← 克劳狄乌斯·埃利安

论动物的本性

§10.29-10.31

朱鹭的圣性与狒狒及塞耳穆提斯眼镜蛇

埃利安详述了朱鹭的形态、习性及其象征意涵,记述了狗头猿(狒狒)展现出的惊人智力与酷似人类的举止,随后描绘了在埃及被奉为神圣、被视为不死且能明辨善恶的神圣塞耳穆提斯眼镜蛇。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§10.29

ἴδιον δὲ ἐν Αἰγυπτίοις λόγοις ἴβεως καὶ ἐκεῖνο προσακήκοα. ὅταν ὑποκρύψηται τὴν δέρην καὶ τὴν κεφαλὴν τοῖς ὑπὸ τῷ στέρνῳ πτεροῖς, τὸ τῆς καρδίας σχῆμα ἀπεμάξατο.1 ἄλλως τε καὶ ὅτι εἰσὶ τοῖς ἐπὶ λύμῃ καὶ ἀνθρώπων καὶ καρπῶν ζῴοις γεγενημένοις ἔχθισται ἤδη που καὶ ἄνω εἶπον. μίγνυνται δὲ τοῖς στόμασι, καὶ παιδοποιοῦνται τὸν τρόπον τοῦτον. λέγουσι δὲ Αἰγύπτιοι ʽκαὶ ἐμέ γε οὐ ῥᾳδίως ἔχουσι πειθόμενον2ʼ λέγουσι δʼ οὖν τοὺς ταῖς ταριχείαις τῶν ζῴων ἐφεστῶτας καὶ δεινοὺς τήνδε τὴν σοφίαν ὁμολογεῖν τὸ τῆς ἴβεως ἔντερον ἓξ εἶναι πήχεων καὶ ἐνενήκοντα. διαβαίνειν δὲ κατὰ πῆχυν αὐτὴν προσακήκοα βαδίζουσαν. σελήνης δὲ ἐκλιπούσης καταμύει, ἔστʼ ἂν ἡ θεὸς αὖθις ἀναλάμψῃ. καὶ τῷ Ἑρμῇ δέ φασι τῷ πατρὶ τῶν λόγων φιλεῖται, ἐπεὶ ἔοικε τὸ εἶδος τῇ φύσει τοῦ λόγου· τὰ μὲν γὰρ μέλανα ὠκύπτερα τῷ τε σιγωμένῳ καὶ ἔνδον ἐπιστρεφομένῳ λόγῳ παραβάλλοιτο ἄν, τὰ δὲ λευκὰ τῷ προφερομένῳ3 τε καὶ ἀκουομένῳ ἤδη καὶ ὑπηρέτῃ τοῦ ἔνδον καὶ ἀγγέλῳ, ὡς ἂν εἴποις. ὡς μὲν οὖν μακροβιώτατόν ἐστι τὸ ζῷον καὶ δὴ εἶπον· λέγει δὲ Ἀπίων καὶ ἐπάγεται τοὺς ἐν Ἑρμοῦ πόλει ἱερέας μάρτυρας δεικνύντας οἱ ἶβιν ἀθάνατον. τοῦτο μὲν οὖν καὶ ἐκείνῳ δοκεῖ τῆς ἀληθείας ἀφεστάναι πάμπολυ, καὶ ἐμοὶ δὲ πάντως ἂν καταφαίνοιτο ψευδές. ἔστι δὲ τὴν φύσιν θερμότατον ἡ ἶβις, πολυβορώτατον γοῦν ὂν καὶ κακοβορώτατον, εἴγε ὄφεις σιτεῖται καὶ σκορπίους. ἀλλὰ τὰ μὲν πέττει ῥᾳδίως, τὰ δὲ εὐκολώτατα ἀποκρίνει. ἴδοι δʼ ἄν τις νοσοῦσαν ἶβιν σπανιώτατα. πανταχοῦ δὲ καθιεῖσα ἶβις τὸ ῥάμφος, τῶν ῥυπαρῶν καταφρονοῦσα καὶ ἐμβαίνουσα αὐτοῖς ὑπὲρ τοῦ καὶ ἐκεῖθέν τι ἀνιχνεῦσαι, ὅμως δʼ οὖν ἐς κοῖτον τρεπομένη λούει τε πρότερον ἑαυτὴν καὶ ἐκκαθαίρει. νεοττεύει δὲ ἐπὶ τῶν φοινίκων τοὺς αἰλούρους ἀποδιδράσκουσα· οὐ γάρ τί που ῥᾳδίως ἐκεῖνο τὸ ζῷον ἀναρριχᾶται καὶ ἀνέρπει κατὰ τοῦ φοίνικος, ἐκ τῶν ἐξοχῶν τῶν ἐπὶ τοῦ πρέμνου πολλάκις ἀντικρουόμενόν τε καὶ ἐκβαλλόμενον. καὶ ἐκεῖνα δὲ κυνοκεφάλων εἰπεῖν ἐπὶ στόμα μοι νῦν ἀφίκετο. εἰ λάβοι κυνοκέφαλος τρωκτὰ σὺν τοῖς ὀστράκοις, ʽἀμυγδάλας φημὶ καὶ τὰς τῶν δρυῶν βαλάνους καὶ κάρυαʼ, ἐκλέπει τε καὶ καθαίρει, καταγνὺς πρότερον πάνυ συνετῶς, καὶ οἶδεν ὅτι ἄρα τὸ μὲν ἔνδον ἐδώδιμόν ἐστι, τὰ δὲ ἔξω ἐκβάλλειν χρή. πίνει δὲ οἴνου, καὶ παραθέντων ἑφθὰ κρέα καὶ ὀπτὰ ἐμπίπλαται, καὶ τοῖς μὲν ἡδυσμένοις χαίρει, τοῖς δὲ ἀσπουδάστως ἑφθοῖς πάνυ ἄχθεται. φείδεται δὲ καὶ ἐσθῆτος ἐνδὺς αὐτήν, καὶ τὰ ἄλλα δρᾷ ὅσα ἀνωτέρω εἶπον. θηλῇ δὲ γυναικὸς εἰ προσαγάγοις ἔτι νήπιον, σπάσει τοῦ γάλακτος ὡς παιδίον.

