← 克劳狄乌斯·埃利安

论动物的本性

§10.32-10.36

金翅雀与斑鸠等五种鸟类的习性与传说

作者叙述了金翅雀、斑鸠、燕子、鹧鸪与天鹅五种鸟类的习性、吉凶征兆、神圣归属以及相关的奇异传说。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§10.32

Ἄκανθον τὸν ὄρνιν ἐκ τῶν τρεφουσῶν ἀκανθῶν λαβεῖν τὸ ὄνομα οἱ σοφοὶ τὰ ὀρνίθων φασί. φθέγγεται δὲ ἄρα ἐμμελὲς καὶ εὔμουσον δεινῶς. λέγει δὲ Ἀριστοτέλης, ἐὰν τοῦδε τοῦ ἀκάνθου καὶ μέντοι καὶ τοῦ καλουμένου αἰγίθου τὸ αἷμα ἐς ταὐτὸν ἀγγεῖόν τις ἀναμίξῃ καὶ κεράσαι θελήσῃ, τὰ δὲ μὴ συνιέναι μηδʼ ἑνοῦσθαι ἐς μίαν κρᾶσιν.1 ἱερόν τε εἶναι τὸν ἄκανθον τῶν δαιμόνων τῶν κατὰ τὴν ὁδὸν πομπευόντων καὶ ἀγόντων τοὺς ἀνθρώπους φασί.

通晓鸟类的智者们说,金翅雀因以荆棘为食而得此名。确实,它的鸣声极为悦耳且和谐优美。亚里士多德说,如果有人将这只金翅雀和所谓山雀的血液混合在同一器皿中并试图将它们调制在一起,这两种血液既不会相溶,也不会化合成单一的混合物。人们还说,金翅雀是奉献给在道路上护送并引导行人的神灵的圣鸟。

§10.33

ὅτι σώφρων ἐστὶν ἡ τρυγὼν καὶ πλὴν τοῦ συννόμου, ὅτῳ καὶ συνῆλθεν ἐξ ἀρχῆς, μὴ ἄν ποτε ὁμιλήσειεν ἀσπαζομένη λέχος ὀθνεῖόν τε καὶ ἀλλότριον, ἄνω μοι λέλεκται. ἀκούω δὲ τῶν ἀκριβούντων τὴν ὑπὲρ τῶν τοιούτων ἱστορίαν καὶ λευκὰς τρυγόνας φανῆναι πολλάκις. λέγουσι δὲ αὐτὰς ἱερὰς εἶναι Ἀφροδίτης τε καὶ Δήμητρος, Μοιρῶν δὲ καὶ Ἐρινύων τὰς ἄλλας.

斑鸠是贞洁的,除了最初结合的配偶之外,绝不会与任何其他鸟类交配,亦不会贪恋异己而陌生的床榻,这一点我先前已经谈及。但我从精研此类异闻的人那里听闻,白色的斑鸠也屡见不鲜。据说白斑鸠是献给阿佛洛狄忒和德墨忒尔的圣物,而其余的则归属于命运女神与复仇女神。

§10.34

ὤφθησάν ποτε καὶ χελιδόνες λευκαί, ὡς Ἀλέξανδρος ὁ Μύνδιός φησιν. ἐν δὲ τῇ Ἀλεξάνδρου τοῦ Πύρρου παιδὸς σκηνῇ χελιδὼν νεοττεύουσα εἶτα μέντοι ἀτελῆ τὴν πρᾶξιν αὐτῷ ἐφʼ ἥνπερ οὖν ὡρμᾶτο ὑπεσήμηνεν οὐ πάνυ τι οὖσαν ἀγαθήν. καὶ Ἀντιόχῳ δὲ νεοττεύουσα ἐν αὐτοῦ τὰ μέλλοντά οἱ ἀπαντήσεσθαι ὑπῃνίξατο· ἀνελθὼν γὰρ ἐς τοὺς Μήδους εἶτα μέντοι οὐκ ἐπανῆλθεν ἐς τοὺς Σύρους, ἀλλʼ ἑαυτὸν κατά τινος ἔωσε κρημνοῦ. ὥρμητο δὲ ἄρα ἐπὶ πρᾶξιν οὐ χρηστὴν καὶ οὗτος. ἡνίκα δὲ ἐξέλιπε τὴν ἀκρόπολιν τὸ πρότερον Διονύσιος, συνανήχθησάν οἱ καὶ αἱ νεοττεύουσαι χελιδόνες ἐκεῖθι, καὶ ἐμαντεύοντο τὴν ἐπάνοδον. τιμᾶται δὲ ἡ χελιδὼν θεοῖς μυχίοις καὶ Ἀφροδίτῃ, μυχίᾳ μέντοι καὶ ταύτῃ.

