← 克劳狄乌斯·埃利安

论动物的本性

§11.33-11.35

盗食圣孔雀的惩罚与萨拉皮斯神的动物疗法

叙述了一名富家浪子与神庙侍从企图盗食献给宙斯的圣孔雀而遭神罚,随后列举萨拉皮斯神借助海鳝、牛血及驴肉奇迹般治愈信徒绝症的事迹。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§11.33

ταῶν δὲ Ἰνδικὸν δῶρον λαβὼν ὁ τῶν Αἰγυπτίων βασιλεύς, ταώνων ἰδεῖν μέγιστόν τε καὶ ὡραιότατον, οὐκ ἀξιοῖ σὺν τοῖς ἀγελαίοις τρέφειν, ὡς οἰκίας ἄθυρμα αὐτὸν εἶναι ἢ γαστρὸς χάριν, ἀλλὰ ἀνάπτει τῷ Πολιεῖ Διί, κρίνας ἀνάθημα ἐπάξιον τῷ θεῷ τὸν ὄρνιν τὸν προειρημένον. ἐρᾷ τοῦτον συλλαβεῖν ἄσωτος νεανίας καὶ πάνυ γε πλούσιος καὶ ποιήσασθαι δεῖπνον· ἀεὶ γὰρ τῇ γαστρὶ ἐχαρίζετο καὶ ἐξ ἁπάσης αἰτίας ὁ ἄσωτος οὗτος, τὸ ποικίλον τῆς τροφῆς καὶ τὸ σὺν κινδύνῳ πορισθὲν καὶ τὸ ἐωνημένον πολλῶν πόνων1 λαιμαργίας καὶ βδελυρίας ὑπερβολῇ κέρδος ἡγούμενος ἐς ἡδονήν. μισθὸν οὖν τῆς θεοσυλίας ἁδρὸν προτείνει τινὶ τῶν τοῦ θεοῦ θεραπευτήρων, καὶ ὑπισχνεῖται καὶ ἄλλον. ὃ δὲ ἐλπίδι κουφισθεὶς ματαίᾳ, ἔνθα ᾔδει τὸν ὄρνιν αὐλιζόμενον ἐλθὼν ἐπεχείρει συλλαβεῖν καὶ τῷ πλουσίῳ κομίσαι. καὶ ἐκεῖνον μὲν οὐχ ὁρᾷ, μεγίστην δὲ ἀσπίδα ὀρθὴν εἶδε καὶ ἐπʼ αὐτὸν τεθυμωμένην. καὶ τὰ μὲν πρῶτα ἔδεισε καὶ ἀπῆλθεν, ἐγκειμένου δὲ τοῦ ἀσώτου καὶ παρορμῶντος ὁ μὲν ὑπηρέτης ἐπὶ τὸν ταῶν ἦλθεν, ὃ δὲ ἀνωτέρω ᾅξας καὶ ἑαυτὸν τοῖς πτεροῖς μετεωρίσας καὶ ἀρθεὶς κοῦφος οὔτε ἐπί τι τῶν ἱερῶν δένδρων ἐκάθισεν οὔτε ἐπʼ ἄλλον μετέωρόν τε καὶ ὑψηλὸν χῶρον, ἀλλὰ ἐπὶ τὸ μέσον τοῦ νεώ, καὶ ἐς αὐτοὺς ἀτρέπτως ἑώρα, οἷον ὑποφαίνων ὅτι ἄρα τῆς ἐπιβουλῆς τῆς ἐξ ἐκείνων κρείττων πέφυκε, καὶ οὐκ ἔστιν αὐτοῖς ἑλεῖν αὐτόν. οὐκοῦν ἐπεὶ μηδὲν ἤνυστο, ὅπερ ἦν προδοὺς ἀργύριον ὁ ἄσωτος ἀπῄτει λαβεῖν, ὃ δὲ οὐκ ἀπεδίδου λέγων ποιῆσαι μὲν τὰ ἑαυτοῦ πάντα, ἀδύνατος δὲ εἶναι θεῶν κτῆμα ὑφελέσθαι. οἷα οὖν εἰκὸς ἦν ἔρις ὑπὲρ τούτων καὶ βοὴ ἤδη, καὶ ἤκουον πολλοί· εἶτα ἄνεισιν ὁ ἐπὶ πᾶσιν ἱερεύς, καὶ ἐρωτᾷ τῆς ἐν τῷ νεῷ φιλονεικίας τὴν ὑπόθεσιν, καὶ ἐλέγχουσιν ἀλλήλους. καὶ ὁ μὲν πλούσιος ἀπειλαῖς καὶ βλασφημίαις καὶ λοιδορίαις αἰκισθεὶς ἀπαλλάττεται καὶ ὄρνιθος ἄλλου καταπιὼν ὀστοῦν καὶ ὀδυνώμενος τὸν βίον κατέστρεψεν ἀλγεινότατα, τὸν δὲ ὑπηρέτην τὸν κακὸν οἷα δήπου ἱερόσυλον ὁ τῆς πόλεως ἁρμοστὴς ἐκόλασε, τὸν δὲ ὄρνιν οὔτε ζῶντα οὔτε νεκρὸν ἐθεάσαντο, ἀλλὰ ἑκατὸν ὡς λόγος ἔτη διαβιώσας εἶτα ἠφανίσθη.

