← 克劳狄乌斯·埃利安

论动物的本性

§11.15-11.16

大象的忠诚与记忆力及拉维尼乌姆神蛇的贞洁审判

本节讲述了大象卓越的记忆力与忠诚品质,列举了墨伽拉雌象尼凯亚照料婴儿以及大象惩处通奸者的轶事,随后详述了拉维尼乌姆的大蛇通过食物判定处女贞洁的占卜仪式。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§11.15

ἰδιότητος ἄνω μοι λέλεκται· νῦν δὲ εἰρήσεται ὅτι καὶ μνήμην ἀγαθόν ἐστι1 τὸ ζῷον τοῦτο, καὶ ἐντολὰς φυλάξαι οἶδε καὶ μὴ ψεύσασθαι τὴν τῶν παρακαταθεμένων ὅ τι οὖν αὐτῷ προσδοκίαν τε καὶ ἐλπίδα. ὅτε γοῦν Ἀντίγονος ἐπολιόρκει Μεγαρέας, ἑνὶ τῶν ἐλεφάντων τῶν πολεμικῶν συνετρέφετο καὶ θῆλυς, ὄνομα Νίκαια. ταύτῃ τοίνυν ἡ τοῦ τρέφοντος αὐτὸν γυνὴ παιδίον, ὃ ἔτυχε τεκοῦσα πρὸ ἡμερῶν τριάκοντα, παρακατέθετο φωνῇ τῇ Ἰνδῶν, ἧς ἀκούουσιν ἐλέφαντες. ὃ δὲ καὶ ἐφίλει τὸ παιδίον καὶ ἐφύλαττε, καὶ κειμένου πλησίον ἥδετο, καὶ κνυζωμένου παρέβλεπε, καὶ καθεύδοντος τῇ προβοσκίδι τὰς μυίας ἀπεσόβει καλάμου κλαδὶ τοῦ παραβαλλομένου ἐς τροφήν· εἰ δὲ μὴ παρῆν τὸ βρέφος, τότε καὶ τροφὴν ἀνεστέλλετο. οὐκοῦν ἔδει τὴν τρέφουσαν αὐτὸ ἐμπλῆσαι μὲν τοῦ γάλακτος, παραθεῖναι δὲ τῷ κηδεμόνι, ἢ πάντως ἀγανακτῶν ἡ Νίκαια ἦν δῆλος καὶ τεθυμωμένος2 καί τι καὶ δρασείων τῶν δεινῶν. πολλάκις δὲ καὶ ἀνακλαύσαντος αὐτοῦ εἶτα τὴν σκάφην ᾗ ἐνέκειτο διέσεισε, παραμυθούμενος τῷ σεισμῷ τὸ βρέφος, οἷα δήπου φιλοῦσι καὶ αἱ τροφοὶ καὶ αἱ τίτθαι δρᾶν, ποιῶν, ὦ ἄνθρωποι, ὁ ἐλέφας. ζηλοτυπίαν ζῴων ἐνεργοτάτην διαφόρων ἐν καιρῷ οἶδα εἰπών, πορφυρίωνος καὶ κυνὸς καὶ μέντοι καὶ πελαργοῦ νὴ Δία ἐκ τρίτου· νῦν δὲ ἔοικα λέξειν ἐλέφαντος ὀργὴν ἐς γάμον ἀδικούμενον. μοιχευομένην γὰρ τὴν τοῦ πωλεύσαντος αὐτὸν καὶ τρέφοντος γυναῖκα ἐπʼ αὐτοφώρῳ καταλαβών, διʼ ἀμφοτέρων θάτερον διεὶς τοῖν κεράτοιν, ἀπέκτεινε καὶ τὸν μοιχὸν καὶ τὴν μοιχευομένην, καὶ εἴασε κεῖσθαι κατὰ τῶν στρωμάτων τῶν ὑβρισμένων καὶ τῆς εὐνῆς τῆς πεπατημένης, ὡς ἐλθόντα τὸν πωλευτὴν καταγνῶναι3 καὶ τὸ ἀδίκημα καὶ τὸν τιμωρήσαντα αὐτῷ γνωρίσαι. καὶ τοῦτο μὲν Ἰνδικὸν τὸ ἔργον, ἐκεῖθεν δὲ ἐξεφοίτησε δεῦρο· ἀκούω δὲ καὶ ἐπὶ Τίτου ἀνδρὸς καλοῦ καὶ ἀγαθοῦ ἐν τῇ Ῥώμῃ ταὐτὸν γεγονέναι· προστιθέασι δὲ ὅτι ἄρα ὁ ἐνθάδε ἐλέφας ἀπέκτεινεν ἀμφοτέρους, καὶ ἱματίῳ κατεκάλυψε, καὶ ἐλθόντι τῷ τροφεῖ ἀποβαλὼν τὸ ἱμάτιον κειμένους ἀλλήλων πλησίον ἀπέδειξε, καὶ τὸ κέρας δέ, ᾧπερ οὖν διέπειρεν αὐτούς, καὶ τοῦτο ᾑμαγμένον ἑωρᾶτο.

