← 克劳狄乌斯·埃利安

论动物的本性

§11.11-11.14

太阳圣牛姆涅维斯与智慧海豚及达夫尼斯的忠犬

作者记述了献给太阳神的圣牛姆涅维斯击败波克霍里斯王所设野牛以证身世的传说,随后描述了海豚破网逃生与求释同伴的灵性智慧,以及牧人达夫尼斯受难后为其殉死的五只忠犬的事迹。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§11.11

Ἀλλʼ ἄγε δὴ μετάβηθι φαίη ἂν ὁ λόγος, καὶ οὐχ ἵππον μὰ Δία οὐδὲ μὴν τὸν ἐν αὐτῷ λόχον ᾆδε,1 ἀλλὰ Μνεῦιν βοῦν. καὶ τοῦτον Αἰγύπτιοι Ἡλίου φασὶν ἱερόν, ἐπεὶ τόν γε Ἆπιν ἀνάθημα εἶναι Σελήνῃ λέγουσιν. ἴδιον δὲ ἄρα καὶ τούτῳ γνώρισμα ἐς τὸ εἶναι μήτε κίβδηλον μήτε μὴν νόθον ἀλλὰ φίλον τῷ θεῷ τῷ προειρημένῳ φασὶν Αἰγύπτιοι. καὶ ὑπὲρ τούτων μὲν ἐρεῖ ἄλλος, ὃν δὲ ἤκουσα λόγον Αἰγύπτιον ἐς βάσανον τοῦδε τοῦ ταύρου καὶ ἔλεγχον, εἴτε σπορᾶς ἐστι κρείττονος εἴτε μή, τοῦτον εἰπεῖν ἐθέλω. Βόκχορις ὁ τῶν Αἰγυπτίων βασιλεύς, κλέος ψευδὲς καὶ φήμην οὐδὲν λέγουσαν ὑγιὲς οὐκ οἶδα ὅπως ἁρπάσας, δίκαιός τε ἐν ταῖς κρίσεσιν ἐδόκει καὶ πρὸς τὸ ὅσιον τὴν ψυχὴν κεκοσμημένος· ἦν δὲ ἄρα ἔμπαλιν πεφυκὼς ἐκεῖνος. καὶ τὰ μὲν πλείω ἐῶ νῦν, τὸν δὲ Μνεῦιν, λυπῆσαι θέλων Αἰγυπτίους, οἷα ἐργάζεται γοῦν αὐτόν. ταῦρον ἄγριον ἐπάγει οἱ ἀντίπαλον. οὐκοῦν μυκᾶται μὲν ὁ Μνεῦις, ἀντεμυκήσατο δὲ ὁ ἔπηλυς. εἶτα ὑπὸ τοῦ θυμοῦ φέρεται μὲν ἐμπεσεῖν τῷ ταύρῳ τῷ θεοφιλεῖ ὁ ξένος ἐθέλων, καὶ σφάλλεται, καὶ ἐς περσέας ἐμπεσὼν πρέμνον ἐπεσχέθη τὸ κέρας,2 ὃ δὲ κατὰ τῆς πλευρᾶς ὁ Μνεῦις τιτρώσκων ἀπέκτεινεν αὐτόν. αἰδεῖται Βόκχορις, καὶ μισοῦσιν αὐτὸν Αἰγύπτιοι. εἰ δέ τις αἴσχιστον οἴεται ἐκ τῶν φυσικῶν λόγων ἐς μύθους ἐμπεσεῖν, μωρός ἐστι. λέγω γὰρ ὅσα τε δρᾶται ἐπὶ τοῖσδε τοῖς ταύροις καὶ ὅσα ἐπράχθη καὶ ἀκούω λεγόντων Αἰγυπτίων. οὐκ ἦν δὲ ἄρα· οὕτω τὸ ψεῦδος ἐκείνοις ἔχθιστόν ἐστι.

“来吧,转入下文,”论述本身或许会说,“凭宙斯起誓,莫要歌咏木马,亦莫歌咏藏身其中的伏兵,而当歌咏公牛姆涅维斯。”埃及人称此牛奉献予太阳,因他们称阿庇斯乃是献给月亮的祭品。埃及人称,此牛亦有其独特的印记,以证明其既非伪冒亦非私生,而是为前述神明所深爱。关于这些事情,自有他人评说;至于我所听闻的一则埃及传说,关乎对这头公牛的勘验与核查,以判明其是否源自神圣的血统,我愿将其道出。埃及国王波克霍里斯不知如何窃得了虚名与毫无根据的传闻,在审判中显得公正,其灵魂亦似修饰得合乎敬虔;然而其实质却恰恰相反。如今且搁置其余多数恶行,他因企图令埃及人伤痛,竟对姆涅维斯犯下了何等恶行!他引来一头野牛作为它的敌手。姆涅维斯发出吼叫,这头外来之牛亦回敬以长哞。继而那外来之牛在狂怒驱使下猛冲过去,企图扑向为神所眷顾之圣牛,却脚下一滑,撞在波斯桃树的树干上,牛角被卡住;姆涅维斯刺伤其侧肋,将其毙命。波克霍里斯深感羞愧,而埃及人则对他恨之入骨。若有人以为从自然之理跌入神话乃是奇耻大辱,此人实属愚钝。盖我所讲述者,皆为涉及这些公牛的现行之事、过往之事,以及我听闻埃及人所言之事。这绝非虚妄;因虚伪对他们而言乃是至极之可憎。

