← 克劳狄乌斯·埃利安

论动物的本性

§12.18-12.20

德谟克利特论鹿与牛角的生长机理

本节根据德谟克利特的学说,从体热与血管构造的角度阐释鹿角速生、脱落与再生的生理机制,随后以血管及体液流向解释阉牛、公牛、无角牛及阿拉伯牛在角和头骨构造上的差异。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§12.18

αἰτίαν δὲ ὁ αὐτὸς λέγει τοῖς ἐλάφοις τῆς τῶν κεράτων ἀναφύσεως ἐκείνην εἶναι. ἡ γαστὴρ αὐτοῖς ὥς ἐστι θερμοτάτη ὁμολογεῖ, καὶ τὰς φλέβας δὲ αὐτῶν τὰς διὰ τοῦ σώματος πεφυκυίας παντὸς ἀραιοτάτας λέγει, καὶ τὸ ὀστοῦν τὸ κατειληφὸς τὸν ἐγκέφαλον λεπτότατον εἶναι καὶ ὑμενῶδες καὶ ἀραιόν, φλέβας τε ἐντεῦθεν καὶ ἐς ἄκραν τὴν κεφαλὴν ὑπανίσχειν παχυτάτας. τὴν γοῦν τροφὴν καὶ ταύτης γε τὸ γονιμώτατον ὤκιστα ἀναδίδοσθαι.1 καὶ ἡ μὲν πιμελὴ αὐτοῖς ἔξωθέν φησι περιχεῖται, ἡ δὲ ἰσχὺς τῆς τροφῆς ἐς τὴν κεφαλὴν διὰ τῶν φλεβῶν ἀναθόρνυται. ἔνθεν οὖν τὰ κέρατα ἐκφύεσθαι διὰ πολλῆς ἐπαρδόμενα τῆς ἰκμάδος. συνεχὴς οὖν οὖσα ἐπιρρέουσά τε ἐξωθεῖ τὰ πρότερα. καὶ τὸ μὲν ὑπερίσχον ὑγρὸν ἔξω τοῦ σώματος σκληρὸν γίνεται, πηγνύντος αὐτὸ καὶ κερατοῦντος τοῦ ἀέρος, τὸ δὲ ἔνδον ἔτι μεμυκὸς ἁπαλόν ἐστι. καὶ τὸ μὲν σκληρύνεται ὑπὸ τῆς ἔξωθεν ψύξεως, τὸ δὲ ἁπαλὸν μένει ὑπὸ τῆς ἔνδον ἀλέας. οὐκοῦν ἡ ἐπίφυσις τοῦ νέου κέρατος τὸ πρεσβύτερον ὡς ἀλλότριον ἐξωθεῖ, θλίβοντος τοῦ ἔνδοθεν καὶ ἀνωθεῖν τοῦτο ἐθέλοντος καὶ οἰδάναντος καὶ σφύζοντος, ὥσπερ οὖν ἐπειγομένου τεχθῆναι καὶ προελθεῖν.2 ἡ γάρ τοι ἰκμὰς πηγνυμένη καὶ ὑπανατέλλουσα ἀτρεμεῖν ἀδύνατός ἐστι, γίνεται δὲ καὶ αὐτὴ σκληρὰ καὶ ἐπωθεῖται τοῖς προτέροις. καὶ τὰ μὲν πλείω ἐκθλίβεται ὑπὸ τῆς ἰσχύος τῆς ἔνδον, ἤδη δέ τινα καὶ κλάδοις περισχεθέντα καὶ ἐμποδίζοντα ἐς τὸν ὠκὺν δρόμον ὑπὸ ῥύμης τὸ θηρίον ὠθούμενον ἀπήραξε. καὶ τὰ μὲν ἐξώλισθε, τὰ δὲ ἕτοιμα ἐκκύπτειν ἡ φύσις προάγει.

同一位作者(德谟克利特)说,鹿角重新生长的原因是这样的。他承认鹿的胃极其温热,并说它们贯穿全身的血管最为稀疏多孔,包覆大脑的骨骼极薄、呈膜状且疏松,从那里通往头顶长出极其粗大的血管。因此食物、尤其是其中最富繁殖营养的部分被最迅速地输送上去。他说,脂肪散布在它们的体外,而食物的精华之力则通过血管跃升至头部。鹿角因此从那里生长出来,受到充沛津液的灌润。源源不绝且不断涌入的津液遂将先前的角向外推挤。突出于体外的湿润部分因空气使其凝结角质化而变硬,但仍闭塞于体内的部分则是柔软的。于是,外部由于外界的冷却而变硬,内部则由于内里的温热而保持柔软。因此,新角的生长便将旧角作为异物排挤出去,因为内部之物在挤压并意欲向上推顶,肿胀而搏动,恰似急于降生与脱壳而出一般。盖凝结并从下方生起的津液不可能安止不动,它自身亦渐变坚硬并向先前之物推压。大多数角是因体内的力量被挤压脱落的,但亦有一些角缠绕在树枝上而阻碍了鹿的疾驰,野兽便借着冲力将其撞断折落。旧角就此脱落,大自然则将准备冒头的新角推向前来。

