- 底本
- Aelian. Claudii Aeliani De Natura Animalium Libri xvii, Vol. 1. Hercher, Rudolf, editor. Leipzig: Teuber, 1864.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0545.tlg001.humanitext-grc2:10.11-10.13
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者指出某些鱼类能够发声,并叙述了大象的肉与脂肪的特质,随后详述了阿拉伯生物的绚丽色彩以及红海珍珠的孕育、采捕与物理特性。
φύσεως δὲ ἰχθύων εἰσὶν ἀμαθεῖς ὅσοιπερ οὖν τελέως ἁπάντων καταψηφίζονται σιωπὴν αὐτῶν· ἐπεὶ καὶ συρίττουσί τινες καὶ γρυλλίζουσι. λύρα μὲν γρυλλίζει καὶ χρόμις καὶ κάπρος, ὡς Ἀριστοτέλης φησί· χαλκεὺς δὲ συρίττει, κόκκυξ δὲ ἄρα τὸν ὁμώνυμον ὄρνιν τῇ φωνῇ μεμιμημένος φθέγγεται παραπλήσια.
凡是对所有鱼类一概判以完全沉默的人,皆是不谙鱼类的本性;因为有些鱼确实会发出呼啸声,有些则会发出咕哝声。正如亚里士多德所言,琴鱼、石首鱼和野猪鱼会咕哝,铜鱼会呼啸,而杜鹃鱼则模仿同名之鸟的鸣声,发出极为相似的声音。
ἐλέφας μὲν σαρκῶν ὄγκος ἐστὶν ἰδεῖν καὶ πάνυ μέγιστος· ἐδώδιμα δὲ αὐτοῦ τὰ κρέα οὐκ ἔστιν, ὅτι μὴ1 ἡ προβοσκὶς καὶ τὰ χείλη τοῦ στόματος καὶ τῶν κεράτων ὁ μυελός. στέαρ δὲ ἐλέφαντος ἦν ἄρα τοῖς ἰοβόλοις ἔχθιστον· εἰ γάρ τις χρίσαιτο ἢ ἐπιθυμιάσειεν αὐτοῦ, τὰ δὲ ἀποδιδράσκει πορρωτάτω.
大象看起来是一座肉山,极其庞大;但其肉并不可食,唯有长鼻、口唇以及象牙内的骨髓除外。大象的脂肪似乎是剧毒之物最憎恶之物;因为若有人用它涂抹全身或焚之作熏香,毒虫便会逃遁至最远处。
τῶν δὲ Ἀραβίων ζῴων ἡ πολύχροιά τε καὶ τὸ πολύμορφον πάντα γραφικὸν ἐλέγξαι δεινά,2 καὶ ταῦτα οὐ μόνον τά τε ἄλκιμα καὶ γενναῖα, ἤδη δὲ καὶ τὰ ἀδοξότερα. αἵ τε γὰρ ἀκρίδες καὶ οἱ ὄφεις, χρυσοειδῆ ἰνδάλματα καὶ ἐπʼ αὐτῶν κατέστικται· οἱ δὲ ἰχθῦς ἔτι καὶ πλέον τῆς πολυκόσμου χρόας μετειληχότες εἶτα ἰδεῖν ἐκπληκτικοί εἰσι. καὶ τὰ ὄστρεα δὲ τὰ τῆς Ἐρυθρᾶς θαλάττης τῆς αὐτῆς ἀγλαΐας ἄμοιρα οὐκ ἔστι· ζῶναί τε γὰρ περιέρχονται φλογώδεις αὐτά, καὶ φαίης ἂν θεασάμενος τὴν ἶριν αὐτὰ μιμεῖσθαι τῇ κράσει τῶν χρωμάτων, γραμμαῖς παραλλήλοις ὑπὸ τῆς φύσεως καταγραφέντα. ὁ ᾀδόμενος δὲ παρὰ τοῖς ἀνοήτοις καὶ ἐν ταῖς γυναιξὶ θαυμαστὸς μαργαρίτης θρέμμα μέντοι τῆς Ἐρυθρᾶς θαλάττης καὶ οὗτός ἐστι, καὶ τίκτεσθαί γε αὐτὸν τερατολογοῦσιν ὅταν ταῖς κόγχαις ἀνεῳγμέναις ἐπιλάμψωσιν αἱ ἀστραπαί. θηρῶνται δὲ ἄρα αἵδε αἱ κόγχαι αἱ τῶν προειρημένων μητέρες εὐημερίας τε οὔσης καὶ τῆς θαλάττης λείας· οἱ δὲ θηραταὶ συλλαβόντες εἶτα ἐξεῖλον τοῦτον δὴ τὸν θέλγοντα τὰς τῶν μάχλων ψυχάς. εὑρεθείη δʼ ἂν καὶ ἐν κόγχῃ μεγίστῃ μικρὸς καὶ ἐν μικρᾷ μέγας· καὶ ἣ μὲν οὐδένα ἔχει, ἣ δὲ οὐ πέρα ἑνός, πολλαὶ δὲ καὶ πολλούς· εἰσὶ δὲ οἳ λέγουσι καὶ εἴκοσι προσπεφυκέναι μιᾷ κόγχῃ. καὶ ἡ μὲν κόγχη τὸ κρέας