← 克劳狄乌斯·埃利安

论动物的本性

§10.26-10.28

狼的传说与母牛崇拜及对驴的忌避

作者记述了狼的颈部构造、夜间视力及其与太阳神和阿波罗的神话与语源关联(包括德尔斐青铜狼像的由来),随后记述了库赛对母牛与阿佛洛狄忒的崇奉,以及埃及人与毕达哥拉斯学派对号角声、驴子和大羚羊的厌恶与相关传说。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§10.26

τῷ λύκῳ ὁ τράχηλος ἐς βραχὺ συνῆκται. οὔκουν οἷός τέ ἐστιν ἐπιστραφῆναι, ὁρᾷ δὲ ἐς τὸ πρόσω ἀεί· εἰ δὲ βούλοιτό ποτε ἐς τοὐπίσω θεάσασθαι, πᾶς ἐπιστρέφεται. ὀξυωπέστατον δέ ἐστι ζῴων, καὶ μέντοι καὶ νύκτωρ καὶ σελήνης οὐκ οὔσης ὃ δὲ ὁρᾷ.1 ἔνθεν τοι καὶ λυκόφως κέκληται ὁ καιρὸς οὗτος τῆς νυκτός, ἐν ᾧ μόνος ἐκεῖνος τὸ φῶς ὑπὸ τῆς φύσεως λαχὼν ἔχει. δοκεῖ δέ μοι καὶ Ὅμηρος λέγειν ἀμφιλύκην νύκτα καθʼ ἣν δὴ βλέποντες λύκοι βαδίζουσι. λέγουσι δὲ φίλον Ἡλίῳ εἶναι αὐτόν, καὶ διὰ ταῦτα ἐς τιμὴν τὴν τοῦ ζῴου κεκλῆσθαι καὶ τὸν ἐνιαυτὸν λυκάβαντα εἰσὶν οἳ λέγουσι. χαίρειν δὲ αὐτῷ καὶ τὸν Ἀπόλλω λόγος, καὶ ἡ αἰτία διαρρέουσα καὶ ἐς ἐμὲ ἀφίκετο. τὸν γάρ τοι θεὸν τοῦτον τεχθῆναί φασι τῆς Λητοῦς μεταβαλούσης τὸ εἶδος ἐς λύκαιναν. ταύτῃ τοι λέγει καὶ Ὅμηρος λυκηγενέι κλυτοτόξῳ· ταύτῃ τοι καὶ ἐν Δελφοῖς ἀνακεῖσθαι λύκον πέπυσμαι χαλκοῦν τὴν τῆς Λητοῦς ὠδῖνα αἰνιττόμενον. οἳ δὲ οὐ διὰ τοῦτό φασιν ἀλλὰ ἐπεὶ κλαπέντα ἀναθήματα ἐκ τοῦ νεὼ καὶ κατορυχθέντα ὑπὸ τῶν ἱεροσύλων λύκος κατεμήνυσε. παρελθὼν γὰρ ἐς τὸν νεὼν καὶ τῶν προφητῶν τινα τῆς ἐσθῆτος τῆς ἱερᾶς ἑλκύσας τῷ στόματι καὶ προσαγαγὼν μέχρι τοῦ τόπου ἐν ᾧ τὰ ἀναθήματα ἐκέκρυπτο εἶτα τοῖς προσθίοις ὤρυττεν αὐτόν.

狼的颈部紧缩为短短的一截。因此它无法转动颈项,而总是直视前方;若它何时想要向后张望,便须转动整个身躯。它是动物中视力最为敏锐的,甚至在夜间、在没有月光之时,它也能看见。因此,夜晚中唯有它获得自然所赐光明而能视物的这个时刻,便被称为“狼光”(薄明)。在我看来,荷马所说的“狼明之夜”,亦是指狼睁眼行走的夜晚。人们说它为赫利俄斯所喜悦,甚至有人声称,由此连一年也是为了纪念此兽而被称为“吕卡巴斯”(lykabas)的。传说阿波罗亦喜爱它,而流传的缘由也传到了我耳中:人们说,乃是勒托将自身化为母狼之时生下了这位神明。因此荷马也称他为“狼所生之名弓手”;亦因此,我获悉在德尔斐献有一座青铜狼像,借以隐喻勒托的分娩之苦。但另有人称并非为此,而是因为有一只狼揭发了被渎神窃贼从神庙盗走并埋入地下的祭品。因为它步入神庙,用口衔住一位先知祭司的圣袍,将他领至藏匿祭品之处,随后便用前足挖掘该地。

