- 底本
- Aelian. Claudii Aeliani De Natura Animalium Libri xvii, Vol. 1. Hercher, Rudolf, editor. Leipzig: Teuber, 1864.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0545.tlg001.humanitext-grc2:11.1-11.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者记述了极北之人祭祀阿波罗时天鹅参与合唱的异象、厄庇鲁斯人藉由神圣巨蛇占卜年岁丰歉的做法,以及西西里埃特纳山赫淮斯托斯神庙中辨识朝圣者洁净与否的圣犬。
ἀνθρώπων Ὑπερβορέων γένος καὶ τιμὰς Ἀπόλλωνος τὰς ἐκεῖθι ᾅδουσι μὲν ποιηταί, ὑμνοῦσι δὲ καὶ συγγραφεῖς, ἐν δὲ τοῖς καὶ Ἑκαταῖος, οὐχ ὁ Μιλήσιος, ἀλλʼ ὁ Ἀβδηρίτης. ἃ δὲ λέγει πολλά τε καὶ σεμνὰ ἕτερα, οὔ μοι νῦν ἡ χρεία παρακαλεῖν δοκεῖ αὐτά,1 καὶ οὖν καὶ ἐς ἄλλον ὑπερθήσομαι χρόνον ἕκαστα εἰπεῖν, ἡνίκα ἐμοί τε ἥδιον καὶ τοῖς ἀκούουσι λῷον ἔσται· ἃ δὲ με μόνα ἥδε ἡ συγγραφὴ παρακαλεῖ ἔστι ταῦτα. ἱερεῖς εἰσι τῷδε τῷ δαίμονι Βορέου καὶ Χιόνης υἱεῖς, τρεῖς τὸν ἀριθμόν, ἀδελφοὶ τὴν φύσιν, ἑξαπήχεις τὸ μῆκος. ὅταν οὖν οὗτοι τὴν νενομισμένην ἱερουργίαν κατὰ τὸν συνήθη καιρὸν τῷ προειρημένῳ ἐπιτελῶσιν, ἐκ τῶν Ῥιπαίων οὕτω καλουμένων παρʼ αὐτοῖς ὀρῶν καταπέτεται κύκνων ἄμαχα τῷ πλήθει νέφη,2 καὶ περιελθόντες τὸν νεὼν καὶ οἱονεὶ καθήραντες αὐτὸν τῇ πτήσει, εἶτα μέντοι κατίασιν ἐς τὸν τοῦ νεὼ περίβολον, μέγιστόν τε τὸ μέγεθος καὶ τὸ κάλλος ὡραιότατον ὄντα. ὅταν οὖν οἵ τε ᾠδοὶ τῇ σφετέρᾳ μούσῃ τῷ θεῷ προσᾴδωσι καὶ μέντοι καὶ οἱ κιθαρισταὶ συγκρέκωσι τῷ χορῷ παναρμόνιον μέλος, ἐνταῦθά τοι καὶ οἱ κύκνοι συναναμέλπουσιν ὁμορροθοῦντες καὶ οὐδαμῶς οὐδαμῆ ἀπηχὲς καὶ ἀπῳδὸν ἐκεῖνοι μελῳδοῦντες, ἀλλὰ ὥσπερ οὖν ἐκ τοῦ χορολέκτου τὸ ἐνδόσιμον λαβόντες καὶ τοῖς σοφισταῖς τῶν ἱερῶν μελῶν τοῖς ἐπιχωρίοις συνᾴσαντες. εἶτα τοῦ ὕμνου τελεσθέντος οἳ δὲ ἀναχωροῦσι3 τῇ πρὸς τὸν δαίμονα τιμῇ τὰ εἰθισμένα λατρεύσαντες καὶ τὸν θεὸν ἀνὰ πᾶσαν τὴν ἡμέραν οἱ προειρημένοι ὡς εἰπεῖν χορευταὶ πτηνοὶ μέλψαντές τε ἅμα καὶ ᾅσαντες.
