- 底本
- Aelian. Claudii Aeliani De Natura Animalium Libri xvii, Vol. 1. Hercher, Rudolf, editor. Leipzig: Teuber, 1864.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0545.tlg001.humanitext-grc2:10.6-10.10
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者记述了鲭鱼、红鲻鱼与海豚的习性,探讨了关于雄蝰与雌蝰差异的诸种见解,并详细说明了捕获野象后通过饥饿与喂养将其驯化的过程。
Ποντικοὶ δὲ ἄρα κολίαι τὸν Περσῶν βασιλέα μεμίμηνται χειμάζοντα μὲν ἐν Σούσοις, θερίζοντα δὲ ἐν Ἐκβατάνοις. καὶ γὰρ οὗτοι ἐν μὲν τῇ καλουμένῃ Προποντίδι χειμάζουσιν· ἀλεεινὴ γὰρ ἥδε ἡ γῆ· θέρους δὲ πρὸς τῷ Αἰγιαλῷ διαιτῶνται· παρέχει γὰρ αὐτοῖς αὔρας μαλακὰς ἡ θάλαττα ἡ προειρημένη.
本都的鲭鱼似乎效仿了波斯国王,后者冬居苏萨,夏居埃克巴塔那。因为这些鱼也在所谓的普罗庞提斯海越冬,盖因这片地域温暖;而夏天它们则栖息于艾基亚洛斯沿海,因为前述之海为它们提供了柔和的微风。
πυνθάνομαι τῶν μαγείρων τοὺς τὴν τέχνην ἀκριβοῦντας ὅταν βούλωνται τῶν τριγλῶν τὰς κοιλίας ὀπτωμένων μὴ ῥήγνυσθαι, καταφιλεῖν αὐτῶν τὰ στόματα· οὗπερ οὖν γεγενημένου ὁλόκληροι διαμένουσιν, ὥς φασιν.
我听闻厨师中精通此艺者,当他们希望红鲻鱼在烤制时腹部不至于破裂,便亲吻它们的口部;据他们说,一旦如此做了,鱼便能完好无损地保留下来。
ὁ δελφὶς ὁ θῆλυς μαζοὺς ἔχει κατὰ τὰς γυναῖκας, καὶ θηλάζει τὰ βρέφη πάνυ ἀφθόνῳ καὶ πολλῷ τῷ γάλακτι. νήχονται δὲ κοινῇ μέν, καθʼ ἡλικίαν δὲ διακριθέντες· καὶ τῆς μὲν πρώτης τετάχαται1 οἱ νέοι καὶ ἁπαλοί, ἕπονται δὲ αὐτῶν τῇ νήξει οἱ τέλειοι. φιλότεκνον γὰρ καὶ φιλόστοργον ὁ δελφὶς ζῷον, καὶ ὑπὲρ τῶν βρεφῶν ὀρρωδεῖ. καὶ φυλακῆς χάριν ὡς ἐν φάλαγγι στρατιωτικῇ οἳ μὲν τῆς πρώτης εἰσίν, οἳ δὲ τῆς δευτέρας, οἳ δὲ τῆς τρίτης· καὶ προνήχονται μὲν οἱ νέοι, ἐπινήχονται δὲ αἱ θήλειαι, καὶ οἱ ἄρρενες οὐραγοῦσιν ἐφορῶντές τε καὶ παραφυλάττοντες τὴν τῶν ἐκγόνων τε καὶ τῶν γαμετῶν νῆξιν. τί πρὸς ταῦτα ὁ Νέστωρ, ὦ καλὲ Ὅμηρε, ὅνπερ οὖν ᾅδεις τακτικώτατον τῶν ἡρώων τῶν καθʼ ἑαυτὸν γεγονέναι;
雌海豚如女人般拥有乳房,并以极其丰沛充足的乳汁哺育幼崽。它们共同畅游,但按年龄划分阵列:年轻幼弱者被排在第一排,成年者则紧随其后游弋。因为海豚是慈幼且深情的动物,为幼崽的安危深怀忧虑。为了守卫的缘故,如同在军队的方阵中一般,有的位列第一排,有的位列第二排,有的位列第三排;年轻者在前引游,雌性随后跟游,雄性则压阵殿后,监看并守卫着子嗣与配偶的游动。对于这番情景,优雅的荷马啊,你歌颂为你那个时代英雄中最善战术的涅斯托尔,又能说些什么呢?
