- 底本
- Aelian. Claudii Aeliani De Natura Animalium Libri xvii, Vol. 1. Hercher, Rudolf, editor. Leipzig: Teuber, 1864.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0545.tlg001.humanitext-grc2:11.21-11.29
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
记述红海之奇特生物(华美海螺、琴师鱼、豹鱼、尖吻鱼等)、海豚边沉边醒的睡眠习性、能懂希腊语之象、自然界对雄性之偏爱、由动物引发的战争以及遭虫害驱逐的诸城邑。
κοχλίας δὲ ἄρα θαλάττιος ὁ ἐν τῇ Ἐρυθρᾷ θαλάττῃ γινόμενος ὡραιότατος ἰδεῖν ἦν καὶ μέγιστος. ἔστι μὲν γὰρ φοῖνιξ τὸ ἔλυτρον, ἔχει δὲ καὶ ἕλικα διηθισμένην καὶ πεποικιλμένην ὑπὸ τῆς φύσεως. στέφανον ἂν εἴποις ὁρᾶν1 ἔκ τινος πολυχροίας ἀνθῶν διαπλακέντα πρασίνων τε καὶ χρυσοειδῶν καὶ κινναβαρίνων, ἐναλλὰξ τῶν χρωμάτων κατεσπαρμένων διαστήμασιν ἴσοις.
产于红海的海螺,观之极美且硕大无比。盖因其壳呈绯红之色,又生有为大自然所点缀斑驳的螺纹。人们大可说望见了一圈由各色花朵编织而成的花冠,兼具青翠、金黄与朱砂之色,诸色以相等的间距交错分布。
τὸν δελφῖνα ἡ φύσις ἀεικίνητον εἰργάσατο, ὥς φασι, καὶ πέρας τούτῳ τῆς κινήσεως τὸ καὶ τοῦ βίου.2 ὕπνου γοῦν δεόμενος μετεωρίσας τὸ σῶμα καὶ ἀναπλεύσας ἐπʼ ἄκρον τὸ ὕδωρ, ὡς ὁρᾶσθαι πᾶς, καταδαρθάνει τηνικάδε· ἄυπνος δὲ καὶ ἄμοιρος τοῦδε τοῦ θεοῦ οὐδὲ οὗτός ἐστιν. ὅτι γοῦν καθεύδει,3 ὠθεῖται ἐς βυθόν, ἕως ἂν ψαύσῃ τῆς κάτω γῆς. ὅταν δὲ προσπελασθῇ αὐτῇ, διυπνίζεται κρουσθεὶς πρὸς τὸ δάπεδον, εἶτα ἀναδύνει. καὶ πάλιν ἐς ὕπνον ὑπαχθεὶς καὶ νικώμενος τοῦ θεοῦ κατολισθάνει, καὶ αὖθις ἀφυπνισθεὶς τῇ αὐτῇ κρούσει ἀναπλεῖ πάλιν. καὶ πολλάκις δρᾷ τοῦτο, μεταξὺ ἡσυχίας καὶ ἐνεργείας ὤν, οὐ μὴν ἐς ἀκινησίαν ἐκπίπτων παντελῆ ποτε.
正如人们所说,大自然将海豚造成永动不息之物,对其而言,运动的终点亦即生命的终点。至少,当它需要睡眠时,便浮起躯体,游至水面之上,以至通体可见,于斯时入睡;但即便是它,亦非无眠,亦非未能领受此神(睡神)的恩惠。盖因其沉睡,便被推向深处,直至触及海底泥土。每当靠近泥土,撞击到底层时,它便惊醒过来,继而重新浮起。及至再次被引诱入睡并屈服于睡神时,它又向下沉落,再次因同样的撞击而醒转,重新游上水面。它如此反复再三,处于安歇与活动之间,却绝未曾陷入全然不动之境。
ἐν τῇ Ἐρυθρᾷ θαλάττῃ γίνεται ἰχθὺς πλατὺς τὸ σχῆμα κατὰ τὴν βούγλωττον, ὥς φασι. καὶ φολίδας μὲν οὐ σφόδρα τραχύς ἐστι προσαψαμένῳ,4 τὴν χρόαν δὲ ὑπόχρυσός ἐστι, μελαίναις τε γραμμαῖς ἐς τὸ οὐραῖον ἀπὸ τῆς κεφαλῆς ἄκρας καταγέγραπται. εἴποι τις ἂν αὐτὰς εἶναι χορδὰς ἐντεταμένας· ἔνθεν τοι καὶ ὁ ἰχθὺς αὐτὸς κιθαρῳδὸς κέκληται. τὸ στόμα δὲ αὐτῷ συνίζει καὶ ἔστι μέλαν ἰσχυρῶς, ζώνῃ γε μὴν κροκοειδεῖ κατείληπται· πεποίκιλται δέ οἱ ἡ κορυφὴ διαφόρως τῇ τε χρυσοειδεῖ αὐγῇ καὶ μέντοι καὶ μελαίναις τισὶ περιγραφαῖς. καὶ πτερύγια χρυσοειδῆ ἔχει, μέλαινα δὲ αὐτῷ ἡ οὐρὰ πλὴν τῶν ἄκρων· ταῦτα δὲ λευκὰ ἰσχυρῶς. καὶ ἄλλοι δὲ ᾅδονται κιθαρῳδοὶ τίκτεσθαι.5 καί εἰσι πορφυροῖ μὲν τὸ πᾶν σῶμα, γραμμὰς ἐκ διαστημάτων ἔχοντες χρυσᾶς· ζώνας δʼ ἔχουσιν ἐπὶ τῇ κεφαλῇ ἴοις τοῖς ἄνθεσι παραπλησίας, τὴν μὲν πρὸ τῶν ὀφθαλμῶν μέχρι τῶν βραγχίων καθέρπουσαν, τὴν δὲ μετὰ τοὺς ὀφθαλμοὺς ἐς τὸ ἥμισυ τῆς κεφαλῆς προχωροῦσαν, τὴν δὲ περιθέουσαν κατὰ τῆς δέρης ὡς ὅρμον.