此外,在埃及的传说中,我还听闻了关于朱鹭的另一奇特之处:每当它将颈项和头部隐匿于胸下的羽毛之中,便勾勒出心脏的形状。况且,朱鹭对于那些为危害人类与庄稼而生的动物而言是最可怕的死敌,这一点我先前某处已经谈及。它们以喙相交,并以此种方式繁育后代。埃及人声称——尽管他们绝非轻易就能使我信服——无论如何他们说,主管动物防腐并精于此项技艺的人一致公认,朱鹭的肠道长达九十六肘。我还听闻它行走时每迈一步便是一肘。月食之时它会阖上双目,直至女神再度放光。据说它亦受言辞之父赫尔墨斯所钟爱,因其外貌酷似言语的本性:黑色的飞羽或可比作保持沉默、内向存思的言语,白色的羽毛则可比作已经发出并可被听闻的言语,亦即可谓内里言语的仆役与使者。此鸟极度长寿,我此前确已说过;然而阿庇翁称,并引赫尔谟波利斯的祭司为证,说他们曾向他展示过一只长生不死的朱鹭。但这在他看来亦觉距离真理极为遥远,而在我看来更是全然虚妄。朱鹭在天性上极度燥热,它贪食无度且嗜食秽物,甚至以蛇与蝎子为食。然而它既能轻易消化一部分,亦能极其顺畅地排泄另一部分。人极少能见到生病的朱鹭。尽管朱鹭将喙探入各处,不避污秽并践踏其中,只为从中探寻食物,然而当它准备歇宿之时,仍会先沐浴净身。它筑巢于椰枣树上以躲避猫类;因为那类动物很难轻易攀援爬上椰枣树,往往被树干上的突起所阻挡而跌落。 此外,关于狗头猿(狒狒)的如下奇事此刻亦涌上我的唇边:如果狗头猿得到了带硬壳的吃食——我指的是扁桃、橡子和坚果——它会先极其聪明地将其砸开,剥壳并清理干净,深知内里的果仁是可食的,而外皮必须丢弃。它亦饮酒,在摆出煮肉与烤肉时便大快朵颐,喜爱调味的美馔,而对马虎煮熟的食物深感嫌恶。穿上衣裳便懂得爱惜,并做出我前文所述的其他举动。若在其幼小时置于妇人的乳房前,它便会如孩童般吸吮乳汁。

