- 底本
- Aelian. Claudii Aeliani De Natura Animalium Libri xvii, Vol. 1. Hercher, Rudolf, editor. Leipzig: Teuber, 1864.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0545.tlg001.humanitext-grc2:10.43-10.47
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本段记述了尼罗河泛滥退去后平原上捕鱼的奇景、蝉的诸种名称、幼犬初生时的眼盲期与埃及人崇拜犬的原因、尖吻鱼受到的神圣膜拜与禁忌,以及具有雌雄同体本能、依胜负确立性别的獴的习性。
διὰ τοῦ θέρους τοῦ πυρωδεστάτου τὰ τῶν Αἰγυπτίων πεδία ὁ Νεῖλος ἐπικλύσας ὄψιν μὲν αὐτοῖς θαλάττης ἡπλωμένης καὶ λείας δίδωσι, καὶ ἁλιεύουσι κατὰ τῆς τέως ἀρουμένης Αἰγύπτιοι, καὶ πλέουσι σκάφαις ἐς ταύτην τὴν ὥραν καὶ τήνδε τὴν ἐπιδημίαν τοῦ ποταμοῦ πεποιημέναις. εἶτα ὃ μὲν ὑπονοστεῖ καὶ ἐς τὰ ἑαυτοῦ μέτρα ὑποστρέφει τὰ ἐκ τῆς φύσεως οἱ νενομισμένα, ἰχθῦς δὲ χῆροι τοῦ πατρὸς καὶ ἔρημοι τοῦ ἀναπλεύσαντος ὕδατος ὑπολείπονται, ἐν ἰλύι παχείᾳ τρεφόμενοι γεωργοῖς δεῖπνον. καὶ βιαιότερον μὲν εἰρήσεται, ἄμητος δʼ οὖν ἰχθύων οὗτός ἐστιν Αἰγύπτιος.
在最炽热的盛夏时节,尼罗河泛滥并淹没了埃及人的平原,呈现在他们眼前的是一片辽阔而平滑的汪洋景象;埃及人在先前耕作的土地上捕鱼,乘着专为此季节和河流泛滥而造的小舟航行。随后,当河水退落并归复自然所赋予的固有度量时,鱼群便脱离了滋养它们的河流之父,被退落的潮水遗弃,在浓稠的淤泥中存活,成为农夫的美餐。言辞或许稍显强拗,但无论如何,这便是埃及人对鱼类的‘收割’。
γένη δὲ ἄρα καὶ τεττίγων οὐκ ὀλίγα ἦν, καὶ αὐτὰ οἱ δεινοὶ ταῦτα εἰδέναι ἀριθμοῦσι, καὶ ὀνόματα ᾅδουσιν αὐτῶν. ὁ μὲν γὰρ τεφρὰς ἐκ τῆς χρόας ὀνομάζεται, ὁ δὲ ἄρα μέμβραξ ὁπόθεν οὐκ οἶδα, καὶ λακέτας δὲ ἦν ἄρα τέττιγος ὄνομα, καὶ κερκώπην ἀκοῇ παρεδεξάμην καὶ ἀχέταν τινὰ καὶ ἀκανθίαν. ἐγὼ μὲν οὖν τοσαῦτα τεττίγων ἀκούσας γένη μέμνημαι· ὅτῳ δὲ καὶ πλείω τῶν προειρημένων ἐς γνῶσιν ἀφίκετο, λεγέτω ἐκεῖνος.