ἐστίν, ἐπιπέφυκε δὲ ἄρα ὡς σκόλοψ ταῦτα. πρὸ καιροῦ δὲ καὶ τῆς ὠδῖνος τῆς ἐντελοῦς εἴπερ οὖν ἀνοίξειε τις τὰς κόγχας, κρέας μὲν ἂν εὕροι, τῆς δὲ θήρας τὸ ἀγώνισμα οὐχ ἕξει. λίθῳ δὲ ἄρα ὁ μαργαρίτης ἔοικε πεπωρωμένῳ, καὶ ἔχειν ἐν ἑαυτῷ καὶ στέγειν ὑγρὸν οὐ πέφυκεν οὐδὲ ὀλίγον. δοκοῦσι δὲ ἄρα τοῖς τούτων καπήλοις καὶ τοῖς ὠνουμένοις οἱ ἄγαν λευκοὶ καὶ οἱ μεγάλοι κάλλιστοι καὶ τιμαλφέστατοι, καὶ πλούσιοί γε ἐξ αὐτῶν ἐγένοντο οὐ μὰ Δία ὀλίγοι οἷς ἐντεῦθέν ἐστιν ὁ βίος. οὐκ ἀγνοῶ δὲ οὐδὲ ἐκεῖνο, ὅτι ἄρα ἐξαιρεθέντων τῶν λίθων τῶνδε ἀφείθησαν αὖθις αἱ κόγχαι, οἱονεὶ λύτρα δοῦσαι τῆς ἑαυτῶν σωτηρίας τὸ σπούδασμα τὸ προειρημένον, εἶτα ὑπανέφυσαν αὖθις αὐτό. ἐὰν δὲ τὸ ζῷον τὸ τρέφον αὐτὸν πρὶν ἢ ἐξαιρεθῆναι τὸν μαργαρίτην ἀποθάνῃ, ὥς που λέγει τις λόγος, τῇ σαρκὶ μέντοι συσσήπεται καὶ ἐκεῖνος καὶ ἀπόλλυται. φύσει δὲ ἔχει τῆς περιφερείας τὸ λεῖον καὶ εὐπερίγραφον. εἰ δὲ ἐθέλοι τις τῶν πεφυκότων ἑτέρως τινὰ σοφίας τέχνῃ περιγράψαι τε καὶ λεῖον ἀποφῆναι τὸν λίθον, ὃ δὲ ἐλέγχει τὴν ἐπιβουλήν·3 οὐ γὰρ πείθεται, τραχύτητας δὲ ὑπαναφύει, καὶ ὅτι ἄρα ἐπιβεβούλευται ἐς κάλλος κατηγορεῖ ταύτῃ.
阿拉伯动物的斑斓色彩与千姿百态足以难倒任何画家,而且不仅那些孔武高贵之辈如此,连微贱不显之类亦复如是。因为无论是蝗虫还是毒蛇,其身上都点缀着金色的斑纹;鱼类则更深地分沾了华丽的色泽,其外观令人叹为观止。红海的贝类亦非没有沾润同样的荣华;烈火般的带状条纹缠绕其周身,观者见之,定会说它们以天然描绘的平行线条,在色彩的调和中仿效了彩虹。在愚人中备受赞叹、在女子中广受爱慕的那种珍珠,亦是这片红海的产物;人们甚至荒诞不经地传说,每当贝壳张开而闪电照耀其上时,珍珠便告孕育。这些贝壳——即上述珍珠的母体——是在天气晴朗且海面平静时被采捕的;捕猎者捕获它们后,便取出这件迷惑放荡者心灵的奇珍。在极大的贝壳中可能只发现一颗小的,而在小贝壳中亦可能发现一颗大的;有的贝壳一颗皆无,有的不过一颗,许多贝壳则孕育数颗,甚至有人说曾有一只贝壳上附生了二十颗。贝壳即是其肉质,而珍珠便如尖刺般生于其上。但若有人在未到时候及尚未完全孕育成熟之前剖开贝壳,虽能觅得其肉,却无法获得采捕的战利品。珍珠形似石化的岩石,其本性在自身之内丝毫不含亦不存留任何水分。在贩售与购买珍珠者看来,极白且硕大者最为美丽且珍贵,凭宙斯起誓,以此为生而致富者绝非少数。我亦知晓此事:在这些珍珠被取出之后,贝壳会被重新放归,宛如交出了上述珍宝作为赎取自身性命的赎金一般,随后它们又会在体内重新孕育出珍珠。但若是孕育珍珠的生物在珍珠被取出之前死去,正如某种传说所言,珍珠亦会随其肉一同腐烂而毁灭。它天生具有平滑且匀称的圆形轮廓;假若有人试图以巧妙的技艺,将天然形状相异者修磨成圆形并使其光滑,珍珠便会揭穿这一诡计:因为它并不屈服,反而会生出粗糙之处,从而控诉这种为图美丽而施加于它的图谋。
- 10.12ὅτι μὴ
置于否定句(οὐκ ἔστιν)之后表示“除了……之外”(等同于 εἰ μή)的习惯用法。其后所接的名词短语(ἡ προβοσκὶς καὶ τὰ χείλη...)保持主格形式。
- 10.13πάντα γραφικὸν ἐλέγξαι δεινά
中性复数主格形容词 δεινά 后接表说明或结果的附加不定式(epexegetic infinitive)ἐλέγξαι。阳性单数宾格 γραφικόν 作实体化用法,指“画家(精通绘画之术者)”,充当不定式的宾语,全句意为“足以驳倒/难倒任何画家”。
- 10.13ὃ δὲ ἐλέγχει τὴν ἐπιβουλήν
在条件句(εἰ δὲ ἐθέλοι τις...)的归结主句中,指示代词 ὃ δέ(冠词充当代词用法)用作主语,承接前文条件从句中的宾语(τῶν πεφυκότων ἑτέρως τινὰ... τὸν λίθον),以形成对照并转换为主句主语(“而那石头本身则揭露这一图谋”),后接主动词 ἐλέγχει。