ἔχιν ἐχίδνης οἳ μὲν τῷ γένει διαφέρειν, οὐ μέντοι τῇ φύσει φασί· τὸν μὲν γὰρ εἶναι ἄρρενα, τὴν δὲ θήλειαν. οἳ δὲ καὶ τῇ φύσει διαφέρειν οἴονται· ἀλλοῖον μὲν γὰρ τοῦτο εἶναι ζῷον, ἀλλοῖον δὲ ἐκεῖνο. ἀκούω δέ τινων λεγόντων τοὺς μὲν ὑπὸ τοῦ ἔχεως δηχθέντας σπᾶσθαι, οὐ μὴν τοὺς ὑπὸ τῆς ἐχίδνης. ἕτεροι δέ φασι τὸ μὲν τῆς ἐχίδνης δῆγμα εἶναι λευκόν, τὸ δὲ τοῦ ἔχεως οὐ τοιοῦτον, πελιδνὸν δέ. Νίκανδρος δέ φησιν ἐκ μὲν τοῦ δήγματος ὅπερ οὖν ὁ ἔχις ἐμφύει δύο ὀδόντων ἴχνη φαίνεσθαι· πλειόνων δέ, εἰ δάκοι ἡ ἔχιδνα.
关于雄蝰与雌蝰,有人认为它们仅在性别上有别,本质却并无差异:一者为雄,另一者为雌。但另有人认为它们在本质上也不同:前者是这一种动物,后者则是另一种。我亦听闻有人说,被雄蝰咬伤者会抽搐痉挛,而被雌蝰咬伤者则不然。其他人则说,雌蝰的咬伤处发白,而雄蝰的咬伤则非如此,而是呈青黑色。尼坎德则称,从雄蝰所致的咬伤中可见两颗牙齿的痕迹,若雌蝰咬伤,痕迹则更多。
Εὐθηρίας γενομένης ἐλεφάντων οἷα δρῶσιν ἐς τὸ πραῧναί τε αὐτοὺς καὶ ἡμερῶσαι εἰπεῖν ἄξιον. πρῶτον μὲν ἐς ὕλην τινὰ ὀλίγον ἀφεστῶσαν τῆς τάφρου ἐν ᾗ ἐθήρασαν ἄγουσιν αὐτοὺς δεδεμένους, διαλαβόντες ταῖς σχοίνοις καὶ μήτε προθεῖν ἐπιτρέποντες μήτε αὖ πάλιν ἀφίστασθαι καὶ ἀποσπᾶν ἐς τοὐπίσω· εἶτα ἕκαστον ἐξάψαντες μεγίστου δένδρου μεμετρημένῳ διαστήματι, ὡς μήτε ἐς τὸ ἔμπροσθεν ἐπιπηδᾶν ἔχειν μήτε ἐπὶ πολὺ πάλιν ἀναχωρεῖν τοῦ σκιρτᾶν καὶ ὑβρίζειν ἐξουσίᾳ,2 ἀτροφίᾳ τε καὶ λιμῷ τὴν ἄγαν ἰσχὺν καὶ ῥώμην καθαιροῦσι, καὶ μέντοι καὶ τὸν θυμὸν αὐτῶν καὶ τῆς ψυχῆς τὸ ἄτρεπτον ἡσυχῆ καταμαραίνουσιν, ὡς ἐκείνους λήθην μὲν ἴσχειν τῆς τέως ἀμάχου ἀγριότητος, παραλύεσθαι δὲ τοῦ πρόσθεν θυμοῦ. προσιέναι τε τοὺς τῶν τοιούτων πωλευτὰς3 καὶ ἐκ χειρὸς ὀρέγειν τροφήν, τοὺς δὲ ὑπὸ τῆς χρείας ἀναγκαζομένους λαμβάνειν καὶ μὴ κακουργεῖν, βλέπειν τε ἤδη πρᾶόν τε