← 克劳狄乌斯·埃利安

论动物的本性

§10.37-10.42

皮洛士的凶兆与欧波利斯的忠犬等传说

本节记叙了猫头鹰降临长矛昭示皮洛士死亡的不祥凶兆、龙虾畏惧章鱼的特性与卢西亚斯河的奇特黑鱼、无尾异兽安珀洛斯、能盛放斯提克斯毒水的斯基泰有角野驴、喜剧诗人欧波利斯忠犬护书并殉主的事迹,以及致命的毒蚁拉埃尔忒斯。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§10.37

ἡ γλαῦξ ἐπί τινα σπουδὴν ὡρμημένῳ ἀνδρὶ συνοῦσα καὶ ἐπιστᾶσα οὐκ ἀγαθόν σύμβολόν φασι.1 μαρτύριον δέ, ὁ Ἠπειρώτης Πύρρος νύκτωρ εὐθὺ τοῦ Ἄργους ᾔει, καὶ αὐτῷ ἐντυγχάνει ἥδε ἡ ὄρνις καθημένῳ μὲν ἐπὶ τοῦ ἵππου, φέροντί γε μὴν τὸ δόρυ ὀρθόν. εἶτα ἐπὶ τούτου ἑαυτὴν ἐκάθισεν, οὐδὲ ἀπέστη, δορυφοροῦσα οὐ χρηστὴν τὴν δορυφορίαν ἡ ὄρνις ἡ προειρημένη τήνδε. παρῆλθε γοῦν ὁ Πύρρος ἐς τὸ Ἄργος, καὶ ἀκλεέστατα ἀνθρώπων ἀπέθανεν. ἔνθεν μοι δοκεῖ καὶ Ὅμηρος εἰδὼς καλῶς τῆς ὄρνιθος τὸ οὐδαμῆ εὐσύμβολον ἐρωδιὸν μὲν τὸν ἐκ τῶν ποταμῶν ἀνεῖναι τοῖς ἀμφὶ τὸν Διομήδην τὴν Ἀθηνᾶν φάναι,2 ὅτε ἀπῄεσαν κατασκεψόμενοι τὰ τῶν Τρώων, μὴ μέντοι τὴν γλαῦκα, εἰ καὶ δοκεῖ φίλη εἶναι αὐτῇ. ὅτι δὲ ἡ Ἰλιὰς γῆ ἔνδροσός τε καὶ κατάρρυτός ἐστιν, Ὅμηρος τεκμηριῶσαι ἱκανὸς ἐν τοῖς πρὸ τῆς τειχομαχίας.

人们说,对于已着手进行某项事业的人而言,猫头鹰相随并停落其旁并非吉兆。作为证据:厄庇鲁斯的皮洛士曾在夜间径直向阿尔戈斯进军,当他骑在马背上、手持直立的长矛时,这只鸟飞来与他相遇。随后它便落在长矛之上,久久不肯离去;这只前面提到的鸟就这样担任了绝非吉兆的卫士之责。无论如何,皮洛士最终进入了阿尔戈斯,却以世人中最不光彩的方式死去。因此在我看来,荷马亦深知此鸟绝非吉兆之物,所以在狄奥墨得斯一行人出发侦察特洛伊人的虚实时,说雅典娜向他们派去的是来自河边的苍鹭,而非猫头鹰,尽管猫头鹰被视为是雅典娜心爱之物。至于伊利昂之地多露水而水流灌溉充盈,荷马在《墙前之战》之前的诗段中已足以证明。

§10.38

φοβερός ἐστιν τῷ καράβῳ ὁ πολύπους. ἐὰν γοῦν ἁλῶσί ποτε δικτύῳ ἑνί, οἱ κάραβοι τεθνήκασι παραχρῆμα. Λουσίας δὲ ποταμὸς ἐν Θουρίοις ὀνομάζεται, ὅσπερ οὖν ἔχει μὲν λευκότατον ὑδάτων αὐτὸς καὶ ῥεῖ διειδέστατα, τίκτει δὲ ἰχθῦς μέλανας ἰσχυρῶς.