关于极北之人的族类以及阿波罗在彼处享有的荣光,诗人们以此入歌,历史家们亦加以赞颂,其中包括赫卡泰奥斯——不是米利都的那位,而是阿布德拉的那位。至于他所讲述的许多其他庄严之事,我以为如今尚无必要尽数罗列,故将把各项具体叙述推迟至另一时刻,届时于我更为快意,于听者亦更为有益;而本部著作唯独要求我叙述者,乃是这些:侍奉这位神明的祭司们是玻瑞阿斯与刻俄涅之子,人数为三,本是同胞兄弟,身高六肘。每当他们在惯常的时节为前述神明举行既定的祭仪时,便从当地人所谓的里派昂山脉飞下无数如云般的天鹅;它们绕神殿回旋,仿佛以飞翔净化神殿,继而落入神殿的庭院之中,那庭院规模宏大,美轮美奂。每当歌者以自身曲调向神明歌唱,而琴手亦伴随合唱队奏出和谐美妙之乐时,正在此时,天鹅们亦齐声和鸣,绝无任何不谐之音,宛如从合唱领队那里领受了起调,与精通圣歌的当地名手共同引吭高歌。随后赞歌既毕,它们向神明恪尽了惯常的敬奉,作为前述所谓飞鸟合唱队员通日为神咏唱赞颂之后,便行退去。
θύουσι δὲ καὶ ἄλλως οἱ Ἠπειρῶται τῷ Ἀπόλλωνι καὶ αὐτοὶ καὶ πᾶν ὅσον τῶν ξένων ἐπίδημόν ἐστι, καὶ τούτῳ δὴ τὴν μεγίστην ἑορτὴν ἄγουσι μιᾶς ἡμέρας τοῦ ἔτους σεμνήν τε καὶ μεγαλοπρεπῆ. ἔστι δὲ ἄνετον τῷ θεῷ ἄλσος, καὶ ἔχει κύκλῳ περίβολον, καὶ ἔνδον εἰσὶ δράκοντες, καὶ τοῦ θεοῦ ἄθυρμα οὗτοί γε. ἡ τοίνυν ἱέρεια, γυνὴ παρθένος, πάρεισι μόνη, καὶ τροφὴν τοῖς δράκουσι κομίζει. λέγονται δὲ ἄρα ὑπὸ τῶν Ἠπειρωτῶν ἔκγονοι τοῦ ἐν Δελφοῖς Πυθῶνος εἶναι. ἐὰν μὲν οὖν οὗτοι παρελθοῦσαν τὴν ἱέρειαν προσηνῶς θεάσωνται καὶ τὰς τροφὰς προθύμως λάβωσιν, εὐθένειάν τε ὑποδηλοῦν ὁμολογοῦνται καὶ ἔτος ἄνοσον· ἐὰν δὲ ἐκπλήξωσι μὲν αὐτήν, μὴ λάβωσι δὲ ὅσα ὀρέγει μειλίγματα, τἀναντία τῶν προειρημένων οἳ μὲν μαντεύονται, οἳ δὲ ἐλπίζουσιν.4
此外,厄庇鲁斯人亦向阿波罗献祭,无论是他们自身,抑或是寓居的异邦人,并为此神在一年中的某一日举行盛大而庄严的最高节日。有一片献给神明的圣林,周围设有围墙,其内蓄有巨蛇,乃是神明的玩宠。一位身为处女的女祭司独自前往,为蛇群送去食物。据厄庇鲁斯人所言,这些蛇乃是德尔斐皮同之后。倘若巨蛇在女祭司走近时温顺凝视,并欣然接受食物,人们便一致认为这预示着丰收与无疫之年;然而若使她受惊,且不接受所献抚慰之食,众人便或占卜或料想将出现与前述相反之兆。
ἐν Αἴτνῃ δὲ ἄρα τῇ Σικελικῇ Ἡφαίστου τιμᾶται νεώς, καὶ ἔστι περίβολος καὶ δένδρα ἱερὰ καὶ πῦρ ἄσβεστόν τε καὶ ἀκοίμητον. εἰσὶ δὲ κύνες περί τε τὸν νεὼν καὶ τὸ ἄλσος ἱεροί, καὶ τοὺς μὲν σωφρόνως καὶ ὡς πρέπει τε ἅμα καὶ χρὴ παριόντας ἐς τὸν νεὼν καὶ τὸ ἄλσος οἳ δὲ σαίνουσι5 καὶ αἰκάλλουσιν, οἷα φιλοφρονούμενοί τε καὶ γνωρίζοντες δήπου· ἐὰν δέ τις ᾖ τὰς χεῖρας ἐναγής, τοῦτον μὲν καὶ δάκνουσι καὶ ἀμύσσουσι, τοὺς δὲ ἄλλως ἔκ τινος ὁμιλίας ἥκοντας ἀκολάστου μόνον διώκουσιν.
而在西西里的埃特纳,赫淮斯托斯的神庙备受尊崇,那里有庭院、圣树,以及不熄不灭之火。神殿与圣林周围有神犬,凡以庄重、合宜且适度之态进入神殿与圣林者,它们皆摇尾逢迎,宛若欣然致敬并辨识熟人一般;但若有人双手沾染不洁,它们便又咬又抓,而对那些仅刚涉放荡交欢而来之人,则只将之驱离而已。
- 11.1οὔ μοι νῦν ἡ χρεία παρακαλεῖν δοκεῖ αὐτά
名词 ἡ χρεία 作为人称动词 δοκεῖ 的主语,带不定式 παρακαλεῖν(“需要似乎并不促使我去罗列它们”)。代词 αὐτά 作 παρακαλεῖν 的宾语,指代前文的 ἃ ... πολλά τε καὶ σεμνὰ ἕτερα。
- 11.1κύκνων ἄμαχα τῷ πλήθει νέφη
中性复数形容词 ἄμαχα(“无可抵挡的”、“不可胜数的”)修饰 νέφη(“云群”),与格 τῷ πλήθει 作限制/方面与格(“在数量上”)。全句中该中性复数名词短语作单数动词 καταπέτεται 的主语。
- 11.1οἳ δὲ ἀναχωροῦσι
指示代词 οἳ δέ 作为主句的主语(“它们便退去”),在属格独立结构 τοῦ ὕμνου τελεσθέντος 之后重新指代天鹅,并统领随后的分词 λατρεύσαντες 与 μέλψαντές τε ἅμα καὶ ᾅσαντες。
- 11.2οἳ μὲν μαντεύονται, οἳ δὲ ἐλπίζουσιν
相关结构 οἳ μέν ... οἳ δέ 表示部分划分(“有人……,有人……”),共享前置宾语 τἀναντία τῶν προειρημένων(“前述事情的反面”)。动词 ἐλπίζουσιν 此处表示一般意义上的“预料/预期”,兼含忧惧之意。
- 11.3τοὺς μὲν ... οἳ δὲ σαίνουσι
倒装结构:宾格短语 τοὺς μὲν ... παριόντας(“那些……进入的人”)被前置作为主题,而主语(圣犬)则由指示主格 οἳ δέ 承接。这与下文的 ἐὰν δέ τις ... τοῦτον μὲν ... τοὺς δὲ ... 相呼应,对比犬只对不同参拜者的不同反应。
