← 克劳狄乌斯·埃利安

论动物的本性

§10.49-10.50

克拉罗斯圣域与埃律克斯神庙的奇迹

文中记述了克拉罗斯的阿波罗圣域免受毒虫侵害的奇象,以及埃律克斯阿佛洛狄忒神庙掠夺者遭受天谴的下场与拂晓自生青草的神坛上祭牲自发前来的特异习性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§10.49

ἰδίᾳ δὲ καὶ ἐν τῇ Κλάρῳ τὸν Διὸς καὶ Λητοῦς τιμῶσιν οἱ Κλάριοι καὶ πᾶν τὸ Ἑλληνικόν. οὐκοῦν ὁ ἐνταῦθα χῶρος τοῖς ἰοβόλοις θηρίοις ἀστιβής τε ἅμα καὶ ἔχθιστός ἐστι, τοῦτο μὲν καὶ τῇ τοῦ δαίμονος βουλῇ, πάντως δὲ καὶ πεφρικότων τῶν θηρίων αὐτὸν ἅτε καὶ αὐτὸν σώζειν εἰδότα καὶ μέντοι καὶ τὸν σωτῆρα καὶ νόσων ἀντίπαλον Ἀσκληπιὸν φύσαντα. ἀλλὰ καὶ Νίκανδρος οἷς λέγω μάρτυς. λέγει δὲ Νίκανδρος "οὐκ ἔχις οὐδὲ φάλαγγες ἀπεχθέες οὐδὲ βαθυπλὴξ ἄλσεσιν ἐνδιάει σκορπίος ἐν Κλαρίοις, Φοῖβος ἐπεί ῥʼ αὐλῶνα βαθὺν μελίῃσι καλύψας ποιηρὸν δάπεδον θῆκεν ἑκὰς δακέτων. "

特别是在克拉罗斯,克拉罗斯人乃至全希腊人都尊奉宙斯与勒托之子。因此,那里的地方对有毒的野兽而言是不可涉足且极为可厌的,这一方面是出于神明的意愿,完全也是因为野兽对他畏惧战栗,因为他自己也深知拯救之法,且生育了救主兼疾病克星阿斯克勒庇俄斯。尼坎德亦可为我所言作证。尼坎德说道: “在克拉罗斯的树林中,既无蝰蛇,亦无令人厌憎的蜘蛛,更无深蜇的蝎子栖居,因福玻斯曾以白蜡树遮蔽深谷,造就了一片远离啮咬之虫的草地。”

§10.50

ἀκούω λεγόντων ἐν Ἔρυκι, ἔνθα δήπου καὶ ὁ τῆς Ἀφροδίτης ὑμνούμενος νεώς ἐστιν, οὗπερ οὖν καὶ ἀνωτέρω μνήμην ἐποιησάμην τῶν ἐκεῖθι περιστερῶν εἰπὼν τὰ ἴδια, εἶναι μὲν καὶ χρυσὸν πολὺν καὶ ἄργυρον πάμπλειστον καὶ ὅρμους καὶ δακτυλίους μέγα τιμίους, ἄσυλα δὲ εἶναι καὶ ἄψαυστα ταῦτα τῷ τῆς θεοῦ δέει, καὶ ἀεὶ τοὺς ἄνω τοῦ χρόνου1 διʼ αἰδοῦς ἄγειν θαυμαστῆς καὶ τὴν δαίμονα τὴν προειρημένην καὶ τὰ κειμήλια ἐκείνης. Ἀμίλκαν δὲ πυνθάνομαι τὸν Λίβυν συλήσαντα αὐτὰ καὶ ἐργασάμενον χρυσίον καὶ ἀργύριον εἶτα μέντοι διανεῖμαι τῇ στρατιᾷ πονηρὰν νομήν, καὶ ὑπὲρ τούτων αὐτὸν ἀλγεινότατα καὶ βαρύτατα αἰκισθέντα ἅμα καὶ κολασθέντα κρεμασθῆναι, πᾶν δὲ ὅσον αὐτῷ τῆς πράξεως καὶ τῆς ἐκδίκου θεοσυλίας ἐγένετο μέτοχον βιαίοις τε καὶ δεινοῖς χρήσασθαι θανάτοις, ἥ τε πατρὶς αὐτοῦ εὐδαιμονιζομένη τέως καὶ ζηλωτὴ δοκοῦσα ἐν ὀλίγαις τῶν ἱερῶν χρημάτων ἐσκομισθέντων ἣ δὲ δούλη ἦν.2 καὶ ταῦτα μὲν πρὸς τὴν παροῦσάν μοι χρείαν σεμνὰ ὄντα ὅμως οὐχ ὁρᾷ πω, τὸ δὲ τοῖς λόγοις τοῖσδε συμμελὲς τοῦτο εἰρήσεται. ἀνὰ πᾶν ἔτος καὶ ἡμέραν πᾶσαν θύουσι τῇ θεῷ καὶ οἱ ἐπιχώριοι καὶ οἱ ξένοι. καὶ ὁ μὲν βωμὸς ὑπὸ τῷ οὐρανῷ ὁ μέγιστός ἐστι, πολλῶν δὲ ἐπʼ αὐτοῦ καθαγιζομένων θυμάτων ὃ δὲ πανημέριος καὶ ἐς νύκτα ἐξάπτεται. ἕως δὲ ὑπολάμπει, καὶ ἐκεῖνος οὐκ ἀνθρακιάν, οὐ σποδόν, οὐχ ἡμικαύτων τρύφη δαλῶν ὑποφαίνει, δρόσου δὲ ἀνάπλεώς ἐστι καὶ πόας νεαρᾶς, ἥπερ οὖν ἀναφύεται ὅσαι νύκτες. τά γε μὴν ἱερεῖα ἑκάστης ἀγέλης αὐτόματα φοιτᾷ καὶ τῷ βωμῷ παρέστηκεν, ἄγει δὲ ἄρα αὐτὰ πρώτη μὲν ἡ θεός, εἶτα ἡ δύναμίς τε καὶ ἡ τοῦ θύοντος βούλησις. εἰ γοῦν ἐθέλοις θῦσαι οἶν, ἰδού σοι τῷ βωμῷ παρέστηκεν οἶς, καὶ δεῖ χέρνιβα κατάρξασθαι· εἰ δὲ εἴης τῶν ἁδροτέρων καὶ ἐθέλοις θῦσαι βοῦν θήλειαν ἢ καὶ ἔτι πλείους, εἶτα ὑπὲρ τῆς τιμῆς οὔτε σὲ ὁ νομεὺς ἐπιτιμῶν ζημιώσει οὔτε σὺ λυπήσεις ἐκεῖνον· τὸ γὰρ δίκαιον τῆς πράσεως ἡ θεὸς ἐφορᾷ. καὶ εὖ καταθεὶς ἵλεων ἕξεις αὐτήν·3 εἰ δὲ ἐθέλοις τοῦ δέοντος πρίασθαι εὐτελέστερον, σὺ μὲν κατέθηκας τὸ ἀργύριον ἄλλως, τὸ δὲ ζῷον ἀπέρχεται, καὶ θῦσαι οὐκ ἔχεις. ἴδιον μὲν δὴ Ἐρυκίνων ζῴων εἰρήσθω καὶ τοῦτο ἡμῖν ἐπὶ τοῖς ἄνω.