关于大象的特异之处,此前我已有论述;而如今将要说明的是,这种动物亦极具记忆力,知晓遵从嘱托,绝不辜负寄托者对其寄予的任何期许与希望。话说当年安提柯围攻墨伽拉人之时,与一头战象同养的还有一头雌象,名为尼凯亚。饲育此象者的妻子便将自己刚生下三十日的婴儿托付于它,用的是大象所能听懂的印度语言。雌象既怜爱这婴儿,又守护着他;当婴儿躺在身边时它便欢喜,婴儿抽泣时它便照看,婴儿睡着时它便用象鼻卷起充作饲料的芦苇枝拂去苍蝇;设若婴儿不在身边,它甚至会拒绝进食。因此,哺育婴儿的生母必须先喂饱乳汁,再将其置于这位保护者身旁,否则尼凯亚显然会极其愤慨与暴怒,大有做出可怕之举的势头。而且每当婴儿啼哭,它便常常摇动婴儿所卧的摇篮,以摇晃抚慰婴儿——诸位啊,这头大象所为之事,恰恰正是保姆和乳母们惯常所做之事!我自知曾在适当时机论及不同动物那极其强烈的嫉妒心:紫水鸡、犬,以及凭宙斯起誓排在第三位的鹳鸟;然而如今看来,我将要讲述的是一头大象因遭到背叛的婚姻而发起的震怒。盖因它当场撞见驯养者的妻子通奸,遂用两枚长牙中的一枚穿透二人之身,将奸夫与淫妇双双毙命,并任凭他们躺在受辱的被褥与被践踏的床榻之上,以便驯养者归来之时能认清这一罪行,并知晓为自己复仇者是谁。此事虽发生在印度,却自彼处流传至此;然而我听闻在仁厚贤德的提图斯在位之时,罗马亦发生过同样之事。人们补充道,此处的象杀死了二人,用外衣将其遮盖,待饲养者归来时揭开外衣,展示二人并排而卧的尸身;而刺穿二人的长牙,亦被目睹染满了鲜血。

§11.16

ἴδιον δὲ ἦν ἄρα τῶν δρακόντων καὶ ἡ μαντική. ἐν γοῦν Λαουινίῳ τῷ πολίσματι, ὅπερ τῆς Λατίνων χώρας ἐστί ʽκέκληται δὲ ἀπὸ τῆς Λατίνου θυγατρὸς Λαουινίας, ἡνίκα Λατῖνος Αἰνείᾳ συνεμάχησε κατὰ τῶν καλουμένων Ῥουτουλῶν, εἶτα ἐνίκησεν αὐτούς· ᾤκισε δὲ Αἰνείας ὁ Ἀγχίσου ὁ Τρὼς τὴν πόλιν τὴν προειρημένην, εἴη δʼ ἂν τῆς Ῥώμης μητρομήτωρ, ὡς ἂν εἴποι τις·4 ἐντεῦθεν γὰρ ὁρμηθεὶς Ἀσκάνιος ὁ Αἰνείου καὶ Κρεούσης τῆς Τρωάδος ᾤκισε τὴν Ἄλβαν, Ἀλβανῶν δὲ ἡ Ῥώμη ἄποικοςʼ· οὐκοῦν ἐν τῷ Λαουινίῳ ἄλσος τιμᾶται μέγα καὶ δασύ, καὶ ἔχει πλησίον νεὼν Ἥρας Ἀργολίδος. ἐν δὲ τῷ ἄλσει φωλεός ἐστι μέγας καὶ βαθύς, καὶ ἔστι κοίτη δράκοντος. παρθένοι τε ἱεραὶ νενομισμέναις ἡμέραις παρίασιν ἐς τὸ ἄλσος ἐν τοῖν χεροῖν φέρουσαι μάζαν καὶ τοὺς ὀφθαλμοὺς τελαμῶσι κατειλημμέναι· ἄγει δὲ αὐτὰς εὐθύωρον ἐπὶ τὴν κοίτην τοῦ δράκοντος πνεῦμα θεῖον, καὶ ἀπταίστως προΐασι βάδην καὶ ἡσυχῆ, ὥσπερ οὖν ἀκαλύπτοις ὁρῶσαι τοῖς ὀφθαλμοῖς. καὶ ἐὰν μὲν παρθένοι ὦσι, προσίεται τὰς τροφὰς ἅτε ἁγνὰς ὁ δράκων καὶ πρεπούσας ζῴῳ θεοφιλεῖ· εἰ δὲ μή, ἄψαυστοι μένουσι, προειδότος αὐτοῦ τὴν φθορὰν καὶ μεμαντευμένου. μύρμηκες δὲ τὴν μάζαν τὴν τῆς διακορηθείσης ἐς μικρὰ καταθρύψαντες, ὡς ἂν εὔφορα αὐτοῖς εἴη, εἶτα ἐκφέρουσιν ἔξω τοῦ ἄλσους, καθαίροντες τὸν τόπον. γνωρίζεταί τε ὑπὸ τῶν ἐπιχωρίων τὸ πραχθέν, καὶ αἱ παρελθοῦσαι ἐλέγχονται, καὶ ἥ γε τὴν παρθενίαν αἰσχύνασα ταῖς ἐκ τοῦ νόμου κολάζεται τιμωρίαις. μαντικὴν μὲν δὴ δρακόντων ἂν ἀποφήναιμι τὸν τρόπον τοῦτον.

