- 底本
- Aelian. Claudii Aeliani De Natura Animalium Libri xvii, Vol. 1. Hercher, Rudolf, editor. Leipzig: Teuber, 1864.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0545.tlg001.humanitext-grc2:10.48
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
马其顿王之子品杜斯因遭兄弟嫉妒而隐居山林,与一条巨蛇结下情谊并定期向其供奉猎物。当兄弟们合谋杀害品杜斯后,巨蛇替其复仇并守护其遗体,邻近的河流亦随之以他的名字命名。
Λυκάονι τῷ βασιλεῖ τῆς Ἠμαθίας γίνεται παῖς, ὄνομα Μακεδών, ἐξ οὗ καὶ ἡ χώρα κέκληται μετὰ ταῦτα τὸ ἀρχαῖον ὄνομα οὐκέτι φυλάξασα. τούτῳ δὲ ἄρα παῖς ἀνδρεῖος ἦν καὶ κάλλει διαπρεπής, Πίνδος ὄνομα· ἦσαν δέ οἱ καὶ ἄλλοι παῖδες, ἀνόητοι δὲ οὗτοι τὴν ψυχὴν καὶ τὸ σῶμα οὐ ῥωμαλέοι, οἵπερ οὖν χρόνῳ ὕστερον βασκήναντες τἀδελφῷ τῆς τε ἀρετῆς καὶ τῆς ἄλλης εὐδαιμονίας ἐκεῖνον μὲν διέφθειραν, ἑαυτοὺς δὲ ἐπαπώλεσαν διδόντες δίκην κατὰ τὴν Δίκην. αἰσθόμενος γὰρ ὅδε ὁ Πίνδος τὴν ἐκ τῶν ἀδελφῶν ἐς ἑαυτὸν ἐπιβουλήν, τὴν πατρῴαν ἀρχὴν ἀπέλιπεν, ᾤκει δὲ ἐν χώρῳ, καὶ ἦν τῇ τε ἄλλῃ ῥωμαλέος, καὶ οὖν καὶ κυνηγετικὸς ἦν. καί ποτε ἐθήρα νεβρούς. καὶ οἳ μὲν ἔθεον ᾗ ποδῶν εἶχον,1 ὃ δὲ μεταδιώκων εἶτα μέντοι τὸν ἵππον ἀνὰ κράτος ἤλαυνε, καὶ τῶν μὲν συνθηρατῶν ἀποσπᾷ πολύ, οἱ νεβροὶ δὲ ἐς φάραγγα κοίλην τε καὶ βαθυτάτην ἐσδύντες καὶ ἑαυτοὺς σώσαντες ἀπὸ τῆς ὄψεως τοῦ διώκοντος ἠφανίσθησαν. οὐκοῦν ἀποπηδήσας τοῦ ἵππου ὁ Πίνδος ἐκεῖνον μὲν τοῦ ῥυμοῦ πρός τι τῶν παρεστώτων ἐξῆψε δένδρων, αὐτὸς δὲ οἷος ἦν τὴν φάραγγα διερευνᾶν καὶ μαστεύειν τοὺς προειρημένους. εἶτα ἀκούει φωνῆς, καὶ ἔλεγεν αὕτη ʽτῶν νεβρῶν μὴ ἅψαιʼ. οὐκοῦν ἐπεὶ πολλὰ περιβλέψας οὐδὲν ἐθεάσατο, ἔδεισε τὸ φώνημα ὡς ἔκ τινος