← 克劳狄乌斯·埃利安

论动物的本性

§11.30-11.32

蜂虎之孝道与萨拉皮斯对动物的顾念

记述蜂虎之孝道后,作者举出萨拉皮斯神庙的两则事例说明神明对动物的顾念:骑兵莱奈奥斯为右目失明的良驹祈求并获医治,以及农夫误斩圣蛇发狂后亦蒙神医治雪冤。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§11.30

ὁ μέροψ ὁ ὄρνις ταύτῃ τοι δοκεῖ δικαιότερος εἶναι τῶν πελαργῶν· οὐ γὰρ ἀναμένει γηράσαντας τρέφειν τοὺς πατέρας, ἀλλʼ ἅμα τῷ φῦσαι τὰ ὠκύπτερα τοῦτο ἐργάζεται.

蜂虎这种鸟在此事上似乎比鹳更重孝义;因为它并不等待父母衰老才予哺育,而是一旦生出飞羽便行此事。

§11.31

ἴδιον δὲ ἄρα τῶν ζῴων καὶ ἐκεῖνο ἀγαθόν. πρόνοιαν αὐτῶν οἱ θεοὶ ποιοῦνται, καὶ οὔτε αὐτῶν καταφρονοῦσιν οὔτε μὴν ὀλιγώρως ἔχουσιν. εἰ γὰρ καὶ ἀμοιρεῖ λόγου, ἀλλὰ γοῦν συνέσεως καὶ τῆς καθʼ ἑαυτὰ σοφίας οὐκ ἀτυχεῖ. ὅπως οὖν καὶ αὐτὰ φιλεῖται θεοῖς ἐρῶ, καὶ εἰ μὴ πολλὰ ἐκ πολλῶν, ὅσα δʼ οὖν ἀποχρήσει. ἀνὴρ ἱππεύς, Ληναῖος τὸ ὄνομα, ἵππον εἶχεν ἰδεῖν μὲν ὡραῖον, δραμεῖν δὲ ὤκιστον, τὸν δὲ θυμὸν ἀνδρειότατον· καὶ ἀγαθὸν μὲν ἐν ταῖς ἐπιδείξεσι τὴν ἱππείαν περιδραμεῖν τὴν δεδιδαγμένην, καρτερικὸν δὲ ἐν αὐτῷ τῷ πολέμῳ, καὶ διῶξαι ἔνθα ἦν καιρὸς καὶ ἀναχωρῆσαι ὅπου αὐτὸν ἡ χρεία παρεκάλει πάνυ γεννικόν. οὐκοῦν ἐκ τούτων ἁπάντων ὃ μὲν κτῆμα ἦν ἀγαθόν, ὃ δὲ εὐκλεέστατος ἐν τοῖς ὁμοτέχνοις ἱππεῦσιν ἐδόκει. ὁ τοίνυν ἵππος ὁ τοιοῦτος τὴν ἱππικὴν ἀρετὴν θατέρῳ τοῖν ὀφθαλμοῖν τῷ δεξιῷ ὑπό τινος πληγῆς προσπεσούσης ὁρᾶν ἀδύνατος ἦν.1 οὐκοῦν ὁ Ληναῖος ὁρῶν ἑαυτοῦ σαλεύουσαν τὴν πᾶσαν ἐλπίδα ἐν τῷ τοῦ ἵππου τοῦ εὐγενοῦς ἐκείνου πάθει, ἐπεὶ καὶ ἡ ἀσπὶς ἡ ἱππικὴ τὸν λαιὸν ὀφθαλμόν οἱ ἔσκεπε τὸν μόνον ὁρῶντα, ἐς τοῦ Σαράπιδος ἔρχεται, θεράπευμα ἀνάγων καὶ μάλα ἄηθες τὸν ἵππον, καὶ δεῖται τοῦ θεοῦ ὡς ὑπὲρ ἀδελφοῦ τινος ἢ υἱοῦ ὁ Ληναῖος τοῦ ἵππου οἰκτεῖραι τὸν ἱκέτην, καὶ ταῦτα ἀδικήσαντα οὐδὲ ἕν.2 εἶναι γάρ τοι ἀνθρώπους σφίσι κακῶν αἰτίους ἢ δράσαντάς τι ἀσεβὲς ἢ εἰπόντας τι ἀπόφημον· ʽἵππου δὲʼ ἔλεγε ʽποία μὲν θεοσυλία, φόνος δὲ τίς, βλασφημία δὲ πῶς ἢ πόθεν;ʼ ἐμαρτύρατο δὲ τὸν θεὸν καὶ αὐτὸς ὡς οὐδεπώποτε οὐδένα οὐδὲν ἀδικήσας, καὶ διὰ ταῦτα τὸν συστρατιώτην οἱ καὶ φίλον ἐδεῖτο τῆς ὀφθαλμίας ἀπαλλάξαι. ὃ δὲ οὐχ ὑπερορᾷ οὐδὲ ἐξεφαύλισε τὸν ἄλογόν τε καὶ ἄφωνον ἰάσασθαι, ὢν τοσοῦτος θεός, καὶ διὰ ταῦτα οἰκτείρει καὶ τὸν νοσοῦντα καὶ τὸν δεόμενον ὑπὲρ αὐτοῦ, καὶ δίδωσιν ἴασιν μὴ καταιονεῖν μὲν τὸν ὀφθαλμόν, πυριάσεσι δὲ αὐτὸν ἀλεαίνειν μεσούσης ἡμέρας ἐν τῷ τοῦ νεὼ περιβόλῳ. καὶ ταῦτα μὲν ἐπράττετο, ἐρρώσθη δὲ τῷ ἵππῳ τὸ ὄμμα. καὶ ὁ μὲν Ληναῖος χαριστήριά τε καὶ ζωάγρια ἀπέθυεν, ὁ δὲ ἵππος ἐσκίρτα τε καὶ ἐφριμάττετο καὶ ἐδόκει μείζων τε καὶ ὡραιότερος, καὶ ἦν φαιδρὸς καὶ τῷ βωμῷ προσθέων ἐκυδροῦτο, καὶ μέντοι καὶ πρὸς τοῖς ἀναβαθμοῖς καλινδούμενος ἑωρᾶτο τῷ θεῷ τῷ σωτῆρι χαριστήρια ἐκτίνων, ᾗπερ οὖν ἔσθενεν.

