← 克劳狄乌斯·埃利安

论动物的本性

§11.10

埃及圣牛阿庇斯的特征与崇拜起源

作者记述了埃及神圣公牛阿庇斯的奇迹降生、身上的二十九处象征印记、迁往孟菲斯的盛典与优渥蓄养、藉由孩童降下的神谕,以及迈尼斯王确立公牛崇拜的渊源。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§11.10

εἶτα κύκνων μὲν τῶν Ῥιπαίων τῶν ἐν τοῖς Ὑπερβορέοις, ἐπεὶ λατρεύουσι τῷ Διὸς καὶ Λητοῦς ὁσημέραι φιλοπόνως, ἐποιησάμην μνήμην, ταύρου δὲ ἱεροῦ, ὅνπερ οὖν ἐκθεοῦσιν Αἰγύπτιοι, οὐκ ἐροῦμεν τὰ ἴδια; καὶ πῶς ἡμᾶς οὐκ ἂν μέμψαιτο καὶ ἡ συγγραφὴ καὶ ἡ φύσις, ἧς καὶ τοῦτο ἔργον τε καὶ δῶρον; ἀλλὰ μήσιός γε οὐδὲ ταύτῃ ῥᾴθυμον, καὶ εἰκότως εἰρήσεται καὶ ἡ θεολογία ἥδε. θεὸς Αἰγυπτίοις ἐναργέστατος ὁ Ἆπις εἶναι πιστεύεται. γίνεται δὲ ἐκ βοός, ἐς ἣν οὐράνιον σέλας ἐμπεσὸν σπορᾶς αἴτιόν ἐστι τῷ προειρημένῳ. καὶ Ἕλληνες μὲν αὐτὸν καλοῦσιν Ἔπαφον, καὶ γενεαλογοῦσίν οἱ μητέρα Ἰὼ τὴν Ἀργείαν τὴν Ἰνάχου· Αἰγύπτιοι δὲ ἐκβάλλουσι τὸν λόγον ὡς ψευδῆ, καὶ χρῶνται τῷ χρόνῳ μάρτυρι. φασὶ γὰρ Ἔπαφον μὲν ὀψὲ καὶ κάτω γενέσθαι, τὸν δὲ Ἆπιν τὸν πρῶτον μυριάδας ἐτῶν παμπόλλας τὴν ἐς ἀνθρώπους ἐπιδημίαν προειληφέναι. σημεῖα δὲ αὐτοῦ καὶ γνωρίσματα λέγει μὲν καὶ Ἡρόδοτος καὶ Ἀρισταγόρας, οὐχ ὁμολογοῦσι δὲ αὐτοῖς Αἰγύπτιοι· ἐννέα καὶ εἴκοσι γὰρ αὐτὰ εἶναί φασι καὶ ἐμπρέπειν τῷδε τῷ ἱερῷ βοΐ. τίνα δὲ ταῦτά ἐστι καὶ ὅπως διέσπαρται κατὰ τοῦ σώματος τοῦ ζῴου, καὶ ὅντινα τρόπον οἱονεὶ διήνθισται αὐτοῖς, ἀλλαχόθεν εἴσεσθε· ὅτου δὲ τῶν ἀστέρων ἕκαστον σημεῖον διὰ συμβόλων αἰνίττεται τὴν φύσιν, Αἰγύπτιοι τεκμηριῶσαι ἱκανοί. καὶ γὰρ τοι καὶ τὴν ἄνοδον τὴν τοῦ Νείλου ὑποδηλοῦν σημεῖά φασι καὶ τὸ τοῦ κόσμου σχῆμα· ἀλλʼ ὄψι τι καὶ σύμβολον, ὡς ἐκεῖνοι λέγουσιν, ὅπερ οὖν αἰνίττεται τοῦ φωτὸς εἶναι τὸ σκότος πρεσβύτερον.1 καὶ τὸ μηνοειδὲς τῆς σελήνης κατηγορεῖ σχῆμα τῷ συνιέντι σημεῖον ἄλλο, καὶ ἄλλα δὲ ἐπὶ τούτοις ἄλλων αἰνίγματα βεβήλοις τε καὶ ἀμαθέσιν ἱστορίας θεοπρεποῦς οὐκ εὐσύμβολα ταῦτα ὀφθαλμοῖς ὄντα. ὅταν δὲ διαρρεύσῃ ἡ φήμη τὸν θεὸν Αἰγυπτίοις τετέχθαι λέγουσα, τῶν γραμματέων τῶν ἱερῶν τινες, οἷσπερ οὖν μάθημα παιδὶ ἐκ πατρὸς παραδοθὲν ἀκριβοῦν τὸν ὑπὲρ τῶν σημείων ἔλεγχον, ἥκουσιν ἐνταῦθα, οὗ τῆς θεοφιλοῦς βοὸς τὸ βρέφος ἐτέχθη, καὶ κατά γε τὴν ὑφήγησιν τὴν Ἑρμοῦ τὴν πρεσβυτάτην οἰκίαν ἐγείρουσιν, ἔνθα δήπου καὶ διαιτήσεται τήν γε πρώτην, ἐς