§10.31

τὴν δὲ θέρμουθιν ἀσπίδα, ᾗ ὄνομα ἔθεντο Αἰγύπτιοι τοῦτο, ἱερὰν εἶναί φασι, καὶ σέβουσιν αὐτὴν οἱ ἐκεῖθι, καὶ τῆς Ἴσιδος τὰ ἀγάλματα ἀναδοῦσι ταύτῃ, ὥς τινι διαδήματι βασιλείῳ. λέγουσι δὲ αὐτὴν ἐπὶ δηλήσει τῶν ἀνθρώπων καὶ βλάβῃ μὴ φῦναι· ἐκεῖνο δὲ τερατεύονται, φείδεσθαι μὲν αὐτὴν τῶν ἀγαθῶν, τοὺς δὲ ἀσεβοῦντας ἀποκτιννύναι. εἰ δὲ ταῦθʼ οὕτως ἔχει, τοῦ παντὸς ἂν ἡ Δίκη τιμήσαιτο4 τήνδε τὴν ἀσπίδα, τιμωροῦσαν αὐτῇ καὶ ὁρῶσαν ὀξύτατα. οἳ δὲ ἐπιλέγουσιν ὅτι ἡ Ἶσις τοῖς τὰ μέγιστα πλημμελήσασιν ἐπιπέμπει αὐτήν. λέγουσι δὲ αὐτὴν Αἰγύπτιοι μόνην ἀσπίδων ἀθάνατον εἶναι, ἑκκαίδεκα γένη καὶ διαφορότητας τοῦδε τοῦ ζῴου καταλέγοντες. ἔν τε τοῖς ἱεροῖς, ὡς οἱ αὐτοί φασι, καθʼ ἑκάστην γωνίαν θαλάμας τινὰς καὶ σηκώδεις ὑποδρομὰς ἐξοικοδομοῦντες εἶτα μέντοι θερμούθεις ἐσῴκιζον, στέαρ μόσχειον βορὰν παρατιθέντες ἐκ διαστημάτων.

至于被埃及人命名为塞耳穆提斯的眼镜蛇,人们称其为神圣之物,当地人对其顶礼膜拜,并将它环绕于伊西斯的雕像之上,宛如王家冠冕。人们说它的诞生并非为了毁灭或伤害人类;他们甚至讲述神异之谈,说它会放过善人,而诛杀不敬神之人。若事情确系如此,正义女神狄刻必定对这条眼镜蛇推崇备至,视其为目光敏锐的复仇使者。另有人补充说,伊西斯会将它派去惩治犯下弥天大罪之人。埃及人列举出此兽的十六个种类与变种,声称它是眼镜蛇中唯一不死的。正如这些人所言,在神庙的每个角落,他们建造起某些暗室和栏圈般的洞穴,随后将塞耳穆提斯蛇安置其中,定期以牛脂作为食物投喂。

语法注4 条
  1. 10.29ἀπεμάξατο

    该不定过去时在此用作格言式不定过去时(gnomic aorist),紧承条件时间从句“ὅταν ὑποκρύψηται...”,用以表达通常的习性或普遍真理,其意义相当于一般现在时。

  2. 10.29καὶ ἐμέ γε οὐ ῥᾳδίως ἔχουσι πειθόμενον

    动词 ἔχουσι 与现在分词 πειθόμενον 构成述语性搭配(“他们无法轻易使我处于被说服的状态”),是作者表达怀疑与不信的插入语。

  3. 10.30τῷ τε σιγωμένῳ καὶ ἔνδον ἐπιστρεφομένῳ λόγῳ παραβάλλοιτο ἄν, τὰ δὲ λευκὰ τῷ προφερομένῳ

    此处借用了古代哲学(斯多亚学派等)中“内蕴理路/心内之言(logos endiathetos)”与“发越言辞/出口之言(logos prophorikos)”的著名二分,分别与朱鹭的黑羽和白羽作象征性对应。

  4. 10.31τοῦ παντὸς ἂν ἡ Δίκη τιμήσαιτο

    属格“τοῦ παντός”在此充当价值属格(genitive of value),与中动祈愿语气动词“τιμήσαιτο”构成潜在祈愿句(ἄν + 祈愿语气),意为“正义女神必将其视作高于一切地推崇”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0545.tlg001.humanitext-grc2:10.29-10.31