此外,动物亦享有如下特有的福祉:神明眷顾它们,既不蔑视它们,亦不轻慢待之。因为它们纵然缺乏理性,却绝非没有理解力与属于自身的分寸智慧。因此,我将叙述它们如何亦为神明所钟爱——即便不能博引万端,亦当列举足以说明之例。有一位名叫莱奈奥斯的骑兵,拥有一匹观之神骏、奔走极速且性情极其勇敢的战马;在演练中,它善于驰骋操演所受训的骑术,在实战中亦坚忍不拔,在时机成熟时追击、在情势要求时撤退皆极显高贵品格。因此,由于这一切,该马实为珍贵之物,而莱奈奥斯在同侪骑兵中亦享最高声誉。然而,这匹具有如此良驹品质的战马,因遭意外打击,双目之中的右眼失明了。莱奈奥斯见爱马遭此厄运,自己的一切希望亦随之动摇——况且骑兵的盾牌正遮挡着它唯一能视物的左眼——遂前往萨拉皮斯神庙,带去这匹绝非寻常的求治者战马,莱奈奥斯如同为兄弟或儿子祈求一般,恳请神明怜恤这匹未曾犯下丝毫过错的祈求者战马。因为他说,人类招致灾祸是自作自受,要么犯下不虔之罪,要么口出不逊之言;但对于一匹马而言,他问道:“它能有什么盗窃圣物之罪,有何杀人罪,又如何或从何产生亵渎之辞呢?”他自己亦在神前作证,称自己从未伤害过任何人,因此请求神明解除其战友兼挚友的眼疾。神虽身为如此伟大的神祇,却并未鄙视或不屑于医治无理性且不能言语的生灵,因而怜悯患病的牲畜及代之祈求的人,所赐之疗法并非向眼部泼浇药水,而是于正午时分在神庙庭院内以热敷使其温热。这些事皆照此执行,战马的眼睛得以痊愈。莱奈奥斯献上了感恩之祭与赎命之牲,而那匹马雀跃嘶鸣,显得较以往更为雄壮美丽,神采焕发,奔向祭坛显出昂然自豪之态,甚至有人见它在台阶旁打滚,以其所能及之方式向救主之神表达谢意。