ἡλίου μὲν ἀνατολὰς ὁρῶσαν, τροφὰς δὲ τὰς τοῦ βρέφους ὑποδέξασθαι καὶ μάλα γε ἱκανήν· τεττάρων γὰρ δεῖ μηνῶν ἐν γάλαξι τόνδε εἶναι τὸν μόσχον. ἐπὰν δὲ γένηται ἐκτραφείς, ἐνταῦθά τοι ὑπανισχούσης σελήνης νέας ἀπαντῶσι γραμματεῖς ἱεροὶ καὶ προφῆται, καὶ μέντοι καὶ ναῦν ἀνὰ ἔτος ἐς τοῦτο τῷδε τῷ δαίμονι ἱερὰν κοσμοῦσι, καὶ ταύτῃ πορθμεύουσιν αὐτὸν ἐς Μέμφιν, ἔνθα φίλτατα ἤθη αὐτῷ καὶ διατριβαὶ κεχαρισμέναι καὶ ἐνηβητήρια καὶ δρόμοι καὶ κονίστραι καὶ γυμνάσια καὶ θηλειῶν βοῶν ὡραίων οἶκοι καὶ φρέαρ καὶ κρήνη ποτίμου νάματος· οὐ γάρ οἵ φασιν οἱ θεραπευταί τε καὶ ἱερεῖς λυσιτελεῖν ἀεὶ Νειλῴου πίνειν· καὶ γὰρ πιαίνεσθαι γλυκέος τούτου τοῦ ῥεύματος καὶ ἐς ὄγκον σαρκῶν ὄντος ἀγαθοῦ. πομπὰς δὲ ἃς πέμπουσι, καὶ ἱερουργίας ἃς ἐπιτελοῦσι τοῦ νέου δαίμονος τὰ θεοφάνια θύοντες Αἰγύπτιοι, καὶ χορείας ἃς χορεύουσι, καὶ θαλίας καὶ πανηγύρεις ἃς ἐπιτελοῦσι, καὶ ὅπως αὐτοῖς καὶ πόλις ἅπασα καὶ κώμη διʼ εὐφροσύνης ἔρχεται, μακρὰ ἂν εἴη λέγειν. ἐκεῖνος δέ, ἐν ὅτου τῇ ἀγέλῃ τόδε τὸ θεῖον ἐγένετο ζῷον, δοκεῖ τε εὐδαίμων καὶ ἔστιν, ἄγουσί τε Αἰγύπτιοι θαυμαστόν γε αὐτόν. μάντις δὲ ἦν ἄρα ἀγαθὸς ὁ Ἆπις, οὐ καθίζων μὰ Δία κόρας ἢ πρεσβυτέρας γυναῖκας ἐπί τινων τριπόδων, οὐδὲ μὴν πώματος ἱεροῦ ἐμπιπλάς, ἀλλʼ ὃ μέν τις εὔχεται τῷ θεῷ τῷδε, παῖδες δὲ ἀθύροντες ἔξω2 καὶ πρὸς αὐλοὺς σκιρτῶντες, ἐπίπνοοι γενόμενοι σὺν τῷ ῥυθμῷ αὐτὰ ἕκαστα προλέγουσιν, ὡς εἶναι ἀληθέστερα τῶν ἐπὶ Σάγρᾳ3 τὰ λεχθέντα. εἰκάζουσι δὲ ἄρα καὶ τῷ Ὥρῳ αὐτὸν Αἰγύπτιοι, ὅνπερ οὖν πεπιστεύκασι φορᾶς καρπῶν καὶ εὐετηρίας αἰτιώτατον ἁπάσης. ἔνθεν τοι καὶ ὑπὲρ τῆς πολυχροίας αὐτοῦ φιλοσοφοῦσι, τὸ ποικίλον τῶν καρπῶν ὑπαινιττόμενοι διὰ συμβόλων. λέγει δέ τις τῶν προφητῶν λόγος οὐ πᾶσιν ἔκπυστος ὅτι ἄρα Μῆνις ὁ τῶν Αἰγυπτίων βασιλεὺς ἐπενόησε ζῷον ὥστε σέβειν ἔμψυχον, εἶτα μέντοι προείλετο ταῦρον, ἁπάντων ὡραιότατον εἶναι αὐτὸν πεπιστευκὼς καὶ τῆς γε Ὁμήρου κρίσεως τῆς ὑπὲρ τούτων κατʼ ἴχνια ἰὼν ὁ Μῆνίς φασιν. εἰπεῖν γὰρ καὶ Ὅμηρον4 ἐν Ἰλιάδι "ἠύτε βοῦς ἀγέληφι μέγʼ ἔξοχος ἔπλετο πάντων ταῦρος· ὃ γάρ τε βόεσσι μεταπρέπει ἀγρομένῃσι." οἷα δὲ ἐς μυθολογίαν ὑπὲρ τοῦδε τοῦ ζῴου ἐκτρέπουσιν Αἰγύπτιοι οἱ τὰ περὶ τῶν ζῴων γράψαντες, οὔ μοι δοκεῖ φίλα εἶναι.