红海之中生有一种形状扁平如牛舌鱼的鱼,人们如是说。若触碰之,其鳞片并不甚粗糙,体色泛金,从头顶直至尾端皆绘有黑色条纹。人们尽可以说那些条纹宛如紧绷的琴弦;正因如此,此鱼本身亦被称作“琴师”。其口部内敛且极黑,却环绕着一条藏红花色的斑带;头顶因金色的光芒与若干黑色轮廓而显得斑斓异样。它生有金色的鳍,尾部除尖端外皆呈黑色,尖端则极白。据说亦有其他种类的琴师鱼繁衍出产。其全身呈紫红色,间隔生有金色线条;头部生有宛如紫罗兰花的斑带,一条从眼前部蜿蜒伸至鳃旁,一条自眼后部延伸至头颅中央,另一条则如项链般环绕于颈项。
πάρδαλις δὲ ἰχθὺς ἐν τῇ Ἐρυθρᾷ φύεται θαλάττῃ, ὡς οἱ θεασάμενοι λέγουσι, καὶ ἔοικε τὴν χρόαν καὶ τὰ στίγματα τὰ περιφερῆ τῇ ὀρείῳ παρδάλει. ὁ δὲ ὀξύρυγχος ὁ ἐνταῦθα γινόμενος ἔχει μὲν πρόμηκες τὸ στόμα, τοὺς δὲ ὀφθαλμοὺς χρυσοειδεῖς, τὰ δὲ βλέφαρα αὐτῷ λευκά· τῷ δὲ νώτῳ οἱ σημεῖά τε ἐπέστικται ὠχρά, καὶ πτέρυγες αὐτῷ αἱ μὲν παρʼ ἑκάτερα μέλαιναι, αἱ δὲ νωτιαῖαι λευκαί· καὶ ἡ οὐρὰ προμήκης τὸ σχῆμα, τὴν δὲ χρόαν πράσινός ἐστι, μέσην δὲ αὐτὴν διείληφε χρυσοειδὴς γραμμή.
目睹者言,红海中亦生有名为“豹鱼”者,其体色与环形斑纹皆酷肖山地之豹。而产于该处的尖吻鱼,口吻狭长,眼睛呈金黄色,眼睑为白色;背部点缀有淡黄色的斑痕,两侧之鳍为黑色,背鳍则为白色;尾部形状细长,颜色青翠,中央有一道金线将其平分。
τῷ Πτολεμαίῳ τῷ δευτέρῳ, ὃν καὶ Φιλάδελφον καλοῦσι, βρέφος ἐλέφαντος δῶρον ἐδόθη, καὶ τῇ φωνῇ ἐνετράφη τῇ Ἑλλάδι, καὶ λαλούντων συνίει. ἐπεπίστευτο δὲ πρὸ τοῦδε τοῦ ζῴου τῆς Ἰνδῶν μόνης φωνῆς ἐπαΐειν τοὺς ἐλέφαντας.
人们送给被称为非拉铁非的托勒密二世一头幼象作为礼物,它是用希腊语抚育长大的,且能听懂人们说话。在此兽之前,人们一直深信大象仅能通晓印度人的言语。
ἔοικε δὲ ἄρα καὶ ἐν τοῖς ἀλόγοις ὑπὸ τῆς φύσεως προτιμᾶσθαι τὸ ἄρρεν. ἔχει γοῦν ὁ μὲν δράκων ὁ ἄρρην τὸν λόφον καὶ τὴν ὑπήνην, ὁ δὲ ἀλεκτρυὼν καὶ οὗτος τὸν λόφον καὶ τὰ κάλλαια, ὁ δὲ ἔλαφος τὰ κέρατα, τὴν χαίτην ὁ λέων, ὁ τέττιξ τὴν φωνήν.