对龙虾而言,章鱼是极为可怖的。无论如何,若它们一同被同一张网捕获,龙虾便会当场毙命。在图里伊有一条被称为卢西亚斯的河流,它本身拥有最洁白、最清澈澄碧的流水,却产出极黑的鱼类。

§10.39

ἄμπελον ὁμώνυμον τῷ φυτῷ πάρδαλίν τινα οὕτω καλεῖσθαί φασι φύσεως ἰδίας παρὰ τὰς λοιπὰς μετειληχυῖαν, καὶ οὐρὰν οὐκ ἔχειν ἀκούω αὐτήν. ἥπερ οὖν εἰ ὀφθείη γυναιξίν, ἐς νόσον ἐμβάλλει ἀδόκητον αὐτάς.

据说有一种豹子被称为“安珀洛斯”,与葡萄藤同名,具有不同于其余〔豹子〕的奇特天性,我听闻它并没有尾巴。若此兽被妇女看见,便会使她们陷入意料之外的疾病之中。

§10.40

ἐν τῇ Σκυθίᾳ γῇ γίνονται ὄνοι κερασφόροι, καὶ στέγει τὰ κέρατα ἐκεῖνα τὸ ὕδωρ τὸ Ἀρκαδικὸν τὸ καλούμενον τῆς Στυγός· τὰ δὲ ἄλλα ἀγγεῖα διακόπτει πάντα, κἂν ᾖ σιδήρου πεποιημένα. τούτων τοι τῶν κεράτων ἓν ὑπὸ Σωπάτρου κομισθῆναί φασιν Ἀλεξάνδρῳ τῷ Μακεδόνι, καὶ ἐκεῖνον πυνθάνομαι θαυμάσαντα ἐς Δελφοὺς ἀνάθημα ἀναθεῖναι τῷ Πυθίῳ τὸ κέρας, καὶ ὑπογράψαι ταῦτα "σοὶ τόδʼ Ἀλέξανδρος Μακεδὼν κέρας ἄνθετο, Παιάν, κάνθωνος Σκυθικοῦ, χρῆμά τι δαιμόνιον, ὃ Στυγὸς ἀχράντῳ Λουσηίδος οὐκ ἐδαμάσθη ῥεύματι, βάσταξεν δʼ ὕδατος ἠνορέην.3" Δημήτηρ δὲ ἄρα τὸ ὕδωρ ἀνῆκε τοῦτο πλησίον Φενεοῦ, τὴν δὲ αἰτίαν εἶπον ἀλλαχόθι.

在斯基泰之地长有长角的野驴,那角能够盛装所谓斯提克斯河的阿卡迪亚之水;而所有其他器皿,即便由铁制成,亦会被此水蚀破。人们说,这些角中的一只曾由索帕特罗斯献给马其顿的亚历山大,我得知大王惊叹之余,将这只角作为祭品献给德尔斐的皮提亚神(阿波罗),并题刻了如下诗句: “佩安啊,马其顿的亚历山大将此角献赠于你, 它出自斯基泰的野驴,乃是一桩通神异物, 未曾被卢索伊的斯提克斯河洁净的奔流所降服, 反倒承受住了那股神水的强力。” 原来是德墨忒尔使这水在珀涅俄斯附近涌出的,其缘由我在别处已有交代。

§10.41

Εὐπόλιδι τῷ τῆς κωμῳδίας ποιητῇ δίδωσι δῶρον Αὐγέας ὁ Ἐλευσίνιος σκύλακα ἰδεῖν ὡραῖον, Μολοττὸν τὸ γένος, καὶ καλεῖ τοῦτον ὁ Εὔπολις ὁμωνύμως τῷ δωρησαμένῳ αὐτόν. κολακευθεὶς οὖν ταῖς τροφαῖς, καὶ ἐκ τῆς συνηθείας ὑπαχθεὶς τῆς μακροτέρας, ἐφίλει τὸν δεσπότην ὁ Αὐγέας ὁ κύων. καί ποτε ὁμόδουλος αὐτῷ νεανίας, ὄνομα Ἐφιάλτης, ὑφαιρεῖται δράματά τινα τοῦ Εὐπόλιδος, καὶ οὐκ ἔλαθε κλέπτων, ἀλλὰ εἶδεν αὐτὸν ὁ κύων, καὶ ἐμπεσὼν ἀφειδέστατα δάκνων ἀπέκτεινεν. χρόνῳ δὲ ὕστερον ἐν Αἰγίνῃ τὸν βίον ὁ Εὔπολις κατέστρεψε, καὶ ἐτάφη ἐνταῦθα· ὁ δὲ κύων ὠρυόμενός τε καὶ θρηνῶν τὸν τῶν κυνῶν θρῆνον, εἶτα μέντοι λύπῃ καὶ λιμῷ ἑαυτὸν ἐκτήξας ἀπέθανεν ἐπὶ τῷ τροφεῖ καὶ δεσπότῃ, μισήσας τὸν βίον ὁ κύων. καὶ ὅ γε τόπος καλεῖται μνήμῃ τοῦ τότε πάθους Κυνὸς Θρῆνος.