正如敏杜斯的亚历山大所言,人们有时亦曾见到白色的燕子。一只燕子在皮洛士之子亚历山大的军帐中筑巢,预示着他所着手的事业终将无法完成,绝非吉兆。同样,在安条克处筑巢的燕子亦暗示了他将要遭遇的厄运;因为他进军米底亚人之后,便再也未能返回叙利亚人之地,而是从悬崖上纵身跃下。原来此人亦是踏上了一场不祥的事业。而当狄奥尼修斯最初弃守卫城之时,在那里筑巢的燕子亦随他一同飞离,并预言了他的重返。燕子为深宫与内室的诸神以及阿佛洛狄忒所重——她同样被尊为内室之神。

§10.35

οἱ πέρδικες ὅταν ἐπῳάζωσι, προβάλλονταί τινας θάμνους καὶ δάση ἕτερα ὑπὲρ τοῦ καὶ δρόσους καὶ ὄμβρους καὶ πᾶν ὅ τι ἂν ᾖ νοτερὸν ἀποστέγειν αὐτῶν. εἰ γὰρ διάβροχά πως γένοιτο, ἐὰν μὴ πάλιν ἡ τεκοῦσα ὑποθάλψῃ αὐτὰ ἐπελθοῦσα ταχέως, γίνεται ἄγονα. ἀθρόα δὲ καὶ πεντεκαίδεκα ᾠὰ ἀποτίκτει. Παφλαγόνων δὲ ἄρα περδίκων διπλῆν ὁρᾶσθαι καρδίαν Θεόφραστός πού φησιν. ἄθυρμα δὲ ὁ πέρδιξ τῆς Διὸς καὶ Λητοῦς2 ὥς ἐστιν ἄλλοι λέγουσιν.

鹧鸪抱卵孵化之时,会在前方放置某些灌木丛和其他枝条,以遮蔽露水、暴雨以及落在卵上的一切湿气。因为卵一旦被湿透,若非生母迅速返回并重新以体温温热它们,卵就会变得无法孵化。它一次可产下多达十五枚卵。泰奥弗拉斯托斯在某处谈到,帕夫拉戈尼亚的鹧鸪据观察长有双重的心脏。另有人说,鹧鸪是宙斯与勒托之女(阿尔忒弥斯)的心爱玩物。

§10.36

εἶπον μὲν καὶ ἀνωτέρω περὶ τῶν κύκνων, εἰρήσεται δὲ ἄρα καὶ νῦν ὅσα οὐ πρότερον εἶπον. Ἀριστοτέλης λέγει ἐν τῇ θαλάττῃ τῇ Λιβύων φανῆναί ποτε κύκνων ἀγέλην, καὶ ἀκουσθῆναί τι μέλος αὐτῶν ὡς ἐκ χοροῦ τινος ὁμοφώνου, πάνυ μὲν ἡδύ, γοερόν γε μήν, καὶ οἷον ἐς οἶκτον ἐπικλάσαι τοὺς ἀκούοντας.3 καί τινας ἐπὶ τῷ μέλει φησὶ φανῆναι τεθνεῶτας αὐτῶν. φίλος δὲ ἦν ἄρα ὁ κύκνος πηγαῖς τε καὶ τενάγεσι καὶ λίμναις καὶ ταῖς ὅσαι πεφύκασιν ὑδάτων σύρροιαί τε καὶ ἀφθονίαι. ἐνταῦθα γοῦν καὶ τὰς ἑαυτοῦ μούσας αὐτὸν φιλοσοφεῖν οἱ σοφοὶ τούτων φασί.

关于天鹅,我先前固然谈过,但如今亦当叙述此前未曾道及之事。亚里士多德说,在利比亚的海面上曾出现一群天鹅,人们听到了它们的歌声,宛如合声同唱的歌队一般,虽极其悦耳,却充满了悲凄,足以令闻者动容而生怜悯。他甚至说,在吟唱之后,发现其中数只天鹅已经死去。天鹅原是极喜泉水、浅滩、湖沼,以及凡水流汇聚、丰盈充沛之所。因此,通晓此类知识的智者们声称,天鹅正是于此等处探究沉潜属于它自己的乐艺。

语法注3 条
  1. 10.32τὰ δὲ μὴ συνιέναι μηδʼ ἑνοῦσθαι ἐς μίαν κρᾶσιν

    间接引语中的“宾格加不定式”结构。中性复数代词 τὰ δέ 作为不定式主语,统合指代前文提到的两种鸟类的血液(τοῦδε τοῦ ἀκάνθου καὶ μέντοι καὶ τοῦ καλουμένου αἰγίθου τὸ αἷμα)。此处的 δέ 并未与 μέν 形成对应,而是用于引出承接条件从句(ἐάν...)的结论主句。

  2. 10.35τῆς Διὸς καὶ Λητοῦς

    省略了名词 θυγατρός(女儿)的所属属格。在文境中指代宙斯与勒托所生之女——即狩猎与贞洁女神阿尔忒弥斯。

  3. 10.36οἷον ἐς οἶκτον ἐπικλάσαι τοὺς ἀκούοντας

    中性形容词 οἷον 与不定式 ἐπικλάσαι 连用,表示结果或性质,意为“足以使……动容”。此处表现了天鹅歌声(μέλος)极强的感染力。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0545.tlg001.humanitext-grc2:10.32-10.36