- 底本
- Aelian. Claudii Aeliani De Natura Animalium Libri xvii, Vol. 1. Hercher, Rudolf, editor. Leipzig: Teuber, 1864.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0545.tlg001.humanitext-grc2:11.17-11.20
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本节讲述了窥视圣蛇真容招致的灾祸、动物辟邪与平息牝马发情等奇特秉性、赫利刻震前诸小动物的敏锐逃离与神罚、以及西西里阿德拉诺斯神庙圣犬守护善恶之人的奇闻。
λέγει μὲν οὖν Ὅμηρος χαλεποὶ δὲ θεοὶ φαίνεσθαι ἐναργεῖς.1 οὐκοῦν ἔχει τι καὶ δράκων ὁ ἐν ταῖς ἁγιωτάταις τιμαῖς θειότερον, καὶ ἰδεῖν οὐ λυσιτελὲς αὐτόν. καὶ ὅ γε λέγω τοιοῦτόν ἐστιν. ἐν Μετήλει τῆς Αἰγύπτου δράκων ἐστὶν ἱερὸς ἐν πύργῳ, καὶ τετίμηται καὶ ἔχει θεραπευτὰς καὶ ὑπηρέτας, καὶ κεῖταί οἱ τράπεζα καὶ κρατήρ. ἐς τοῦτον οὖν ἀνὰ πᾶσαν ἡμέραν ἄλφιτα ἀναδεύσαντες μελικράτῳ εἶτα ἀπίασι, καὶ τῇ ὑστεραίᾳ ὑποστρέψαντες κενὸν τὸν κρατῆρα εὑρίσκουσιν. οὐκοῦν ὁ πρεσβύτατος τῶνδε τῶν ὑπηρετῶν ἵμερον δριμύτατον ἔσχε θεάσασθαι τὸν δράκοντα, καὶ παρελθὼν μόνος καὶ ποιήσας τὰ εἰθισμένα ἀπέστη· ὃ δὲ ἀνελθὼν ἐπὶ τὴν τράπεζαν ὁ δράκων εἱστιᾶτο. καὶ τὰς θύρας ὁ πολυπράγμων ἀνοίξας (ἔτυχε γὰρ κατὰ τὰ εἰθισμένα ἐπικλείσας) ψόφον εἰργάσατο ἰσχυρόν. ὁ δράκων δὲ ἠγανάκτησε καὶ ἀνεχώρησεν, ὃ δὲ ἰδὼν ὃν ἐπόθει σὺν τῷ ἑαυτοῦ κακῷ, γίνεται μὲν ἔκφρων, εἰπὼν δὲ ὅσα εἶδε καὶ ὡς ἠσέβησεν ὁμολογήσας, ἦν ἄφωνος, εἶτα οὐ μετὰ μακρὸν πεσὼν ἀπέθανεν.
正如荷马所言:“众神显现真容,实令人敬畏。”因此,备受最神圣崇奉的大蛇亦蕴含着某种更具神性的力量,瞻仰其真容绝无益处。我所要讲述的事正是如此。在埃及的墨特利斯,塔楼中供奉着一条圣蛇,它备受尊崇,拥有侍奉者与仆役,人们为它摆设了桌案与调酒缸。每日,他们用蜜水调和麦粉注入其中,随即离去;次日归来时,便发现缸中已空无一物。这些仆役中最年长的一位极度渴望一睹圣蛇真容,他独自进入,照常行完礼仪后便退至一旁;大蛇爬上桌案,开始享用供品。然而这位好事者推开了门——他原本依惯例将门掩上——却发出了巨大的响声。大蛇受惊愤而退去;而那人虽然目睹了朝思暮想之物,却为自己招致了灾祸,神智陷入错乱。他在说出自己所见的一切并承认犯下不敬之罪后,便口不能言,不久即倒地身亡。
