- 底本
- Aelian. Claudii Aeliani De Natura Animalium Libri xvii, Vol. 1. Hercher, Rudolf, editor. Leipzig: Teuber, 1864.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0545.tlg001.humanitext-grc2:11.4-11.9
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本节列举了圣所中动物所呈现的诸种奇特习性,包括驯顺听从女祭司的牛只、辨识希腊人的神犬、在潘神与阿波罗圣域中寻求庇护的走兽,以及因应祭祀与祈愿的苍蝇和猎物。
τὴν Δήμητρα Ἑρμιονεῖς σέβουσι, καὶ θύουσιν αὐτῇ μεγαλοπρεπῶς τε καὶ σοβαρῶς, καὶ τὴν ἑορτὴν Χθόνια καλοῦσι. μεγίστας γοῦν ἀκούω βοῦς ὑπὸ τῆς ἱερείας τῆς Δήμητρος ἄγεσθαί τε πρὸς τὸν βωμὸν ἐκ τῆς ἀγέλης καὶ θύειν ἑαυτὰς παρέχειν.1 καὶ οἷς λέγω μάρτυς Ἀριστοκλῆς, ὅς πού φησι "Δάματερ πολύκαρπε, σὺ κἠν Σικελοῖσιν ἐναργὴς καὶ παρʼ Ἐρεχθείδαις. ἓν δέ τι τοῦτο μέγα κρίνετʼ ἐν Ἑρμιονεῦσι· τὸν ἐξ ἀγέλης γὰρ ἀφειδῆ ταῦρον, ὃν οὐ χειροῦντʼ ἀνέρες οὐδὲ δέκα, τοῦτον γραῦς στείχουσα μόνα μόνον οὔατος ἕλκει2 τόνδʼ ἐπὶ βωμόν, ὃ δʼ ὡς ματέρι παῖς ἕπεται. σὸν τόδε, Δάματερ, σὸν τὸ σθένος· ἵλαος εἴης, καὶ πάντως θάλλοι κλᾶρος ἐν Ἑρμιόνῃ. "
赫尔米奥奈人敬奉德墨忒尔,极为庄重雄伟地向她献祭,并将这一节日称为克托尼亚节。我至少听说,最为巨大的母牛会由德墨忒尔的女祭司从牛群引向祭坛,自行献出身体任由宰杀。我所言者的见证乃是阿里斯托克勒斯,他在某处如是写道: “丰饶的德墨忒尔啊,你在西西里人中昭然显圣,在厄瑞克透斯之后裔身旁亦然。然在赫尔米奥奈人中,此一盛事殊受尊崇;盖牛群中暴戾之公牛,非十夫所能制服者,老妇一人独步徐行,仅牵其耳即引入此坛,而牛随行宛若幼儿随母。德墨忒尔啊,此乃汝之神迹,汝之威能;祈汝降福,愿赫尔米奥奈之封邑永保安康。”
ἐν τῇ γῇ τῇ Δαυνίᾳ νεὼν μὲν εἶναι τῆς Ἀθηνᾶς τῆς Ἰλιάδος ᾅδουσι· τοὺς δὲ ἐνταυθοῖ κύνας τρεφομένους ὑμνοῦσι τῶν μὲν Ἑλλήνων τοὺς ἀφικνουμένους σαίνειν, ὑλακτεῖν δὲ τοὺς βαρβάρους.
在道尼亚之地,人们歌咏有伊利昂之阿西娜的神殿;亦颂扬彼处所饲养的犬只,凡希腊人到来皆摇尾逢迎,而对蛮族则狂吠不已。
ἐν Ἀρκαδίᾳ δὲ χώρᾳ ἐστὶν ἱερὸν Πανός· αὐλὴ τῷ χώρῳ τὸ ὄνομα. οὐκοῦν ὅσα ἂν ἐνταυθοῖ τῶν ζῴων καταφύγῃ ὥσπερ οὐν ἱκέτας ὁ θεὸς διʼ αἰδοῦς ἄγων εἶτα μέντοι σώζει τὴν μεγίστην σωτηρίαν αὐτά·3 οἱ γάρ τοι λύκοι οἱ διώκοντες παρελθεῖν ἔσω πεφρίκασι καὶ ἀναστέλλονται μόνον θεασάμενοι οἷ κατέφυγεν. ἴδια δὴ καὶ τούτων τῶν ζῴων ἔοικε πρὸς σωτηρίαν ἀγαθά.
在阿卡迪亚地区有一处潘神的圣所;该地名为奥勒。因此,凡有野兽逃奔至此避难,神明皆以敬畏之心将其视作祈护者,继而施以最极之救护;盖追击之狼群畏惧踏入其内,仅仅目睹猎物逃遁之处便行折返。看来对于这些动物,亦确有守护之特恩。
ἐν Κουριάδι αἱ ἔλαφοι ʽπλῆθος δὲ ἄρα τούτων τῶν θηρίων ἐνταῦθά ἐστι, καὶ πολλοὶ θηραταὶ περὶ τὴν ἄγραν αὐτῶν ἠνέμωνταἰ4 ὅταν καταφύγωσιν ἐς τὸ τοῦ Ἀπόλλωνος ἱερὸν τὸ ἐνταυθοῖ ʽἔστι δὲ ἄλσος μέγιστονʼ, ὑλακτοῦσι μὲν οἱ κύνες, πλησίον δὲ ἐλθεῖν οὐχ ὑπομένουσιν· αἳ δὲ συστᾶσαι νέμονται ἄτρεπτον καὶ ἀδεᾶ τὴν νομήν, ἀπορρήτῳ τινὶ φύσει τὴν ὑπὲρ ἑαυτῶν σωτηρίαν τῷ θεῷ πιστεύουσαι αἱ ἔλαφοι.