蝉的种类亦不在少数,那些精于通晓此类事物的人清点它们并吟咏其名。有的因其体色而被称为特普拉斯,至于梅姆布拉克斯一名的由来源自何处我却不知,拉凯塔斯亦是蝉的名称,通过传闻我还知悉了凯尔科佩、某种阿凯塔斯以及阿坎提亚斯。我听闻并记住的蝉类便有这么多;若有人知晓比上述更多的种类,且由他道来。
καὶ ταῦτα μέντοι κυνῶν προσακήκοα. τὰ σκυλάκια τυφλὰ τίκτεται, καὶ οὐχ ὁρᾷ τῆς μητρῴας ὠδῖνος προελθόντα. καὶ τρισκαίδεκα ἡμερῶν τῶν πρώτων κατείληπται τῷ πάθει τῷδε, ὅσων καὶ ἡ σελήνη οὐ φαίνει νύκτωρ,1 εἶτα μέντοι ζῴων ὀξυωπέστατος γίνεται ὁ κύων. τιμῶσι δὲ αὐτὸν Αἰγύπτιοι, καὶ νομόν τινα ἐκάλεσαν ἐξ αὐτοῦ, καὶ τῆς γε τιμῆς διπλῆν εἶναι τὴν αἰτίαν φασί, τὴν μὲν λέγουσαν ὅτι ἄρα τῆς Ἴσιδος ζητούσης πανταχόσε τὸν Ὄσιριν κύνες προηγούμενοι τὰ μὲν ἐπειρῶντο συνανιχνεύειν αὐτῇ τὸν παῖδα, τὰ δὲ ἀναστέλλειν τὰ θηρία· ἡ δὲ ἑτέρα, ὅτι ἄρα ἤδη μὲν ἀνατέλλει τὸ ἄστρον ὁ κύων,2 ὃν Ὠρίωνος ἡ φήμη γενέσθαι λέγει, συνανίσχει δὲ αὐτῷ τρόπον τινὰ καὶ ὁ Νεῖλος ἐπιὼν ἐς τὴν ἀρδείαν τῆς γῆς τῆς Αἰγυπτίας, καὶ ἀναχεῖται περὶ τὰς ἀρούρας. ὡς οὖν ἄγοντα τόδε τὸ γόνιμον ὕδωρ καὶ παρακαλοῦντα τιμῶσιν Αἰγύπτιοι.
关于犬类,我亦听闻了如下之事。幼犬生来目盲,从母体的阵痛中脱出后并不能视物。它们被这种状态困顿足足最初的十三日——与月亮在夜间不发光的天数相等;然而在此之后,犬类便成为所有动物中目光最为敏锐的。埃及人尊崇它,甚至以它命名了一处诺姆(州),他们称尊崇的缘由有双重:其一认为,在伊西斯四处寻觅奥西里斯时,犬类在前引导,一方面尽力协助她搜寻孩子的踪迹,另一方面驱退野兽;另一缘由则是,当传闻中曾属于俄利翁的犬星升起时,尼罗河亦在某种程度上随之一同涨溢,涌出灌溉埃及的土地并泛滥于耕地四周。因此,埃及人视其为引来并唤来这滋育之水者而加以崇奉。
ὀξύρυγχος οὕτως ἰχθὺς κέκληται, καὶ ἔοικεν ἐκ τοῦ προσώπου λαβεῖν τὸ ὄνομα καὶ τοῦ σχήματος τοῦ κατʼ αὐτό. τρέφει δὲ ἄρα τὸν προειρημένον ὁ Νεῖλος, καὶ μέντοι καὶ ἐξ αὐτοῦ κέκληται νομὸς ἔνθα δήπου καὶ τιμὰς ὁ ἰχθὺς ἔχει ὁ αὐτός. ἀγκίστρῳ δὲ θηραθέντα ἰχθὺν οὐκ ἄν ποτε φάγοιεν οἵδε οἱ ἄνδρες, δεδιότες μή ποτε ἄρα αὐτῷ περιπαρεὶς ἔτυχεν ὁ παρὰ σφίσιν ἱερὸς καὶ θαυμαστὸς ἰχθὺς ὃν εἶπον. ἐὰν δὲ καὶ δικτύοις ἁλῶσί ποτε ἰχθύες, ἀνιχνεύουσι ταῦτα, μὴ παραλαθὼν ἐνέπεσεν ἐκεῖνος, καὶ προτιμῶσιν ἀθηρίαν ἢ ἁλόντος ἐκείνου τὴν μάλιστα εὐθηρίαν.3 λέγουσι δὲ αὐτὸν οἱ περίχωροι ἐκ τῶν Ὀσίριδος τραυμάτων γεγονέναι· νοοῦσι δὲ τὸν Ὄσιριν ἄρα τὸν αὐτὸν τῷ Νείλῳ εἶναι.