此外,预言之力亦是大蛇所特有的禀赋。在属于拉丁人地域的拉维尼乌姆小镇——该镇得名于拉丁努斯之女拉维尼亚,当时拉丁努斯与埃涅阿斯结盟对抗所谓的鲁图利人并战胜了他们;而安喀塞斯之子特洛伊人埃涅阿斯建立了前述城镇,不妨称之为罗马的外祖母;盖埃涅阿斯与特洛伊妇人克瑞乌萨之子阿斯卡尼俄斯即自此地出发建立了阿尔巴,而罗马乃是阿尔巴人的殖民城邦——在拉维尼乌姆,有一片广大而幽深的圣林备受崇奉,附近矗立着阿尔戈斯赫拉的神庙。圣林中有一处巨大而深邃的洞穴,此即大蛇的栖所。神圣的处女们在法定的日子里双手捧着大麦饼,双眼蒙着布带步入圣林;神圣的灵气笔直引领她们前往大蛇的栖所,她们安详而徐缓地前行,绝无失足踉跄,宛如双目未蒙一般视物无碍。设若她们确系处女,大蛇便接纳食物,视为纯洁且配得上为神所眷之兽的供品;若非如此,食物便原封未动,盖因它早已预知并占卜出她的污损。随后,蚂蚁将失贞少女的麦饼碾成细屑,以便于搬运,继而将其搬出圣林之外,从而净化该处。本地居民由此知晓所发生之事,进入圣林的少女们接受审验,而玷污了贞洁者则依律受罚。大蛇的预言之能,我便以此种方式加以陈述。

语法注4 条
  1. 11.15μνήμην ἀγαθόν ἐστι

    宾格 μνήμην 作中性形容词 ἀγαθόν 的关系宾格(限制/方面宾格),意为“在记忆方面是优秀的”。

  2. 11.15ἀγανακτῶν ἡ Νίκαια ἦν δῆλος καὶ τεθυμωμένος

    虽然主语是阴性专有名词 ἡ Νίκαια,但表语形容词与分词却采用了阳性形式(ἀγανακτῶν, δῆλος, τεθυμωμένος)。这是一种意合造句法(constructio ad sensum),顺应了指代该动物的阳性通名(ὁ ἐλέφας)。句式为 δῆλός ἐστι + 分词的人称构词法,表示“显然在发怒”。

  3. 11.15ὡς ἐλθόντα τὸν πωλευτὴν καταγνῶναι

    连词 ὡς 引导带有宾格主语(τὸν πωλευτήν)的不定式(καταγνῶναι, γνωρίσαι),用以表示目的(“以便驯养者归来时认出……”)。这是后古典期希腊语中 ὡς/ὥστε 搭配不定式构成目的从句的常见用法。

  4. 11.16εἴη δʼ ἂν τῆς Ῥώμης μητρομήτωρ, ὡς ἂν εἴποι τις

    带有 ἄν 的祈愿语气 εἴη 为潜势祈愿语气,表示委婉推断(“或许可以被称为……”)。它与插入语 ὡς ἂν εἴποι τις(“所谓”、“正如人们或许会说的那样”)相呼应,形象地将拉维尼乌姆繁衍阿尔巴·隆加再及罗马的谱系关系比作“外祖母”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0545.tlg001.humanitext-grc2:11.15-11.16