在库里亚斯,当鹿群——彼处确实有无数此等走兽,且有众多猎人为捕猎它们而摩拳擦掌——逃入当地阿波罗的圣所(乃是一片极其宏大的圣林)避难之时,猎犬虽狂吠,却不敢迫近;鹿群遂聚集一处,神情泰然且毫无恐惧地啃食牧草,凭借某种神秘的天性将自身安危托付予神明。
ἄνω που λέλεκταί μοι τὰς μυίας τὰς ἐν Ὀλυμπίᾳ τῇ τῆς πανηγύρεως ἐπιδημίᾳ ἑκούσας ἀφίστασθαι καὶ ὡς ἂν εἴποι τις μετὰ τῶν γυναικῶν ἐπὶ τὴν ἀντιπέρας ὄχθην τοῦ Ἀλφειοῦ ἀπιέναι. ἐν δὲ τῇ Λευκάδι ἄκρα μέν ἐστιν ὑψηλή, νεὼς δὲ Ἀπόλλωνι ἵδρυται, καὶ Ἄκτιόν γε αὐτὸν οἱ τιμῶντες ὀνομάζουσιν. οὐκοῦν τῆς πανηγύρεως ἐπιδημεῖν μελλούσης, καθʼ ἣν καὶ τὸ πήδημα πηδῶσι τῷ θεῷ, θύουσι βοῦν ταῖς μυίαις, αἳ δὲ ἐμπλησθεῖσαι τοῦ αἵματος ἀφανίζονται. δεκασθεῖσαι μὲν οὖν ἀπαλλάττονται αὗται, αἱ δὲ Πισαῖαι ἀδέκαστοι. κρείττους ἄρα ἐκεῖναι, αἰδοῖ τοῦ θεοῦ, ἀλλὰ μὴ μισθοῦ τὰ δέοντα πράττουσαι.
在前文某处我曾述及,奥林匹亚的苍蝇每逢盛大集会之际便自愿退避,可说宛如随妇女一同前往阿尔菲奥斯河的对岸。而在莱夫卡斯则有一处高耸的海角,其上建有阿波罗神殿,崇拜者称其为阿克提昂。每逢集会即将来临——届时人们亦为神明举行飞跳之礼——人们便向苍蝇献祭一头公牛,苍蝇吸饱鲜血之后便行隐遁。因此,这边的苍蝇乃是受贿而离去,皮萨的苍蝇则是未受贿赂。由此可见,后者更为尊贵,乃因敬畏神明而行合宜之事,而非贪图赏报。
Ἴκαρός ἐστι νῆσος, καὶ τῇ γε Ἐρυθρᾷ θαλάττῃ ἔγκειται. ἐνταῦθα τοίνυν νεώς ἐστιν Ἀρτέμιδος, καὶ πλήθη αἰγῶν τε ἀγρίων καὶ δορκάδων εὖ μάλα εὐτραφῶν καὶ λαγῶν μέντοι. τούτων οὖν ἐάν τις αἰτήσας λαβεῖν παρὰ τῆς θεοῦ εἶτα ἐπιχειρήσῃ θηρᾶν ὅσα ἂν ἔχῃ καλῶς, οὐ διαμαρτάνει τῆς σπουδῆς, ἀλλὰ καὶ λαμβάνει καὶ τῷ δώρῳ χαίρει· ἐὰν δὲ μὴ αἰτήσῃ, οὔτε αἱρεῖ καὶ δίδωσι δίκας, ἃς ἄλλοι λέγουσιν.
有一座名为伊卡洛斯的岛屿,坐落于红海之中。彼处有一座阿耳忒弥斯的神殿,且有大量的野山羊、极度肥美的瞪羚以及野兔。故若有人先向女神乞求恩准,继而试捕适量猎物,便决不会徒劳无功,反能满载而归并欣享馈赠;但若不曾乞求,则不仅一无所获,且必受旁人所传扬的惩罚。
- 11.4θύειν ἑαυτὰς παρέχειν
动词 παρέχω 搭配反身代词宾格与不定式,表示“任凭自己被……”或“自愿献出自身以供……”。此处 ἑαυτάς 为 παρέχειν 的直接宾语,θύειν 表示所顺从受纳之动作,意指牛只自愿献出身体任人宰杀。
- 11.4οὔατος ἕλκει
οὔατος 为名词 οὖς(耳朵)的史诗/抒情诗方言属格单数形式(等同于雅典方言的 ὠτός)。与动词 ἕλκει 连用,作表示抓取或触碰部位的接触属格,意为“拽着耳朵牵引”。
- 11.6σώζει τὴν μεγίστην σωτηρίαν αὐτά
同源宾格结构。名词短语 τὴν μεγίστην σωτηρίαν 作为动词 σώζει 的同源内宾语,而代词 αὐτά(指代动物的中性复数宾格)为外宾语,结构表达“以极大的救护拯救它们”。
- 11.7ἠνέμωνται
动词 ἀνεμόω(鼓风、煽动,引申为“浮躁、狂热、摩拳擦掌”)的直陈式完成时中被动态第三人称复数。与介词短语 περὶ τὴν ἄγραν 连用,生动形容猎人们急于捕猎鹿群而情绪昂扬、跃跃欲试之态。
