← 克劳狄乌斯·埃利安

论动物的本性

§11.36-11.40

动物的身体特征分类与多肢异形奇观

作者列举了依身体特征划分的动物分类体系,描述了埃及雁保护幼雏的行为,并记述了具有多心、多头、多角、多足等奇异畸形形态的动物事例。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§11.36

ἴδια δὲ ἄρα τῶν ζῴων καὶ ἐκεῖνα. αἱ ἵπποι ἐς ἁρματηλασίαν ἐπιτηδειόταται εἶναι πιστεύονται. πυνθάνομαι δὲ τοὺς ἄνδρας τοὺς πωλευτικοὺς λέγειν ὅτι ἄρα χαίρουσιν ἵπποι λουτρῷ τε καὶ ἀλοιφῇ. ὅτι δὲ καὶ μύρῳ ἐχρίοντο ἵπποι, Σιμωνίδης ἐν τοῖς ἰάμβοις λέγει. Πέρσαι δὲ μετὰ τὴν Κύρου μάχην τὴν ἐν Λυδίᾳ καμήλους τοῖς ἵπποις συντρέφουσι, τὸ δέος τῶν ἵππων τὸ ἐκ τῶν καμήλων ἐς αὐτοὺς ἐξαπτόμενον1 ἐκβάλλειν πειρώμενοι τῇ συντροφίᾳ.

此外,动物所特有的习性还有如下诸端。人们相信母马最适于驾驭战车。而且我从驯马师处获悉,马匹极其喜爱沐浴和涂油。西莫尼德斯在其抑扬格诗篇中亦提及,古时甚至有用香膏涂抹马匹者。在居鲁士于吕底亚之战役后,波斯人便将骆驼与马匹一同饲养,试图通过共同生活,祛除马匹因骆驼而生发出的惊恐。

§11.37

καλεῖται δὲ σελάχια ὅσα οὐκ ἔχει λεπίδας· εἴη δʼ ἂν μύραινα γόγγρος νάρκη τρυγὼν βοῦς γαλεός· δελφὶς φάλαινα φώκη. ταῦτα δὲ ἄρα μόνα τῶν ἐνύδρων ζῳοτοκεῖ. μαλάκια δὲ καλεῖται ὅσα ἀνόστεά ἐστι· καὶ εἴη ἂν πολύπους σηπία τευθὶς ἀκαλήφη. ταῦτά τοι καὶ αἵματος ἄμοιρα καὶ σπλάγχνων ἐστί. μαλακόστρακα δὲ ἀστακοὶ καρίδες καρκίνοι πάγουροι· ἀποδύεται δὲ καὶ τὸ γῆρας ταῦτα. ὀστρακόδερμα δὲ ὄστρεα πορφύραι κήρυκες στρόμβοι ἐχῖνοι κάραβοι. καρχαρόδοντα δὲ λύκος κύων λέων πάρδαλις. ταῦτά τοι καὶ σαρκῶν ἐσθίει. ἀμφόδοντα δὲ ἄνθρωπος ἵππος ὄνος, ἅπερ οὖν καὶ πιμελὴν ἔχει. συνόδοντα δὲ βοῦς πρόβατον αἴξ. χαυλιόδοντα δὲ ὗς ὁ ἄγριος σπάλαξ· τὸν γὰρ ἐλέφαντα οὔ φημι ὀδόντας ἔχειν ἀλλὰ κέρατα. ἔντομα δὲ σφὴξ μέλιττα· λέγουσι δὲ μηδὲ πνεύμονας ἔχειν ταῦτα. ἀμφίβια δὲ ἵππος ποτάμιος ἐνυδρὶς κάστωρ κροκόδειλος. φολιδωτὰ δὲ σαῦρος σαλαμάνδρα χελώνη κροκόδειλος ὄφις· ταῦτα δὲ καὶ τὸ γῆρας ἀποδύεται πλὴν κροκοδείλου καὶ χελώνης. μώνυχα δὲ ἵππος ὄνος. δίχηλα δὲ βοῦς ἔλαφος αἲξ οἶς χοῖρος. πολυσχιδῆ δὲ ἄνθρωπος κύων. στεγανόποδα δὲ καὶ πλατυώνυχα κύκνος χήν. γαμψώνυχα δὲ ἱέρακες ἀετοί. τὴν δὲ τῶν ἄλλων ζῴων ἰδιότητα ἀλλαχοῦ εἶπον.