αἰτίας κρείττονος προσπεσόν. καὶ τότε μὲν ᾤχετο ἀπιὼν καὶ τὸν ἵππον ἀπάγων, τῇ δὲ ὑστεραίᾳ μόνος ἀφικνεῖται, καὶ πάρεισι μὲν ἐς τὴν φάραγγα οὐδαμῶς μνήμῃ τε τῆς φωνῆς τῆς προσπεσούσης αὐτοῦ ταῖς ἀκοαῖς καὶ δέει. στρέφοντι δʼ ἐν ἑαυτῷ βουλὴν καὶ διαποροῦντι τίς ἦν ἄρα ὁ τῇ προτεραίᾳ ἀναστείλας αὐτὸν τῆς ἐπὶ τὴν ἄγραν ὁρμῆς, καὶ περιβλέποντι οἷα εἰκὸς ἢ νομέας ὀρείους ἢ θηρατὰς ἑτέρους, μέγα τι χρῆμα ὁρᾶται δράκων23 τὸ μὲν πλεῖστον τοῦ σώματος ἐπισύρων, ὀλίγην δὲ ἀνατείνας ὡς πρὸς αὐτὸ τὴν δέρην ʽκαὶ ἦν ἡ δέρη σὺν τῇ κεφαλῇ ὑπὲρ τέλειον ἄνδρα τὸ μέγεθοςʼ, εἶτα ὀφθεὶς ἐξέπληξεν. οὐ μὴν ἐς φυγὴν ὁ Πίνδος ἐξώρμησεν, ἀλλʼ ἀθροίσας ἑαυτὸν σοφίᾳ περιέρχεται τὸν θῆρα· τῶν γὰρ ὀρνίθων ὧν θηράσας ἔτυχε προσήγαγε, καὶ προύτεινέν οἱ ξένια ταῦτα καὶ ἑαυτοῦ ζωάγρια. ὁ δέ, οἷα δήπου τοῖς δώροις μειλιχθεὶς καὶ καταγοητευθεὶς ὡς ἂν εἴποις, ᾤχετο ἀπιών. ταῦτα τὸν νεανίαν ἧσε, καὶ τὸ ἐντεῦθεν ἀπέφερε τῷ δράκοντι μισθὸν σωτηρίας, ὡς ἄνθρωπος ἀγαθός, ὧν εἶχε θηραμάτων ἀπαρχὰς κεχαρισμένας ἢ τῆς ἄγρας τῆς ὀρείου ἢ τῆς πτηνῆς. καὶ τῷ μὲν τὰ τῆς προειρημένης δωροφορίας ἐνεργότατα ἦν, ὑπήρχετο δὲ καὶ τὰ ἐκ τοῦ δαίμονος εὐθενεῖσθαι τῷ Πίνδῳ, καὶ ὁσημέραι χωρεῖν ἐς τὸ σοβαρώτερον· θηρῶντι γὰρ ἀπήντων εὐθηρίαι, ὅσαι τε τῶν ἐν ταῖς ὕλαις ζῴων, τῶν τε ὀρνίθων ὅσαι. ἦν οὖν αὐτῷ καὶ περιβολή, καὶ διεῖρπε μέντοι καὶ κλέος ὡς ὁμόσε τοῖς θηρίοις ἰόντος καὶ ἀτρέπτως αἱροῦντος αὐτά· ἦν δὲ καὶ ἰδεῖν μέγας καὶ οἷος ἐκπλῆξαι τῷ τε ὄγκῳ τοῦ σώματος καὶ τῇ εὐεξίᾳ προσέτι, τῇ δὲ ὥρᾳ τὸ θῆλυ πᾶν ἀναφλέγων καὶ ἐς ἑαυτὸν ἐξάπτων ἦν