§11.12

οἱ δελφῖνες, τὸ μὲν φιλόμουσον αὐτῶν καὶ περὶ τὴν ᾠδὴν σπουδαῖόν τε καὶ φιλόπονον κεκήρυκταί τε καὶ ἐς πολλοὺς ἐξεφοίτησε, καὶ ὥς εἰσι φιλάνθρωποι ἄλλοι τε εἶπον καὶ ἡμεῖς ἄνω που διεξήλθομεν τῷ λόγῳ· ἐνταυθοῖ δὲ εἰπεῖν ὑπὲρ τῆς συνέσεως αὐτῶν οὐ χεῖρόν ἐστιν. ὅταν γοῦν δικτύῳ περιπέσῃ δελφίς, τὰ μὲν πρῶτα ἡσυχάζει καὶ φυγῆς οὐδέν τι μέμνηται, εὐωχεῖται δὲ τῶν συνεαλωκότων ἰχθύων, καὶ ὥσπερ ἐπὶ δαῖτα ἥκων κλητὸς εἶτα ἐμφορεῖται αὐτῶν· ὅταν δὲ αἴσθηται ἐπισυρόμενος ὅτι γίνεται τῆς γῆς πλησίον, ἐνταῦθά τοι τὸ δίκτυον διατραγὼν ἀπαλλάττεται καὶ ἔστιν ἐλεύθερος. ἐὰν δέ ποτε ἁλῷ, οἱ χαριέστεροι τῶν ἁλιέων ὁλόσχοινον αὐτοῦ διείραντες τῶν ῥινῶν ἀφῆκαν αὐτόν· ὃ δὲ οἷα τὸν ἔλεγχον αἰδούμενος οὐκέτι πλησιάζει σαγήνῃ τὸ ἐντεῦθεν. λέγει δὲ Ἀριστοτέλης ὅτι κἂν ἁλῷ καὶ δεθῇ καὶ ἐν τῇ σκάφῃ ᾖ, πολλοὶ περινήχονται δελφῖνες τὴν ἁλιάδα, καὶ ἐς τοσοῦτον πηδῶσί τε καὶ σκιρτῶσι δίκην ἱκετῶν, ἔστε παθεῖν τι τοὺς ἁλιέας,3 καὶ οἰκτεῖραι μὲν τὸν δεσμώτην, εἶξαι δὲ τοῖς δεομένοις καὶ ἀπολῦσαι αὐτοῖς τὸν ᾑρημένον.

关于海豚,它们对乐艺的钟爱以及对歌咏的热诚与精进早已广为人知,声名远扬;至于它们亲善人类,他人曾有论及,我们此前在论述中亦详加阐发;然而在此处谈及它们的智慧亦非无益之事。每当海豚落入渔网,起初它安详静卧,全不念及逃遁,反而以一同被捕之游鱼为美餐,仿佛应邀赴宴一般大快朵颐;然而当它察觉被牵引着逐渐接近陆地之时,便在此际咬破渔网脱身而去,重获自由。设若有时被擒,较为良善的渔人会将灯心草穿入其鼻孔后将其放生;它则仿佛羞于这番受辱,从此再不靠近大拉网。亚里士多德言道,即便有一只海豚被捕、受缚并置于舟中,亦会有众多海豚环绕渔船游弋,如哀求者般跳跃腾跃,以致渔人心生感动,怜悯这名囚徒,顺从恳求者之意而将捕获的海豚释放交还给它们。

§11.13

Δάφνιδος τοῦ βουκόλου τοῦ Συρακοσίου παθόντος ὑπὸ τῆς νύμφης ταῦτα δήπου τὰ ὑμνούμενα, πέντε τροφίμους κύνας, τὸν Σάννον καὶ τὸν Πόδαργον καὶ τὴν Λαμπάδα καὶ τὸν Ἄλκιμον καὶ τὸν Θέοντα, θεασαμένους τοῦ δεσπότου τὰς πάθας ἐπʼ αὐτῷ θάνατον ἑλέσθαι φασί, καὶ πολλὰ μὲν ὀδύρασθαι πρότερον, κλαῦσαι δὲ πάμπολλα.

叙拉古的牧人达夫尼斯遭受水仙那广为传唱的折磨之时,相传由他养育的五只猎犬,即桑诺斯、波达尔戈斯、朗帕斯、阿尔基莫斯与特翁,目睹主人的受难,毅然为之选择死亡,在此之前曾哀泣良久,痛哭不已。

§11.14

διάφορα μὲν καὶ ποικίλα τῆς τῶν ἐλεφάντων

关于大象的……乃是各不相同且纷繁多样的

语法注3 条
  1. 11.11οὐχ ἵππον μὰ Δία οὐδὲ μὴν τὸν ἐν αὐτῷ λόχον ᾆδε

    此句化用了《奥德赛》第8卷第492–500行中奥德修斯请求德摩多科斯歌唱特洛伊木马与伏兵的典故。拟人化的“论述”(ὁ λόγος)在此作为主语,向作者发出命令(ᾆδε为现在时命令式),要求其歌咏公牛姆涅维斯而非荷马史诗题材。

  2. 11.11ἐπεσχέθη τὸ κέρας

    在被动语态动词ἐπεσχέθη(ἐπέχω“阻挡、扣留”的不定过去被动式)中,名词词组τὸ κέρας(角)充当限制关系宾格(即所谓希腊式宾格),意为“就其角而言被制止/夹住”。

  3. 11.12ἔστε παθεῖν τι τοὺς ἁλιέας

    古典希腊语中ἔστε通常接定式动词表示“直到……”,但此处属于晚期用法,如同ὥστε一样引出宾格加不定式结构(τοὺς ἁλιέας παθεῖν τι),与前面的ἐς τοσοῦτον相呼应,表示程度上的结果(“达到……使渔夫们深受触动的地步”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0545.tlg001.humanitext-grc2:11.11-11.14