ἴδια δὲ ἄρα τῶν ζῴων καὶ ταῦτά ἐστιν. ὁ ταὼς ὑπὲρ τοῦ μὴ βασκανθῆναι λίνου ῥίζαν οἱονεὶ περίαπτόν τι φυσικὸν ἀναζητήσας, ὑπὸ τῇ ἑτέρᾳ πτέρυγι βύσας περιφέρει. λέγεται δὲ καὶ ἵππος τὰ οὖρα εἰ ἐπισχεθείη, παρθένος λύσασα ἣν φορεῖ ζώνην ἐὰν αὐτὸν παίσῃ κατὰ τοῦ προσώπου τῇ ζώνῃ, παραχρῆμα ἐξουρεῖν2 ἀθρόως καὶ τῆς ὀδύνης παύεσθαι. θήλειαν δὲ ἵππον ἐς ἀφροδίσια λυττήσασαν πάνυ σφόδρα παῦσαι ῥᾳδίως ἔστιν, ὡς Ἀριστοτέλης λέγει, εἴ τις αὐτῆς ἀποκείρειε τὰς κατὰ τοῦ τένοντος τρίχας· αἰδεῖται γάρ, καὶ οὐκ ἀτακτεῖ, καὶ παύεται τῆς ὕβρεως καὶ τοῦ σκιρτήματος τοῦ πολλοῦ, κατηφήσασα ἐπὶ τῇ αἰσχύνῃ. τοῦτό τοι καὶ Σοφοκλῆς αἰνίττεται ἐν τῇ Τυροῖ τῷ δράματι· πεποίηται δέ οἱ αὕτη λέγουσα, καὶ ἃ λέγει ταῦτά ἐστιν "κόμης δὲ πένθος λαγχάνω πώλου δίκην, ἥτις συναρπασθεῖσα βουκόλων ὕπο μάνδραις ἐν ἱππείαισιν ἀγρίᾳ χερὶ θέρος θερισθῇ ξανθὸν αὐχένων ἄπο,3 σπάσουσα δʼ ἐν λειμῶνι ποταμίων ποτῶν ἴδῃ σκιᾶς εἴδωλον αἰκισθεῖσʼ ὑπὸ κουραῖς ἀτίμως διατετιλμένης φόβης. φεῦ, κἂν ἀνοικτίρμων τις οἰκτείρειέ νιν πτήσσουσαν αἰσχύνῃσιν, οἷα μαίνεται πενθοῦσα καὶ κλαίουσα τὴν πάρος φόβην. "
动物亦具有如下特异秉性。孔雀为免遭邪视中伤,会找来亚麻根作为天然的辟邪护身之物,塞在一侧翅膀之下随身携带。相传倘若马匹尿闭,只要处女解下腰间所系的带子击打其面部,马匹便会立刻畅快排尿,痛楚顿消。此外,正如亚里士多德所言,设若牝马发情发狂,极易使其平息之法,乃是将它颈项上的鬃毛剪去;盖因它心怀羞耻,便不敢妄为,在蒙羞之中垂头丧气,从而止歇其骄横狂跳之举。索福克勒斯在戏剧《堤洛》中亦暗示了这一点;剧中安排女主角如此诉说,其言如下: “我承受着失发之哀,犹如一匹小马,在马厩中遭牛倌野蛮之手强行捉住,剪去项上金黄的丰收之物;及至它前往草甸啜饮川流之水,照见自身倒影因鬃毛被无情剃光而残损不堪。哀哉,纵是无情之人见其羞缩之态,亦必心生怜悯;看它为昔日的鬃毛哀悼泣涕,何其狂乱!”