δῆλος. καὶ ἐφοίτων ἐπὶ θύρας τὰς ἐκείνου οἷα δήπου βεβακχευμέναι ὅσον μὲν τῶν γυναικῶν ἦν χῆρον, αἵ γε μὴν συνοικοῦσαι τοῖς γεγαμηκόσι φρουρούμεναι μὲν τῷ νόμῳ, τῷ κλέει δὲ τοῦ κάλλους τοῦ κατὰ τὸν Πίνδον δεδουλωμέναι προυτίμων συνοικεῖν ἐκείνῳ ἢ θεαὶ γεγονέναι. καὶ ἐτεθήπεσάν γε αὐτὸν οἱ πολλοὶ τῶν ἀνδρῶν καὶ ἐφίλουν, ἐχθροὶ δὲ οἱ ἀδελφοὶ μόνοι ἦσαν. καί ποτε θηρῶντα ἐλλοχῶσι μόνον, καὶ ποταμοῦ γε ἦν ἡ θήρα πλησίον, εἶτα ἐρήμῳ συμμάχων οἱ τρεῖς ἐπιστάντες ἔπαιον τοῖς ξίφεσιν αὐτόν, ὃ δὲ ἐβόα. ἀκούει ταῦτα ὁ ἑταῖρος αὐτοῦ δράκων· ὀξυήκοον δὲ καὶ ὀξυωπέστατον τὸ ζῷόν ἐστιν. οὐκοῦν πρόεισι τῆς ἑαυτοῦ κοίτης, καὶ τοῖς ἀνοσίοις περιπλακεὶς ἀπέκτεινεν αὐτοὺς ἐς πνῖγμα ἄγχων· αὐτὸς δὲ οὐ κατέλυσε τὴν φυλακήν, ἔστε οἱ προσήκοντες τῷ νεανίᾳ ποθοῦντες αὐτὸν ἀφίκοντο, καὶ ἐνέτυχον κειμένῳ. καὶ ὠλοφύροντο μέν, προσελθεῖν δὲ ἐπὶ κηδεύσει τοῦ νεκροῦ οὐκ ἐτόλμων δέει τοῦ φρουροῦ. ὃ δὲ συνεὶς φύσει τινὶ ἀπορρήτῳ ὅτι ἀναστέλλει αὐτούς, ᾤχετο ἀπιὼν κατὰ πολλὴν τὴν σχολήν, ἀπολιπὼν ἐκεῖνον τῆς τελευταίας ἐκ τῶν προσηκόντων χάριτος τυχεῖν.4 οὐκοῦν καὶ ἐτάφη μεγαλοπρεπῶς καὶ ὁ γείτων τῷ φόνῳ ποταμὸς ἐκλήθη Πίνδος ἐκ τοῦ νεκροῦ καὶ τοῦ κατʼ αὐτὸν τάφου. ἴδιον μὲν δὴ τῶν ζῴων ἐκτίνειν χάριτας τοῖς εὐεργέταις, ᾗπερ οὖν καὶ ἄνω λέλεκται, καὶ νῦν δὲ οὐχ ἥκιστα.
埃马提亚之王吕卡翁得了一子,名叫马其顿,此后该地区不再保留古称,而以他命名。马其顿又生有一子,英勇过人且容貌出众,名叫品杜斯;但他亦有其他儿子,心智愚钝且体魄不强。这些人后来因妒忌其兄长的美德及其他诸般福分而将其害死,却也依照正义女神的裁决承受惩罚,自取灭亡。原来,品杜斯察觉了兄弟们针对自己的阴谋,便离开了父亲的属地,寄居于一处地方;他在其他方面既体魄强健,又极其擅长狩猎。有一次他追猎幼鹿,幼鹿竭力狂奔,追赶的品杜斯亦策马疾驰,将同行的猎手远远甩在身后;然而幼鹿钻进了一处幽深凹陷的峡谷,逃离了追猎者的视线而隐匿不见。