§11.32

ἐν ἀμπελῶνι δὲ γεωργὸς εἰργάζετο τάφρον, ἵνα ἐμφυτεύσῃ κλῆμα καλόν τε καὶ εὐγενές· εἶτα τὴν σμινύην καταφέρων ὑποικουροῦσαν ἀσπίδα ἱερὰν καὶ ἀνθρώπων ἥκιστα ἐχθρὰν λαθὼν διέκοψε μέσην. καὶ τὴν γῆν διαξαίνων τὸ μὲν οὐραῖον βλέπων τῇ ψάμμῳ κατειλημμένον, τὸ δὲ ἡμίτομον τὸ ἐκ τῆς γαστρὸς ἐς τὴν δέρην ἀνιὸν ἔτι ἕρπον καὶ τοῦ λύθρου τοῦ διὰ τὴν τομὴν πεπληρωμένον, ἐκπλήττεται, καὶ ἔκφρων γενόμενος ἔς τε ὀρθὴν μανίαν καὶ ὡς τὰ μάλιστα ἰσχυρὰν ἐκφοιτᾷ. καὶ μεθʼ ἡμέραν ἑαυτοῦ τε καὶ τοῦ λογισμοῦ ἦν ἀκράτωρ καὶ μέντοι καὶ νύκτωρ ἦν παράφορος, καὶ ἐκ τοῦ λέχους ἀνεθόρνυτο καὶ ἔλεγε τὴν ἀσπίδα διώκειν, καὶ ὥσπερ οὖν ὁμοῦ τι τῷ δήγματι ὢν ἐκπληκτικώτατα ἐβόα καὶ ἐκάλει συμμάχους, καὶ μέντοι καὶ τῆς ἀνῃρημένης ὑπʼ αὐτοῦ τὸ εἴδωλον ἔλεγεν ὁρᾶν βριμούμενόν τε καὶ ἀπειλοῦν, καὶ ὡμολόγει ποτὲ καὶ δεδῆχθαι, καὶ ὡς ὠδυνᾶτο ἐξ ὧν ᾤμωζεν ἦν δῆλος. ἐπεὶ μέντοι ἡ νόσος πόρρω τοῦ χρόνου ἦν, οἱ προσήκοντές οἱ τὸν ἄνδρα ἐς τοῦ Σαράπιδος ἄγουσιν ἱκέτην, καὶ ἐδέοντο ἀναστεῖλαι καὶ ἀφανίσαι τῆς προειρημένης τὸ φάσμα. οἰκτείρει μὲν οὖν τὸν ἄνδρα ὁ θεὸς καὶ ἰᾶται· ὡς δὲ ἀτιμώρητος οὐκ ἔμεινεν ἡ ἀσπὶς εἴρηται καὶ πάνυ γε ἀποχρώντως.

在葡萄园中,一位农夫正在挖掘垄沟以栽植优良名贵的葡萄藤;及至挥下铁锄,却未察觉将一条潜伏在下、对人类最为友善的圣蛇腰斩为两段。他扒开泥土,看见尾部陷于沙土中,而自腹部至颈部的半截身躯仍旧蜿蜒蠕动,满染伤口流出的血污,顿时大惊失色,神魂颠倒,陷入了彻头彻尾且极其剧烈的疯癫之中。白昼他无法自制且丧失理性,黑夜亦同样狂乱,从床榻上骤然跳起,口称圣蛇正在追逐他,且宛若正遭受叮咬一般发出骇人的惨叫并呼唤援手;不仅如此,他还声称看见被其杀害的圣蛇幻影暴怒恐吓,有时甚至承认自己已被咬伤,从其呻吟中足见其痛苦不堪。然而当病程日久,其亲属将此人作为祈求者送至萨拉皮斯神庙,恳求神明平息并驱散上述生灵的幻影。于是神怜悯此人并予医治;但那条圣蛇亦绝非未得昭雪,对此已有极充分的记载。

语法注2 条
  1. 11.31ὁ τοίνυν ἵππος ὁ τοιοῦτος τὴν ἱππικὴν ἀρετὴν θατέρῳ τοῖν ὀφθαλμοῖν τῷ δεξιῷ ὑπό τινος πληγῆς προσπεσούσης ὁρᾶν ἀδύνατος ἦν

    句子的核心骨架为 ὁ ἵππος ... ὁρᾶν ἀδύνατος ἦν(这匹马无法视物),其中形容词 ἀδύνατος 由说明性不定式 ὁρᾶν 补充说明。句中修饰成分交织:τὴν ἱππικὴν ἀρετὴν 为关系宾格(在战马素质方面),θατέρῳ τοῖν ὀφθαλμοῖν τῷ δεξιῷ 为限制性与格(在双眼之一的右眼上),并插入了表原因的介词短语 ὑπό τινος πληγῆς προσπεσούσης(ὑπό 加属格名词与分词)。

  2. 11.31καὶ ταῦτα ἀδικήσαντα οὐδὲ ἕν

    由惯用语 καὶ ταῦτα(况且、加之)引出的宾格分词结构。ἀδικήσαντα 为阳性单数宾格不定过去时分词,修饰上下文中的 τὸν ἱκέτην(指作为祈求者的马),强调该动物在此前根本未曾犯下任何过错这一让步性与补充性事实。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0545.tlg001.humanitext-grc2:11.30-11.32