μελλούσης δὲ οἰκίας καταφέρεσθαι αἰσθητικῶς ἔχουσιν οἵ τε ἐν αὐτῇ μύες καὶ μέντοι καὶ αἱ γαλαῖ, καὶ φθάνουσι τὴν καταφορὰν καὶ ἐξοικίζονται. τοῦτό τοί φασι καὶ ἐν Ἑλίκῃ γενέσθαι. ἐπειδὴ γὰρ ἠσέβησαν ἐς τοὺς Ἴωνας τοὺς ἀφικομένους οἱ Ἑλικήσιοι, καὶ ἐπὶ βωμοῦ ἀπέσφαξαν αὐτούς, ἐνταῦθα δήπου (τὸ Ὁμηρικὸν τοῦτο) τοῖσιν δὲ θεοὶ τέραα προύφαινον· πρὸ πέντε γὰρ ἡμερῶν τοῦ ἀφανισθῆναι τὴν Ἑλίκην, ὅσοι μύες ἐν αὐτῇ ἦσαν καὶ γαλαῖ καὶ ὄφεις καὶ σκολόπενδραι καὶ σφονδύλαι καὶ τὰ λοιπὰ ὅσα ἦν τοιαῦτα, ἀθρόα ὑπεξῄει τῇ ὁδῷ τῇ ἐς Κερύνειαν ἐκφερούσῃ. οἱ δὲ Ἑλικήσιοι ὁρῶντες τὰ πραττόμενα ἐθαύμαζον μέν, οὐκ εἶχον δὲ τὴν αἰτίαν συμβαλεῖν. ἐπεὶ δὲ ἀνεχώρησε τὰ προειρημένα ζῷα, νύκτωρ γίνεται σεισμός, καὶ συνιζάνει ἡ πόλις, καὶ ἐπικλύσαντος πολλοῦ κύματος ἡ Ἑλίκη ἠφανίσθη, καὶ κατὰ τύχην Λακεδαιμονίων ὑφορμοῦσαι δέκα νῆες συναπώλοντο τῇ προειρημένῃ. χρῆται δὲ ἅμα ἐς τιμωρίαν τῶν ἀσεβῶν ἀνδρῶν ὑπηρέταις τοῖς ζῴοις ἡ Δίκη.4 καὶ τὸ μαρτύριον, Παντακλῆς ὁ Λακεδαιμόνιος ἀναστείλας διὰ τῆς Σπάρτης ἐλθεῖν τοὺς ἐς Κύθηρα ἀπιόντας τῶν περὶ τὸν Διόνυσον τεχνιτῶν, εἶτα καθήμενος ἐν τῷ ἐφορείῳ ὑπὸ κυνῶν διεσπάσθη. ἐν Σικελίᾳ Ἀδρανός ἐστι πόλις, ὡς λέγει Νυμφόδωρος, καὶ ἐν τῇ πόλει ταύτῃ Ἀδρανοῦ νεώς, ἐπιχωρίου δαίμονος· πάνυ δὲ ἐναργῆ φησιν εἶναι τοῦτον. καὶ τἄλλα μὲν ὅσα ὑπὲρ αὐτοῦ λέγει, καὶ ὅπως ἐμφανής ἐστι καὶ ἐς τοὺς δεομένους εὐμενής τε ἅμα καὶ ἵλεως, ἄλλοτε εἰσόμεθα· νῦν δὲ ἐκεῖνα εἰρήσεται. κύνες εἰσὶν ἱεροί, καὶ οἵδε θεραπευτῆρες αὐτοῦ καὶ λατρεύοντές οἱ, ὑπεραίροντες τὸ κάλλος τοὺς Μολοττοὺς κύνας καὶ σὺν τούτῳ καὶ τὸ μέγεθος, χιλίων οὐ μείους τὸν ἀριθμόν. οὐκοῦν οὗτοι μεθʼ ἡμέραν μὲν αἰκάλλουσί τε καὶ σαίνουσι τοὺς ἐς τὸν νεὼν καὶ τὸ ἄλσος παριόντας, εἴτε εἶεν ξένοι εἴτε ἐπιχώριοι· νύκτωρ δὲ τοὺς μεθύοντας ἤδη καὶ σφαλλομένους κατὰ τὴν ὁδὸν οἳ δὲ πομπῶν δίκην καὶ ἡγεμόνων μάλα εὐμενῶς ἄγουσι, προηγούμενοι ἐς τὰ οἰκεῖα ἑκάστῳ, καὶ τῶν μὲν παροινούντων τιμωρίαν ἀρκοῦσαν ἐσπράττονται· ἐμπηδῶσι γὰρ καὶ τὴν ἐσθῆτα αὐτοῖς καταρρηγνύουσι, καὶ σωφρονίζουσιν ἐς τοσοῦτον αὐτούς· τούς γε μὴν πειρωμένους λωποδυτεῖν διασπῶσι πικρότατα.
