατὰ τοῦτο ὁ ἰχθὺς εἰκασμένος.

在红海中亦有一种猿,并非硬骨鱼类,而是一种软骨鱼,且体型亦不算巨大。然而这种海猿在体色上与陆生猿相似,面容亦似猿类。在身体其余部分前方覆有一层硬壳,不像鱼皮,倒宛如海龟之甲。它亦微塌鼻,正如陆生猿那般。身体其余部分扁平,如电鳐之形,宛如展翅的大鸟;游动之时,恰如凌空飞翔。它在以下方面亦与陆生猿有所区别:周身布满斑点,后颈处的扁宽部分呈红褐色,犹如鱼鳃。它在面部末端生有一张长嘴,这鱼在造型上与陆生猿天然契合,在此处亦与它宛然肖似。

语法注3 条
  1. 12.21τὸν γενόμενον ἐκ τῆς ἐκείνου θυγατρὸς τὴν βασιλείαν ἀφαιρήσεσθαι τὸν πάππον

    动词 ἀφαιρέω 构作表示“剥夺某人的某物”的双宾格结构(表示人的 τὸν πάππον 与表示物的 τὴν βασιλείαν)。在引述间接引语的宾格不定式句结构中,τὸν γενόμενον 作将来时不定式 ἀφαιρήσεσθαι 的主格宾格(语义主语)。

  2. 12.23καὶ εἰ καλοίης ἐσθίων, οἳ δὲ ὡς κλητοὶ δαιτυμόνες ἔρχονται

    在条件句的归结节中,指示代词用法的 οἳ δέ 承前指代前文的“狮子(λέοντες)”作主语。条件从句采用祈愿语气(εἰ καλοίης)表示泛指假设或潜在设想,而归结节采用现在直陈式(ἔρχονται)表示习惯性、客观性的结果,构成混合条件句。

  3. 12.27ἀλλὰ ὥς γε τὸ τῆς χελώνης εἶναι

    短语 ὥς... εἶναι 是具有限制性或绝对用法的副词性不定式结构(“犹如海龟之甲一般”)。它与前文的否定语 ἔλυτρον, οὐκ ἰχθυῶδες 形成对比,以海龟壳作比来界定其保护层(ἔλυτρον)的特质。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0545.tlg001.humanitext-grc2:12.21-12.27