被称为尖吻鱼的鱼类由此得名,似乎是从其面庞及面庞上的形状而获得了这一称谓。尼罗河孕育了前述之鱼,甚至有一处诺姆亦以它命名,在该地这种鱼自然享受崇敬。当地人绝不会食用钩捕上来的鱼,唯恐我所提及的、他们视为神圣而神异的此鱼恰巧被鱼钩穿刺。即便有时用网捕获了鱼,他们也会仔细搜寻,唯恐该鱼误入其中;比起捕得该鱼而大获丰收,他们宁可一无所获。邻近的居民说它是从奥西里斯的伤口中化生出来的;而他们将奥西里斯视同为尼罗河本身。
ὁ δὲ ἰχνεύμων ὁ αὐτὸς ἄρα καὶ ἄρρην καὶ θῆλυς ἦν, μετειληχὼς καὶ τῆσδε τῆς φύσεως καὶ τῆσδε, καὶ σπείρειν τε καὶ τίκτειν τῷ αὐτῷ ἡ φύσις δέδωκεν. ἀποκρίνονται δὲ ἐς τὸ ἀτιμότερον γένος οἱ ἡττηθέντες μετὰ τὴν μάχην· οἱ γὰρ κρατήσαντες ἀναβαίνουσι τοὺς ἡττημένους καὶ ἐς αὐτοὺς σπείρουσιν. οἳ δὲ ἆθλον τῆς ἥττης φέρονται ὠδῖνάς τε ὑπομεῖναι καὶ ἀντὶ πατέρων γενέσθαι μητέρες. τοῖς γε μὴν πολεμιωτάτοις ἀνθρώπῳ ζῴοις, ἀσπίδι καὶ κροκοδείλῳ, ἔχθιστον ὁ ἰχνεύμων, καὶ τόν γε πόλεμον αὐτῶν ἀνωτέρω εἶπον. λέγονται δὲ οἱ ἰχνεύμονες ἱεροὶ εἶναι Λητοῦς καὶ Εἰλειθυιῶν· σέβουσι δὲ αὐτοὺς Ἡρακλεοπολῖται, ὥς φασιν.
獴本身兼具雄性与雌性,分有了这两种天性,大自然赋予了同一个体既播种又生育的能力。战斗中战败者在较量之后便退入更为卑下的性别;因为胜者会爬跨在败者身上并向其播种。败者承受败北的代价,忍受分娩的阵痛,由父亲变为母亲。对于人类最凶狠的宿敌动物眼镜蛇和鳄鱼而言,獴是最为仇怨的死敌,关于它们的交战我先前已有述及。据说獴奉献给勒托与诸位厄勒梯亚为圣兽;据闻赫拉克勒奥波利斯人崇拜它们。
- 10.45ὅσων καὶ ἡ σελήνη οὐ φαίνει νύκτωρ
关系代词属格 ὅσων 在格上与其先行词——表示时间的属格 τρισκαίδεκα ἡμερῶν τῶν πρώτων(最初的十三天)保持呼应一致。该从句构建了一种时间对应关系,指幼犬目盲的天数恰好等于夜间月亮不发光的约十三天。
- 10.45τὴν μὲν λέγουσαν ὅτι ἄρα τῆς Ἴσιδος ζητούσης πανταχόσε τὸν Ὄσιριν κύνες προηγούμενοι τὰ μὲν ἐπειρῶντο συνανιχνεύειν αὐτῇ τὸν παῖδα, τὰ δὲ ἀναστέλλειν τὰ θηρία· ἡ δὲ ἑτέρα, ὅτι ἄρα ἤδη μὲν ἀνατέλλει τὸ ἄστρον ὁ κύων
这是对此前宾格短语 διπλῆν εἶναι τὴν αἰτίαν(缘由有双重)的分指同位结构(整体与部分同位)。前半句在句法上保持一致,使用阴性单数宾格分词 τὴν μὲν λέγουσαν(一则缘由说……),而到了后半句则发生了破格(anacoluthon),转换为阴性单数主格代词 ἡ δὲ ἑτέρα(另一缘由则是……),成为省略了谓语动词(如 ἐστί 或 λέγει)的独立分句。
- 10.46προτιμῶσιν ἀθηρίαν ἢ ἁλόντος ἐκείνου τὴν μάλιστα εὐθηρίαν
这是由动词 προτιμῶ 引导的比较句式,结构为“προτιμῶ + 宾格 (A) + ἢ + 宾格 (B)”(宁愿选择A而不选B)。此处B部分的核心是宾格名词短语 τὴν μάλιστα εὐθηρίαν(最丰硕的渔获),置于其前的独立属格 ἁλόντος ἐκείνου(若该鱼被捕获)充当条件状语修饰该宾格短语。