于是品杜斯跳下马匹,用缰绳将马拴在身旁的一棵树上,自己则准备搜寻那峡谷,寻觅前述的猎物。此时他听见一个声音说道:“切莫触碰幼鹿!”当他四顾却一无所见时,便对这声音心生恐惧,认为它是从某种更高力量降下的。当时他便牵马离去;次日他独自返回,但出于耳畔回荡的那声音的记忆与敬畏,绝未踏入峡谷之中。当他在心中思量琢磨究竟是谁在前一日遏制了他狩猎的冲动,并如常四下张望是否有山间牧人或其他猎手时,一条体型巨大的巨蛇赫然出现,它拖曳着大半身躯,相对其躯干仅微微抬起颈部——那颈部连同头部在尺寸上便超过了一个成年男子的身高——这景象一映入眼帘便令人惊骇万分。然而品杜斯并未仓皇逃遁,而是镇定心神,用智慧应对那猛兽;他将自己碰巧捕得的鸟类奉上,作为款待的礼物及赎取自身性命的酬金伸向巨蛇。巨蛇似乎被这些礼物所安抚,如人们所说的那样被感化,随即离去。此事使青年深感欣喜,自此以后,作为一位高尚之人,他便将所获猎物中悦人的初熟之物——无论是山中野兽还是飞禽——作为保全性命的报酬奉送给巨蛇。对他而言,奉献前述礼物乃是竭力履行的事务,而来自神明的眷顾亦开始降临于品杜斯,声势日渐壮大;因为当他狩猎时,总能大获丰收,林中走兽与飞禽皆随手可得。因此他家资充裕,且威名远播,人们传扬他敢于直面猛兽并毫无畏惧地将其擒获;他外表亦高大伟岸,体格魁梧且体魄健硕,足以令人惊叹,其青春华彩显然点燃了所有女性的心扉,将她们吸引至身边。单身女子如痴如狂般奔赴他的门前;而那些有夫之妇虽受律法约束,却亦沦陷于品杜斯美貌的声誉之中,比起成为女神,宁愿与他同居。绝大多数男子亦对他敬仰爱戴,唯有其兄弟是其仇敌。一日,他们趁他独自狩猎时设伏——狩猎地靠近一条河流——随后,趁他孤立无援之际,三人围拢上来用利剑击刺他,他发出呼喊。他的挚友巨蛇听闻了此声;这种动物听觉极为灵敏,视觉亦最为敏锐。于是巨蛇自巢穴中出来,盘缠住那些不敬之人,将他们活活扼杀窒息致死;而它自己并未撤去护卫,直到青年的亲眷因思念他而赶来,遇见了他倒卧的遗体。亲眷们悲痛哀号,却因畏惧这守卫而不敢上前料理遗体。巨蛇以某种神秘的天性领会到自己阻碍了他们,便极其从容地离去,留下他以便能领受亲族所行的最终礼遇。于是他被隆重安葬,临近凶案现场的河流亦依死者及其陵墓之名被称为品杜斯河。正如先前所言,动物知恩图报于恩人实为常性,而在此事上更是昭然若揭。
- 10.48ᾗ ποδῶν εἶχον
由动词 ἔχω 搭配方式/地点副词(ᾗ)及性质/限制属格(ποδῶν)构成的固定惯用表达,意为“竭尽脚力、全速”。
- 10.48στρέφοντι δʼ ἐν ἑαυτῷ βουλὴν καὶ διαποροῦντι ... μέγα τι χρῆμα ὁρᾶται δράκων
分词中的关联与格或观察者与格(dativus referentis)。表示“当他在心中思量并环顾四周时,一条巨蛇映入了他的眼帘”,语义上与后续主句的主语 δράκων 及被动语态动词 ὁρᾶται 相衔接。
- 10.48μέγα τι χρῆμα ... δράκων
一种惯用的迂回修辞,名词 χρῆμα 连同不定代词 τι 与形容词 μέγα,与名词(δράκων)作同位语,表示“极其庞大之物”或“罕见的巨物/巨蟒”。
- 10.48ἀπολιπὼν ἐκεῖνον τῆς τελευταίας ἐκ τῶν προσηκόντων χάριτος τυχεῖν
分词 ἀπολιπών 引导表示目的或结果的“宾格加不定式”结构(ἐκεῖνον 为 τυχεῖν 的逻辑主语),意为“留下他,以便他能获得亲属所行的最后礼遇(丧葬之礼)”。