埃及国王收到一只作为礼物的印度孔雀,就外观而言乃是孔雀中最大且最美丽者,但他并不认为应当将其与普通家禽一同饲养,使之沦为家宅的玩物或口腹之欲的牺牲品,而是将其奉献给守城之神宙斯,断定上述之鸟是配得上献给神明的供品。然而,有一位挥霍无度且极其富有的年轻人,竟渴望捕获此鸟并作晚餐享用;因为这个浪荡子总是迁就自己的胃口,并不放过任何借口,出于过度的贪食与卑劣,将花样繁多的食物、冒着危险得来的珍馐以及付出巨大辛劳换取的吃食,皆视为获取享乐的收益。于是,他向该神的一位侍从开出巨额酬金以行盗窃圣物之事,并许诺日后再给更多。侍从受到虚妄希望的鼓舞,前往他所知该鸟栖息之所,企图将其捕捉并带给富人。然而他未曾见到那只鸟,却见一条巨大的眼镜蛇直立昂首,对自己怒目而视。起初他因恐惧而退去,但由于浪子苦苦相逼并不断催促,侍从再度走向孔雀;那鸟却振翅高飞,借双翼升入空中,轻盈腾起,既未栖于任何圣树之上,亦未停歇于其他高耸凸起之处,而是落在神庙的正中,坚定不移地俯视着他们,仿佛在暗示它生来便凌驾于他们的阴谋之上,他们休想将它捕获。因此,事情既毫无进展,浪子便要求索回先前预付的银钱,侍从却不肯归还,称自己已竭尽全力,但要窃取神明的财物实属无能为力。于是,正如预料的那样,因这笔钱财产生了争执,旋即人声鼎沸,引来众人听闻;接着大祭司上前,询问在神庙内起争执的原委,二人便相互揭发检举。富人遭到了威胁、谩骂与羞辱的折磨后离去,因吞下一根别的鸟骨而痛苦不堪,以极其悲惨的方式结束了生命;而那位作恶的侍从,则由城邦的长官以盗窃圣物罪惩处;至于那只孔雀,人们此后既未见其活体,亦未见其尸首,据传说活了一百年后便隐匿无踪了。

§11.34

καὶ ἐκεῖνο δὲ ἔοικε τούτῳ καὶ ὁμολογεῖ. Κίσσος ὄνομα θεραπεύων τὸν Σάραπιν ἰσχυρῶς, ἐπιβουλευθεὶς ὑπὸ τῆς πρότερον μὲν ἐρωμένης ὕστερον δὲ γαμετῆς, καὶ ᾠὰ ὄφεως φαγών, ὠδυνᾶτο καὶ ἑαυτοῦ κακῶς εἶχε, καὶ ἐπίδοξος τεθνήξεσθαι ἦν. δεῖται δὲ τοῦ θεοῦ, ὃ δὲ προσέταξε πρίασθαι μύραιναν ζῶσαν, καθεῖναι δὲ τὴν χεῖρα ἐς τὸ ζωγρεῖον. καὶ ὁ Κίσσος πείθεται καὶ καθίησιν, ἣ δὲ ἐμφῦσα εἴχετο, ἀποσπωμένη δὲ καὶ τὴν νόσον τὴν ἐν τῷ νεανίᾳ συναπέσπασεν.2 ὑπηρέτις μὲν δὴ θεοῦ θεραπείας ἡ μύραινα αὕτη γενομένη ἐς ἀκοὴν τὴν ἡμετέραν ἀφίκετο.