我听闻人们谈及在埃律克斯——那里座落着备受赞颂的阿佛洛狄忒神庙,我此前在谈及那里的鸽子之特异处时亦曾提及——有着大量黄金与极丰饶的白银,以及极其贵重的项链和戒指,但出于对女神的敬畏,这些宝物未受侵犯且无人敢触碰,往昔时代的人们亦始终对前述神明及其圣物怀着惊人的崇敬。但我获悉,利比亚人哈米尔卡掠夺了这些宝物,并铸造为金银货币,随后作为一份恶运的犒赏分发给军队;然而因此行径,他本人遭受了极其痛苦和残酷的酷刑与惩罚,并被悬挂示众;凡与他一同参与这桩恶行与不法渎神之事的人,皆遭遇了横暴可怕的死亡,而他的祖国先前虽被奉为富庶享福、令人艳羡之邦,却在圣财运入后的数日之内沦为奴役之境。然而,这些事虽庄严崇高,却尚未直接契合我当下的宗旨;唯有与本书论述相合之事,才当在此述及。每年每日,当地人与异乡客皆向女神献祭。露天之下的祭坛宏大非凡,因其上奉献了众多祭牲,它终日燃烧直至黑夜。然而当下晓微光之时,那座祭坛上既无炭火,亦无灰烬,更无半燃的柴块碎屑,反倒布满了夜露与鲜嫩的新草——这些草实乃夜夜萌生。此外,各群中的祭牲皆自行前来,侍立在祭坛之旁;引导它们的,首先是女神,其次则是献祭者的资力与意愿。若你意欲献祭一头羊,瞧,便有一头羊为你立在祭坛边,便当以洗手礼开启祭仪;若你属于更富裕的阶层,意欲献祭一头母牛或更多,那么关于售价,牧人既不会索要过高而使你蒙受损失,你亦不会令他为难;因为女神监察买卖的公正。若你付足公道之资,便能蒙她悦纳;但若你想以低于应付的价钱买入,你白白掷下了银钱,牲畜却自顾离去,你便无法献祭。关于埃律克斯动物的特异之处,在上述内容之外,亦当以此记录在案。

语法注3 条
  1. 10.50τοὺς ἄνω τοῦ χρόνου

    副词 ἄνω 与属格 τοῦ χρόνου 结合,意为“时间上更早的、往昔的”,与冠词 τούς 连用指代“往昔之人”。ἄνω 由空间意义(“上方”)引申为时间上的回溯(“先前”)。

  2. 10.50ἐν ὀλίγαις τῶν ἱερῶν χρημάτων ἐσκομισθέντων ἣ δὲ δούλη ἦν

    ἐν ὀλίγαις 中省略了名词 ἡμέραις,意为“在数日之内”。τῶν ἱερῶν χρημάτων ἐσκομισθέντων 为表时间的独立属格(“圣财被运入之后”)。其后的 ἣ δὲ δούλη ἦν 中,δέ 为承接前述分词结构的后承 δέ(apodotic δέ),ἣ δέ 则是复指前文 πατρίς 的指示代词(“其祖国便沦为奴役”)。

  3. 10.50καὶ εὖ καταθεὶς ἵλεων ἕξεις αὐτήν

    καταθείς 是 κατατίθημι 的不定过去时主动分词,在商业买卖语境中意为“支付、付清价款”,在此起条件分词作用(“若如数付出公道价款”)。ἵλεων 是雅典第二变格形容词的阴性单数宾格,作宾语 αὐτήν(指代女神)的补足语(“你将使其悦纳”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0545.tlg001.humanitext-grc2:10.49-10.50