凡无鳞的鱼类被称为软骨鱼类;这当包括海鳝、海鳗、电鳐、黄貂鱼、蝠鲼、鲨鱼,以及海豚、鲸鱼和海豹。在水生生物中,似乎唯有这些属于胎生。凡无骨之物被称为软体类,章鱼、乌贼、鱿鱼和海葵便属此类。这些生物确实无血且无内脏。甲壳类则有龙虾、小虾、普通蟹和海蟹;它们亦会褪蜕旧皮。贝壳类则有牡蛎、骨螺、凤螺、螺蛳、海胆和刺龙虾。具锯齿的动物有狼、犬、狮、豹;它们确实以肉为食。上下颌皆生齿之动物包括人、马、驴,这些动物亦生有脂肪。上下齿咬合(缺上门齿)者有牛、绵羊和山羊。生有獠牙者为野猪和鼹形鼠;因为我坚称大象所生者非齿,实乃角也。昆虫类包括黄蜂和蜜蜂;人们说它们甚至没有肺。两栖类有河马、水獭、海狸和鳄鱼。生有角鳞的动物有蜥蜴、蝾螈、龟、鳄鱼和蛇;除鳄鱼与龟之外,这些生物亦会褪蜕旧皮。单蹄动物为马和驴。偶蹄动物包括牛、鹿、山羊、绵羊和猪。多趾动物为人与犬。具蹼足及扁爪者为天鹅与鹅。具钩爪者为鹰与雕。至于其他动物之特异性,我已在别处述及。

§11.38

φιλότεκνον δὲ ἄρα ζῷον ἦν καὶ ὁ χηναλώπηξ, καὶ ταὐτὰ τοῖς πέρδιξι δρᾷ. καὶ γὰρ οὗτος πρὸ τῶν νεοττῶν ἑαυτὸν κυλίει, καὶ ἐνδίδωσιν ἐλπίδα ὡς θηράσοντι αὐτὸν τῷ ἐπιόντι·2 οἳ δὲ ἀποδιδράσκουσιν ἐν τῷ τέως. ὅταν δὲ πρὸ ὁδοῦ γένωνται, καὶ ἐκεῖνος ἑαυτὸν τοῖς πτεροῖς ἐλαφρίσας ἀπαλλάττεται.

埃及雁亦是一种极爱幼崽的禽鸟,其行为与山鹑如出一辙。因为这只鸟会在雏鸟面前就地翻滚,向来犯者提供仿佛唾手可得之希望;在此期间,幼鸟便趁机逃遁。而当幼鸟已行至安全路途时,那只〔亲鸟〕亦振羽轻身,飞遁而去。

§11.39

λέγουσι δὲ Αἰγύπτιοι τὸν ἱέρακα ζῶντα μὲν καὶ ἔτι περιόντα θεοφιλῆ ὄρνιν εἶναι, τοῦ βίου δὲ ἀπελθόντα καὶ μαντεύεσθαι καὶ ὀνείρατα ἐπιπέμπειν, ἀποδυσάμενον τὸ σῶμα καὶ ψυχὴν γεγενημένον γυμνήν. λέγουσι δὲ Αἰγύπτιοι καὶ τρίποδα ἱέρακα παρʼ αὐτοῖς φανῆναί ποτε, καὶ ὑγιᾶ δοκοῦσι λέγειν τοῖς πεπιστευκόσιν.

埃及人说,鹰在活着且尚存于世之时是得神眷爱的鸟,但在离开人世之后,因褪去了躯壳而化为赤裸的灵魂,便能宣示神谕并降下梦兆。埃及人还说,曾有一只三足鹰显现于他们当中;而在那些笃信之人看来,他们所言非虚。