看来在无理性的动物之中,雄性亦更受大自然的眷顾。雄蛇生有肉冠与胡须,雄鸡亦生有鸡冠与肉垂,雄鹿生角,雄狮生鬣,雄蝉则具有鸣声。
ὑπόθεσις μὲν τοῖς Ἀχαιοῖς καὶ τοῖς Τρωσὶ τοῦ πολέμου ἡ Διὸς Ἑλένη φασί,6 καὶ Πέρσαις πρὸς τοὺς Ἕλληνας Ἄτοσσα ἡ Δαρείου γυνὴ ποθήσασα θεραπαίνας κτήσασθαι Ἀττικάς, καὶ τοῦ μακροῦ πολέμου τοῖς Ἕλλησι τὸ πινάκιον τὸ κατὰ τῶν Μεγαρέων. Μάγνητας δὲ καὶ Ἐφεσίους ἐς πόλεμον ἀκρὶς ἐξῆψε, περιστερὰ δὲ Χάονας καὶ Ἰλλυριούς, Θηβαῖοι δʼ οἱ ἐν Αἰγύπτῳ πρὸς Ῥωμαίους ὑπὲρ κυνὸς πολεμῆσαι λέγονται.
人们说,对于阿开奥斯人与特洛伊人而言,战争的缘由乃是宙斯之女海伦;波斯人对希腊人作战,起因于大流士之妻阿托莎欲得阿提卡的女奴;而希腊人彼此间旷日持久的战争,起因于针对墨伽拉人的法令木板。然而,使马格涅西亚人与以弗所人爆发战争的却是一只蝗虫,使卡奥尼亚人与伊利里亚人开战的是一只鸽子,而据说埃及的忒拜人曾为了一条狗而与罗马人交战。
λέγει τις λόγος Πυθοχάρην τὸν αὐλητὴν ἀναστεῖλαι λύκων ὁρμὴν αὐλήσαντα σύντονον καὶ γενναῖον αὔλημα. μυιῶν δὲ πλῆθος ἀνέστησε Μεγαρέας, Φασηλίτας δὲ σφῆκες, σκολόπενδραι δὲ Ῥοιτιεῖς.
有传说称,笛手皮托卡里斯吹奏了一曲激昂雄浑的笛音,遂遏止了群狼的袭击。此外,成群的苍蝇曾迫使墨伽拉人举城迁徙,黄蜂驱逐了法塞利斯人,百足虫驱逐了罗伊提昂人。
πρόβατα ἄχολα ἐν τῷ Πόντῳ φασίν, ἐν δὲ τῇ Νάξῳ τῇ νήσῳ καὶ δίχολα.
人们说,本都的绵羊没有胆囊,而纳克索斯岛上的绵羊甚至具有两个胆囊。
- 11.21στέφανον ἂν εἴποις ὁρᾶν
带有 ἄν 的潜在希求法(εἴποις)后接补足不定式 ὁρᾶν,意为“人们尽可以说看见了……”。不定式的逻辑主语泛指任何人。
- 11.22πέρας τούτῳ τῆς κινήσεως τὸ καὶ τοῦ βίου
系动词 ἐστί 被省略的表语从句。τούτῳ 为代词与格,作所属或利益与格(“对它而言”)。τὸ καὶ τοῦ βίου 中省略了名词 πέρας,即 τὸ [πέρας] τοῦ βίου,全句意为“运动的终点亦即生命的终点”。
- 11.22ὅτι γοῦν καθεύδει
表示原因的连词 ὅτι(“因为、由于”)与用于确证例证的小品词 γοῦν(“的确、至少”)连用,后接现在时直陈式 καθεύδει,说明海豚在水面入睡后“因为沉睡”而被推向深处(ὠθεῖται)。
- 11.23προσαψαμένῳ
不定过去时中动分词的阳性单数与格,作评判者与格/相关与格(“对于触碰之人而言/一经触碰”),含有条件意味(“若有人触摸它”)。
- 11.23καὶ ἄλλοι δὲ ᾅδονται κιθαρῳδοὶ τίκτεσθαι
被动语态动词 ᾅδονται(“被赞颂、被传唱”)后接主格不定式结构(nominative with infinitive)。主语 ἄλλοι κιθαρῳδοὶ 作为不定式 τίκτεσθαι(“出产/繁衍”)的逻辑主语。
- 11.27ὑπόθεσις μὲν τοῖς Ἀχαιοῖς καὶ τοῖς Τρωσὶ τοῦ πολέμου ἡ Διὸς Ἑλένη φασί
省略系动词的并列判断句,中间插入人称动词 φασί(“相传/人们说”)。ὑπόθεσις ... τοῦ πολέμου 为表语,ἡ Διὸς Ἑλένη 为主语;后续分句(Πέρσαις... Ἄτοσσα 以及 τοῖς Ἕλλησι τὸ πινάκιον)均承袭此“当事者与格+原因主格”的平行对称结构。