当房屋将倾之时,居于其中的鼠类及鼬类皆能敏锐察知,赶在倾覆之前抢先逃离。人们说赫利刻城亦曾发生此等景象。赫利刻人曾对前来的伊奥尼亚人犯下不敬大罪,在祭坛上将他们屠杀;正如荷马所云,神明此时遂向他们显现凶兆。盖在赫利刻覆亡前五日,城中所有的鼠类、鼬类、蛇类、蜈蚣、甲虫以及其余所有此类生物,尽皆沿着通往刻律涅亚的大道成群出逃。赫利刻人见此景象虽感诧异,却未能参透其中缘由。待前述动物尽皆离去之后,夜间突发地震,城邦轰然塌陷,狂涛巨浪席卷而来,赫利刻就此湮灭;碰巧在附近下锚的十艘斯巴达战船,亦与该城一同覆没。正义女神亦驱使动物作为仆从,用以惩处不敬之徒。其明证便是:斯巴达人潘塔克勒斯曾阻止前往基西拉的狄奥尼索斯剧团艺人途经斯巴达,其后他在监察官公署端坐之时,竟被群犬撕成了碎片。正如林福多罗斯所述,西西里有一座名为阿德拉农的城邦,城中立有本地神祇阿德拉诺斯的神庙;据说该神显灵极为频繁。至于他关于此神所讲述的其他种种事迹,以及该神如何现身并对祈求者慈悲宽仁,我们当另觅时机细表;如今且讲述以下之事。神庙中养有圣犬,作为其侍奉与司事者,无论在神骏还是体形上皆胜过莫洛索斯犬,其数量不下千只。这些圣犬在日间对进入神庙与圣林之人——无论是异乡客还是本地人——皆摇尾相迎,温顺讨喜;而在夜间,对那些醉酒而在路上踉跄之人,它们则宛如向导与卫士般极尽亲善地护送,将每人前导引回各自家中;对于那些借酒闹事者,它们则施以恰如其分的惩罚:扑上前去撕碎其衣衫,对其惩诫至此;然而对于那些企图行劫偷盗衣物之徒,它们则会极为残忍地将其撕成碎片。
- 11.17χαλεποὶ δὲ θεοὶ φαίνεσθαι ἐναργεῖς
引自荷马《伊利亚特》卷20第131行。此处采用了形容词与主语一致的人称构式(Personal construction),χαλεποί 与 θεοί 保持一致,后接不定式 φαίνεσθαι,意为“众神若显现真容,实令人难以忍受/畏惧”,相当于非人称构式 χαλεπόν ἐστι θεοὺς φαίνεσθαι 的变体。
- 11.18λέγεται δὲ καὶ ἵππος τὰ οὖρα εἰ ἐπισχεθείη, παρθένος λύσασα ἣν φορεῖ ζώνην ἐὰν αὐτὸν παίσῃ κατὰ τοῦ προσώπου τῇ ζώνῃ, παραχρῆμα ἐξουρεῖν
由主动词 λέγεται 统领的长句。ἵππος 置于句首,充当后文不定式 ἐξουρεῖν 的逻辑主语。句中嵌套了双重条件从句:表示前提状况的希求法条件从句 εἰ ἐπισχεθείη(“设若马匹尿闭”)与表示触发动作的连接法从句 ἐὰν ... παίσῃ(“若处女击打其面部”),最终引出主干不定式 ἐξουρεῖν。
- 11.18θέρος θερισθῇ ξανθὸν αὐχένων ἄπο
引自索福克勒斯散佚悲剧《堤洛》。名词 θέρος 与被动语态动词 θερισθῇ 构成同族宾格(cognate accusative)。此处“金黄的收获物/庄稼”(θέρος ξανθόν)是用以借指小马金黄色鬃毛的诗意隐喻。
- 11.20χρῆται δὲ ἅμα ἐς τιμωρίαν τῶν ἀσεβῶν ἀνδρῶν ὑπηρέταις τοῖς ζῴοις ἡ Δίκη
该句存在语序倒装。主语是置于句末的 ἡ Δίκη(正义女神)。动词 χρῆται 支配与格,τοῖς ζῴοις 为其宾语,ὑπηρέταις 则作为同位述补语(“驱使动物作为仆役”)。