§11.40

πέρδικες οἱ Παφλαγόνες δικάρδιοί εἰσιν, ὥσπερ οὖν Θεόφραστος λέγει. καὶ Θεόπομπος λέγει τοὺς ἐν Βισαλτίᾳ λαγὼς διπλᾶ ἥπατα ἔχειν ἕκαστον. λέγει δὲ Ἀπίων, εἰ μὴ τερατεύεται, καὶ ἐλάφους νεφροὺς τέτταρας ἔχειν κατά τινας τόπους. λέγει δὲ ὁ αὐτὸς καὶ κατὰ τὸν Οἴνιδα τὸν Μήνιδος δικέφαλον γέρανον φανῆναι, καὶ εὐθενῆσαι τὴν Αἴγυπτον· καὶ ἐπʼ ἄλλου βασιλέως τετρακέφαλον ὄρνιν, καὶ πλημμυρῆσαι τὸν Νεῖλον ὡς οὔποτε, καὶ καρπῶν ἀφθονίαν γενέσθαι καὶ εὐποτμίαν ληίων θαυμαστήν. τετράκερων δὲ ἔλαφον Νικοκρέων ὁ Κύπριος ἔσχε, καὶ ἀνέθηκε Πυθοῖ καὶ ὑπέγραψε σῆς ἕνεκεν, Λητοῦς τοξαλκέτα κοῦρʼ, ἐπινοίας τήνδʼ ἕλε Νικοκρέων τετράκερων ἔλαφον. καὶ μέντοι καὶ τετράκερω πρόβατα ἐν τῷ τοῦ Διὸς τοῦ Πολιέως ἦν καὶ τρίκερω. ἐγὼ δὲ καὶ πεντάποδα βοῦν ἱερὸν ἐθεασάμην, ἀνάθημα τῷ θεῷ τῷδε ἐν τῇ πόλει τῇ Ἀλεξανδρέων τῇ μεγάλῃ, ἐν τῷ ᾀδομένῳ τοῦ θεοῦ ἄλσει, ἔνθα περσέαι σύμφυτοι σκιὰν περικαλλῆ καὶ ψῦξιν ἀπεδείκνυντο. καὶ ἦν μόσχος ἐνταῦθα τὴν χρόαν κηρῷ προσεικασμένος, καὶ ἐπὶ τοῦ ὤμου πόδα ἀπηρτημένον εἶχε περίεργον μὲν ὅσα ἐπιβῆναι, τέλειον δὲ ὅσα ἐς πλάσιν.3 καὶ ταῦτα μὲν δοκεῖ τῇ φύσει ὁμολογεῖν οὐ πάνυ τι, ἐγὼ δὲ ὅσα ἐς ἐμὴν ὄψιν τε καὶ ἀκοὴν ἀφίκετο εἶπον.

帕夫拉戈尼亚的山鹑生有双心,正如泰奥弗拉斯托斯所言。泰奥彭波斯亦说,比萨尔提亚的野兔每只皆生有双肝。阿皮翁更言(若非他在夸大其词),在某些地方鹿生有四只肾脏。同一著者还记述,在梅尼斯之子奥伊尼斯在位时,曾显现一只双头鹤,埃及遂获繁荣;而在另一位君王统治下,曾显现一只四头之鸟,尼罗河泛滥盛况空前,庄稼极其丰饶,田畴收成奇佳。塞浦路斯的尼科克瑞翁曾获一只四角之鹿,并将其奉献于皮托,题铭曰:“善射之勒托爱子啊,因汝之神意,尼科克瑞翁捕获了此四角之鹿。”不仅如此,在守城之神宙斯的神庙中,亦曾有四角乃至三角之羊。而我自己在亚历山大里亚名城之中,亦亲眼目睹了一头献给此神的五足圣牛,地点正在传颂已久的神明圣苑,此处繁茂并生的佩尔塞亚树投下极美的绿荫与清凉。苑中有一头肤色宛如白蜡的牛犊,其肩头上悬垂着一只足,就踏地行走而言纯属多余,但就造化形态而言却完好无缺。这些事看似不甚符合自然常理,但我已将自己亲眼所见与亲耳所闻悉数道出。

语法注3 条
  1. 11.36τὸ δέος τῶν ἵππων τὸ ἐκ τῶν καμήλων ἐς αὐτοὺς ἐξαπτόμενον

    此句为中心词短语 τὸ δέος τῶν ἵππων(马匹的恐惧,主语属格)后复指冠词 τὸ,由分词短语 τὸ ἐκ τῶν καμήλων ἐς αὐτοὺς ἐξαπτόμενον(源自骆驼并在它们身上引燃/蔓延的)作限定修饰的结构(介词短语 ἐκ τῶν καμήλων 与 ἐς αὐτοὺς 夹在冠词 τὸ 与分词 ἐξαπτόμενον 之间)。动词 ἐξάπτομαι 原意为“着火、蔓延”,在此比喻恐惧情绪的迅速传布。

  2. 11.38ὡς θηράσοντι αὐτὸν τῷ ἐπιόντι

    与格分词 τῷ ἐπιόντι(向来犯者)受到 ὡς 加上将来时分词 θηράσοντι 的修饰,用以表达带给对方的主观预期或虚假期望(“仿佛即将捕获它一样”),整句作动词短语 ἐνδίδωσιν ἐλπίδα(提供希望)的承受对象与内容补足语。

  3. 11.40ὅσα ἐπιβῆναι, τέλειον δὲ ὅσα ἐς πλάσιν

    中性复数宾格关系代词 ὅσα 在此作限制性/副词性用法(“就……而言”)。前半句为 ὅσα 接不定词 ἐπιβῆναι(“就踏地而言”),用以限定修饰 περίεργον(多余的);后半句为 ὅσα 接介词短语 ἐς πλάσιν(“就形态造化而言”),用以限定修饰 τέλειον(完整的),构成对称对仗。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0545.tlg001.humanitext-grc2:11.36-11.40