既然我此前提及了极北之人那里的里派安天鹅,因为它们每日勤勉地服侍宙斯与勒托之子,难道我们不当述说埃及人奉为神明之圣牛的独特禀性吗?况且著作与自然——此物亦为其工程与赐礼——又岂能不责备我们?然而我的心志在此亦非懈怠,这一神圣教说理当得到阐述。阿庇斯被埃及人信奉为最为显耀之神。他由母牛所生,一道天光降临其身,遂成上述公牛孕育之因。希腊人称其为埃帕福斯,并追溯其谱系,以伊纳科斯之女阿耳戈斯的伊奥为其母;然而埃及人斥此说为荒谬,并引时间为证。盖彼等声称埃帕福斯出生甚晚且在后世,而初代阿庇斯降临人间的时间则早于其数万年之久。希罗多德与阿里斯塔戈拉斯皆曾述及他的印记与特征,但埃及人并不赞同其说;盖彼等言此等印记共有二十九处,显现于这头圣牛之上。此等印记为何、如何散布于兽身、又以何种方式宛若点缀其上,尔等可从他处获悉;但各个印记通过象征隐喻何种星辰之本性,埃及人足可确证。盖彼等声称印记亦隐示尼罗河之泛滥及宇宙之形态;此外据彼等所言,尚有一处景象与象征,隐喻黑暗比光明更为古老。另一印记亦向领悟者指明月牙之形,在此之上尚有象征他事之谜团,非未受启蒙而不知神圣历史者肉眼所能轻易勘破。当有传言流播,谓神已为埃及人降生之时,圣职文士中以父子相传精研印记勘验为业者,便来到神所眷顾之母牛产下幼犊之处,依照赫尔墨斯最古老之训导建起一座住所,幼犊起初便在此栖居,朝向日出之方,极利于接纳幼兽之哺乳;盖此牛犊须在奶水中度过四月。当其抚育成形之际,恰逢新月升起之时,圣职文士与先知便前来迎候,且每年为此目的修饰一艘奉予此神明的圣船,以此将其载运往孟菲斯;彼处有其至爱之习居所与宜人之消遣处、嬉戏所、跑道、沙场、演武场、适龄母牛之房舍、水井与可饮泉流之泉;盖侍从与祭司称,其常饮尼罗河水并非有益,因〔其〕会发胖,盖此河水甘甜且助长肉躯之肥硕。至于埃及人在为新神显灵献祭时所导引之巡游、所举行之圣礼、所起之舞蹈、所设之宴饮与盛会,以及全城各邑如何沉浸于欢愉之中,非片语所能尽言。而在其牛群中降生此神圣走兽之人,亦被视作幸福且确然幸福,埃及人皆尊其为奇人。阿庇斯亦是一位灵验之先知,凭宙斯起誓,他既非令处女或老妇端坐于三足祭坛之上,亦非使之满饮圣露,凡有人向此神明祈求,在门外嬉戏且随长笛跳跃之孩童,便感通神灵,伴着节律预言各项事物,其言之确凿犹胜萨格拉之信。埃及人亦将其比附为霍鲁斯,笃信其为作物丰产与四时亨通之主因。故彼等亦推敲其多重色泽之义,以象征暗指果实之繁复。先知中有一不为外人所知之传说,谓埃及王迈尼斯曾构想崇拜有灵之兽,继而遴选公牛,笃信其为万物中最壮美者,且据言迈尼斯乃是步荷马对此之裁断之后尘。盖荷马亦在《伊利亚特》中言道: “正如公牛在牛群之中最为拔萃出众; 盖其显赫于汇聚之群牛之间。” 然撰写动物之志的埃及人,就此兽所衍生之神话,在我看来并不可喜。