καὶ κεκμηκός. οἱ δὲ ἄγαν αὐτῶν ἰσχυροὶ καὶ τέλειοι ἀπορρήξαντες τὰ δεσμὰ καὶ ταῖς ἀκμαῖς τῶν κεράτων καὶ ταῖς προβοσκίσιν ἀνασπῶντες τὰ δένδρα, τὰ δὲ καὶ κατάξαντες ὑπὸ ῥύμης καὶ ἐμπεσόντες ἐς αὐτά, μόγις καὶ ὀψὲ τοῦ χρόνου τὰ μὲν λιμῷ, τὰ δὲ γλυκείᾳ τροφῇ, τὰ δὲ κέντροις ἡμερώθησαν. τροφὴ δὲ ἡμερουμένοις τοῖσδε τοῖς ζῴοις ἄρτοι τε οἱ μέγιστοι καὶ κριθαὶ καὶ ἰσχάδες καὶ ἀσταφίδες καὶ κρόμμυα καὶ σκόροδα καὶ μέλι χύδην σχίνου τε καὶ φοίνικος καὶ κιττοῦ φάκελοι καὶ πᾶν ὅσον ἐδωδίμου ὕλης καὶ ἐκείνοις συντρόφου καὶ ἐκ τούτου τοι καὶ φίλης.
当成功捕获大象之后,人们为抚慰并驯服它们所采取的举措值得一述。首先,人们将它们捆绑,牵引至距捕捉它们的壕沟不远的一处林地,用绳索在两侧牵制,既不许它们前冲,亦不许它们后退挣脱;随后,人们按度量好的间距将每一头大象拴在巨大的树木上,使它们既无法向前猛扑,亦无法大幅后撤以获得腾跃和暴烈的自由,以此通过绝食与饥饿消磨其过剩的力量与精力,进而慢慢消解它们的狂怒与倔强不屈的精神,使它们忘却先前无可匹敌的凶暴,从昔日的愤怒中解脱出来。随后,驯服此类兽类的人上前,亲手递上食物,大象迫于匮乏而接受进食并不再作恶,目光已然变得温顺且疲惫。至于它们当中那些异常强壮和成年的大象,挣断了绳索,用象牙的尖端和长鼻连根拔起树木,或凭借冲力猛撞折断树木,历经长久艰难的岁月,方才部分借由饥饿、部分借由甜食、部分借由刺棒而被驯服。这些处于驯化中的动物的食物包括极大的面包、大麦、干无花果、葡萄干、洋葱、大蒜、大量的蜂蜜,以及乳香木、椰枣树和常春藤的捆束,凡是可食用的、它们所熟习且因此喜爱的植物,尽皆备具。
- 10.8τῆς μὲν πρώτης τετάχαται
τετάχαται 为第三人称复数完成时中动/被动态的爱奥尼亚方言形式(相当于 τεταγμένοι εἰσί)。属格 τῆς πρώτης 省略了 τάξεως(“行列、阵列”),用作表示序列或位置的属格。
- 10.10τοῦ σκιρτᾶν καὶ ὑβρίζειν ἐξουσίᾳ
冠词属格不定式 τοῦ σκιρτᾶν καὶ ὑβρίζειν 修饰名词与格 ἐξουσίᾳ(“凭借腾跃与狂暴的自由”)。该短语修饰前面的 μήτε... μήτε ἐπὶ πολὺ πάλιν ἀναχωρεῖν,说明限制其移动范围是为了不让它们拥有肆意暴烈的余地。
- 10.10προσιέναι τε τοὺς τῶν τοιούτων πωλευτὰς
句法由主句的直陈式动词(καθαιροῦσι, καταμαραίνουσιν)通过连词 τε 转入带宾格的不定式结构(προσιέναι... ὀρέγειν... λαμβάνειν... βλέπειν),以陈述随后的驯化步骤。此处承接了前文 ὡς 引导的结果从句不定式(ὡς ἐκείνους λήθην μὲν ἴσχειν...),或是用作间接叙述的叙述性不定式。