厄琉息斯人奥革阿斯赠给喜剧诗人欧波利斯一只容貌英俊、莫洛苏斯品种的幼犬作为礼物;欧波利斯便以赠送者的名字给它命名。这只名叫奥革阿斯的犬因饮食抚育而受感召,又因长久的相处而亲近,深深地爱慕自己的主人。有一次,与它同为仆人的一个名叫厄菲阿尔忒斯的年轻奴隶偷走了欧波利斯的若干部戏剧,但他的偷窃并未瞒过它,狗看见了他,扑上前去毫不容情地噬咬,将其咬死。一段时间之后,欧波利斯在埃吉那岛结束了一生并葬于该地;这只犬发出长嚎,鸣出犬类特有的哀声,随后在悲恸与饥饿中耗尽了自身的生命,死在抚育它的主人身旁,它已对生命产生了厌弃。因纪念当时的那场悲剧,该地被称为“犬之哀鸣”。

§10.42

μύρμηκος εἶδος θανατηφόρου φασὶν εἶναί τι, καὶ λαέρτην ὄνομα ἔχειν τόνδε τὸν μύρμηκα. καὶ σφῆκας δέ τινας ἐκάλουν λαέρτας. λέγει ταῦτα Τήλεφος ὁ κριτικὸς ὁ ἐκ τοῦ Μυσίου Περγάμου.

据说有一种致命的毒蚁,这种蚂蚁名为拉埃尔忒斯。某些黄蜂亦曾被称为拉埃尔忒斯。密西亚佩加蒙的批评家忒勒福斯谈到了这些事。

语法注3 条
  1. 10.37ἡ γλαῦξ ἐπί τινα σπουδὴν ὡρμημένῳ ἀνδρὶ συνοῦσα καὶ ἐπιστᾶσα οὐκ ἀγαθόν σύμβολόν φασι

    句首的主格短语 ἡ γλαῦξ... 构成悬垂主格(nominativus pendens)。它作为全句主题被提前置于句首,先于动词 φασί 所支配的间接引语结构(此处 οὐκ ἀγαθὸν σύμβολον 前省略了不定式 εἶναι)。

  2. 10.37ἐρωδιὸν μὲν τὸν ἐκ τῶν ποταμῶν ἀνεῖναι τοῖς ἀμφὶ τὸν Διομήδην τὴν Ἀθηνᾶν φάναι

    在由主句 ἔνθεν μοι δοκεῖ καὶ Ὅμηρος... φάναι(“因此在我看来荷马亦曾说过……”)支配的不定式构架内,嵌套了由 φάναι 支配的“宾格加不定式”结构(主语为宾格 τὴν Ἀθηνᾶν,不定式为 ἀνεῖναι,宾语为 ἐρωδιόν)。后面的 μὴ μέντοι τὴν γλαῦκα 则作为 ἀνεῖναι 的并列对比宾语。

  3. 10.40ὃ Στυγὸς ἀχράντῳ Λουσηίδος οὐκ ἐδαμάσθη ῥεύματι, βάσταξεν δʼ ὕδατος ἠνορέην

    在挽歌双行体诗句中,关系代名词 ὃ 指代先行词 κέρας,并作被动动词 ἐδαμάσθη 的主语。下一分句的动词 βάσταξεν(“承受住了”)支配直接宾语 ἠνορέην(“威力、狂暴”),而 ὕδατος 则为其修饰性属格(“水之威烈”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0545.tlg001.humanitext-grc2:10.37-10.42