语法注4 条
  1. 11.10ἀλλʼ ὄψι τι καὶ σύμβολον, ὡς ἐκεῖνοι λέγουσιν, ὅπερ οὖν αἰνίττεται τοῦ φωτὸς εἶναι τὸ σκότος πρεσβύτερον

    词形 ὄψι 被视为宾格 ὄψιν 末尾 ν 的脱落,或罕见的中性名词 ὄψι(意为“景象”、“外貌”)。在构词与句法上,它承接前文承当宾语,或作为独立的述谓结构,意即“此外亦有某种景象与象征……”。

  2. 11.10ἀλλʼ ὃ μέν τις εὔχεται τῷ θεῷ τῷδε, παῖδες δὲ ἀθύροντες ἔξω

    此处为 μὲν... δέ 对比主语的并列结构:前半句的 ὃ μέν τις 即阳性单数主格指示词惯用语 ὁ μέν τις(意为“某人”,ὃ 系在 μέν、δέ、γάρ 前加标重音的校勘惯例,与下文 ὃ γάρ τε 相同),与后半句的主语 παῖδες δὲ(“而孩童们”)形成对照。

  3. 11.10ἀληθέστερα τῶν ἐπὶ Σάγρᾳ

    比较级 ἀληθέστερα 所支配的比较属格句。指希腊著名谚语“比萨格拉之战更真切”(典指萨格拉战役胜利之讯息以奇迹般神速远播的典故),用以形容消息之千真万确。

  4. 11.10εἰπεῖν γὰρ καὶ Ὅμηρον

    接在表原因的小词 γάρ 之后的“宾格+不定式”结构。延续了前文 φασίν(他们说)所主导的间接引语,意为“因为(他们说)荷马亦曾言道……”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0545.tlg001.humanitext-grc2:11.10