此外,下述之事亦与此相类且彼此印证。有一位名叫基索斯的人极其虔诚地供奉萨拉皮斯神,因遭先为其情妇后为其妻子的妇人暗算,食用了蛇卵,剧痛难忍,气息奄奄,眼看命在旦夕。他向神明祈求,神明吩咐他买一条活海鳝,并将手伸入盛放活物的容器中。基索斯遵命将手伸入,海鳝咬住手紧紧不放,而在被强行扯下时,竟将年轻人身上的毒疾一并拔除。这只海鳝成为神明医治之举的仆役,其事迹便如此传到了我们的耳中。

§11.35

Χρύσερμον δὲ ἐπὶ Νέρωνος αἷμα ἀνεμοῦντα καὶ τηκόμενον ἤδη, αἷμα ταύρου πιόντα ἰάσατο ὁ αὐτὸς οὗτος θεός. ἐγὼ δὲ λέγω ταῦτα, ὅτι ἐς τοσοῦτον ἄρα τὰ ζῷα θεοφιλῆ ἐστιν, ὡς καὶ ὑπὸ τῶν θεῶν σώζεσθαι, καὶ σώζειν ἐκείνων βουλομένων ἑτέρους. ἀτὰρ οὖν καὶ Βάσιλιν τὸν Κρῆτα ἐς νόσον φθίσεως ἐμπεσόντα ἐξάντη τοῦ τοσούτου κακοῦ ὅδε ὁ θεὸς εἰργάσατο ὀνείων κρεῶν γευσάμενον. καὶ προσέπεσε γενέσθαι αὐτῷ κατὰ τὸ ὄνομα τοῦ ζῴου· ἔφατο γὰρ ὀνησιφόρον3 οἱ ταύτην ἔσεσθαι τὴν θεραπείαν καὶ ἴασιν. καὶ ὑπὲρ μὲν τούτων ἀπόχρη καὶ ταῦτα.

再者,在尼禄时代,赫律塞尔莫斯呕血且身躯已然日渐消瘦,正是这位神明通过令其饮下公牛之血治愈了他。我之所以讲述这些,乃是表明动物竟是如此受神眷爱,以至于它们不仅蒙受神明拯救,而且在神明愿意时亦能拯救他人。不仅如此,克里特人巴西里斯罹患痨病,这位神明亦通过令其品尝驴肉,使他从如此巨大的灾祸中得以康复。而这治愈对他而言竟恰好应验了该动物的名字;因为神明曾明言,这一疗法与医治对他将是“大有裨益”的。关于这些事,讲到这里也就足够了。

语法注3 条
  1. 11.33ἐωνημένον πολλῶν πόνων

    πολλῶν πόνων 为代价属格(genitive of price),修饰被动态分词 ἐωνημένον,表示换取该食物所付出的巨大辛劳作为代价。

  2. 11.34ἀποσπωμένη δὲ καὶ τὴν νόσον τὴν ἐν τῷ νεανίᾳ συναπέσπασεν

    分词 ἀποσπωμένη 与主语(海鳝)一致,表被动或中动态意义(“当它被扯下时”),并与主动词 συναπέσπασεν 中的前缀 συν-(“一同、连带”)呼应,表明海鳝被扯开的同时将体内的病症一并拔出。

  3. 11.35κατὰ τὸ ὄνομα τοῦ ζῴου· ἔφατο γὰρ ὀνησιφόρον

    基于动物名称“驴”(ὄνος)与神谕形容词“有益的”(ὀνησιφόρος,源自 ὀνίνημι,“使获益”)之间的同音/词源双关修辞。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0545.tlg001.humanitext-grc2:11.33-11.35