§12.19

οἱ τομίαι βόες ʽΔημόκριτος λέγειʼ, σκολιὰ καὶ λεπτὰ καὶ μακρὰ φύεται τὰ κέρατα αὐτοῖς,3 τοῖς δὲ ἐνόρχοις παχέα τὰ πρὸς τῇ ῥίζῃ καὶ ὀρθὰ καὶ ἐς μῆκος προήκοντα ἧττον. καὶ πλατυμετώπους εἶναι λέγει τούτους τῶν ἑτέρων πολλῷ μᾶλλον· τῶν γὰρ φλεβῶν πολλῶν ἐνταῦθα οὐσῶν, εὐρύνεσθαι τὰ ὀστᾶ ὑπʼ αὐτῶν. καὶ ἡ ἔκφυσις δὲ τῶν κεράτων παχυτέρα οὖσα ἐς πλάτος τὸ αὐτὸ τῷ ζῴῳ μέρος προάγει καὶ ἐκείνη· οἱ δὲ τομίαι μικρὸν ἔχοντες τὸν κύκλον τῆς ἕδρας τῆς τῶν κεράτων πλατύνονται ἧττόν φησιν. οἱ δὲ ἄκερῳ ταῦροι τὸ τενθρηνιῶδες ʽοὕτω δὲ ὀνομάζει Δημόκριτοςʼ ἐπὶ τοῦ βρέγματος οὐκ ἔχοντες ʽεἴη δʼ ἂν τὸ σηραγγῶδες λέγωνʼ ἀντιτύπου τοῦ παντὸς ὄντος ὀστοῦ καὶ τὰς συρροίας τῶν χυμῶν οὐ δεχομένου, γυμνοί τε καὶ ἄμοιροι γίνονται τῶν ἀμυντηρίων. καὶ αἱ φλέβες δὲ αἱ κατὰ τοῦ ὀστοῦ τοῦδε ἀτροφώτεραι οὖσαι, λεπτότεραί τε καὶ ἀσθενέστεραι γίνονται. ἀνάγκη δὲ καὶ ξηρότερον τὸν αὐχένα τῶν ἀκεράτων εἶναι· λεπτότεραι γὰρ καὶ αἱ τούτου φλέβες. ταύτῃ τοι καὶ ἐρρωμέναι ἧττον. ὅσαι δὲ Ἀράβιοι βόες θήλειαι μέν εἰσι τὸ γένος, εὐφυεῖς δὲ τὰ κέρατα, ταύταις ἥ γε πολλὴ ἐπίρροια τῶν χυμῶν φησι τροφὴ τῆς εὐγενοῦς βλάστης τοῖς κέρασίν ἐστιν. ἄκερῳ δὲ καὶ αὗται ὅσαι τὸ δεκτικὸν τῆς ἰκμάδος ὀστοῦν στερεώτερόν τε ἔχουσι καὶ δέχεσθαι τοὺς χυμοὺς ἥκιστον. καὶ συνελόντι εἰπεῖν αὔξης ἡ ἐπιρροὴ αἰτία τοῖς κέρασι· ταύτην δὲ ἄρα ἐποχετεύουσι φλέβες πλεῖσταί τε καὶ παχύταται καὶ ὑγρὸν κύουσαι ὅσον καὶ δύνανται στέγειν.

至于阉牛,德谟克利特说,它们的角生长得弯曲、纤细而长,而未阉割的公牛角根部粗壮、挺直且长度较短。他说,这些未受阉割者的额头亦远比其他牛开阔得多;因为此处血管众多,骨骼便被它们撑宽。而且角基粗大,这本身亦促使动物该部位横向发育宽阔;但他指出,阉牛角座的周长较小,因而额骨扩宽得较少。另一方面,无角的公牛在头顶上没有蜂巢状构造——德谟克利特如此命名,他指的当是多孔海绵状结构——因整个骨头坚实致密且不接受体液的汇入,它们遂光秃无角并丧失了自卫的武器。而沿着这块骨头的血管因缺乏滋养,亦变得更加细弱。无角之牛的颈项亦必然更干燥,因为其颈部的血管同样较细;因此之故,其血脉亦较乏力。至于那些虽属雌性却生有秀美之角的阿拉伯牛,他说,体液的大量流入便是其牛角茁壮生长的养分。而那些接纳津液的骨骼更为坚硬、极难容纳体液的母牛,亦同样无角。简而言之,体液的汇入乃是牛角生长的原因;而极多、极粗且蕴蓄着所能容纳的全部水分的血管,正是输送这一体液的管道。

语法注3 条
  1. 12.18ὤκιστα ἀναδίδοσθαι

    ὤκιστα 是形容词 ὠκύς(迅速)的最高级副词形式(相当于 ὠκύτατα)。该不定式结构表明主语“食物、尤其是其中最富繁殖营养的部分”(τὴν τροφὴν καὶ ταύτης γε τὸ γονιμώτατον)经由疏松的颅骨和粗大血管“最迅速地被输送”至头部。

  2. 12.18θλίβοντος τοῦ ἔνδοθεν καὶ ἀνωθεῖν τοῦτο ἐθέλοντος καὶ οἰδάναντος καὶ σφύζοντος, ὥσπερ οὖν ἐπειγομένου τεχθῆναι καὶ προελθεῖν

    这是一个属格绝对结构,其实质主语是由副词搭配冠词构成的中性名词短语 τὸ ἔνδοθεν(内部之物),统辖并列的分词 θλίβοντος、ἐθέλοντος、οἰδάναντος、σφύζοντος 和 ἐπειγομένου,生动描绘了体内物质向外挤推的力学过程。其中的 τοῦτο 指代前文的“旧角”(τὸ πρεσβύτερον)。

  3. 12.19οἱ τομίαι βόες ʽΔημόκριτος λέγειʼ, σκολιὰ καὶ λεπτὰ καὶ μακρὰ φύεται τὰ κέρατα αὐτοῖς

    句首的 οἱ τομίαι βόες 属于悬垂主格(nominativus pendens)。它作为话题以主格形式置于句首,却并不作谓语动词 φύεται 的主语,而是由后文主句中的与格代词 αὐτοῖς(领有与格)在句法上加以呼应接纳。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0545.tlg001.humanitext-grc2:12.18-12.20