§10.27

κώμη Αἰγυπτία Χουσαὶ τὸ ὄνομα ʽτελεῖ δὲ ἐς τὸν Ἑρμουπολίτην νομόν,2 καὶ μικρὰ μὲν δοκεῖ, χαρίεσσά γε μήνʼ, ἐν ταύτῃ σέβουσιν Ἀφροδίτην Οὐρανίαν αὐτὴν καλοῦντες. τιμῶσι δὲ καὶ θήλειαν βοῦν, καὶ τὴν αἰτίαν ἐκείνην λέγουσι. πεπιστεύκασιν αὐτὰς προσήκειν τῇδε τῇ δαίμονι· πτοίαν γὰρ ἐς ἀφροδίσια ἰσχυρὰν ἔχει βοῦς θῆλυς, καὶ ὀργᾷ τοῦ ἄρρενος μᾶλλον. ἀκούσασα γοῦν τοῦ μυκήματος ἐς τὴν μίξιν θερμότατα ἐξηνέμωται καὶ ἐκπέφλεκται. καὶ οἱ ταῦτά γε συνιδεῖν δεινοὶ καὶ ἀπὸ τριάκοντα σταδίων ἀκούειν ταύρου βοῦν ἐρωτικὸν σύνθημα καὶ ἀφροδίσιον μυκωμένου φασί. καὶ αὐτὴν δὲ τὴν Ἶσιν Αἰγύπτιοι βούκερων καὶ πλάττουσι καὶ γράφουσιν.

埃及有一个名为库赛的村落——它隶属于赫尔谟波利斯诺姆,虽看似微小,却甚是雅致——在此村中,人们崇奉阿佛洛狄忒,称她为乌剌尼亚。他们亦尊奉母牛,并给出了如下缘由:他们确信母牛与这位女神相通,因为母牛对情事怀有强烈的冲动,发情甚至甚于公牛。至少,只要听见低哞之声,它便极度热烈地激起交媾之欲且如火般燃烧。那些精于观察此类现象的人称,公牛发出求偶与发情的哞鸣作为暗号,母牛纵在三十斯塔迪昂之外亦能听闻。况且埃及人塑造和描绘伊西斯本身时,亦使其生有牛角。

§10.28

σάλπιγγος ἦχον βδελύττονται Βουσιρῖται καὶ Ἄβυδος ἡ Αἰγυπτία καὶ Λύκων πόλις, ἐπεί πως ἔοικεν ὄνῳ βρωμωμένῳ. ἀλλὰ καὶ ὅσοι περὶ τὴν θρησκείαν ἔχουσι τὴν τοῦ Σαράπιδος μισοῦσι τὸν ὄνον. τοῦτό τοι καὶ Ὦχος ὁ Πέρσης εἰδὼς ἀπέκτεινε μὲν τὸν Ἆπιν, ἐξεθέωσε δὲ τὸν ὄνον, ἐς τὰ ἔσχατα λυπῆσαι θέλων τοὺς Αἰγυπτίους. ἔδωκε δὲ ἄρα καὶ αὐτὸς δίκας τῷ ἱερῷ βοῒ οὐ μεμπτὰς οὐδὲ ἥττονας Καμβύσου3 τοῦ πρώτου τὴν θεοσυλίαν ταύτην τετολμηκότος. μισοῦσι δὲ οἱ αὐτοὶ θεραπευταὶ τοῦ Διὸς τοῦ προειρημένου καὶ τὸν ὄρυγα. τὸ δὲ αἴτιον, ἀποστραφεὶς πρὸς τὴν ἀντολὴν τὴν τοῦ ἡλίου τὰ περιττὰ τῆς ἑαυτοῦ τροφῆς ἐκθλίβει φασὶν Αἰγύπτιοι. λέγουσι δὲ οἱ Πυθαγόρειοι ὑπὲρ τοῦ ὄνου καὶ ἐκεῖνο, μόνον τοῦτον τῶν ζῴων μὴ γεγονέναι κατὰ ἁρμονίαν· ταύτῃ τοι καὶ πρὸς τὸν ἦχον τὸν τῆς λύρας εἶναι κωφότατον. ἤδη δὲ αὐτόν τινες καὶ τῷ Τυφῶνι προσφιλῆ γεγονέναι φασί. λέγουσι δὲ καὶ ἐκείνην αἰτίαν τῷ ὄνῳ προσάπτειν πρὸς τοῖς προειρημένοις. πᾶν τὸ γόνιμον τετίμηται, ἐναντίως δὲ ἄρα πρὸς ταῦτα πέφυκε τὸ ζῷον τοῦτο. δίδυμα γοῦν ὄνον τεκοῦσαν οὐ ῥᾳδίως μέμνηταί τις λόγος.

布西里斯人、埃及的阿拜多斯以及狼城(吕科波利斯)的人皆厌恶号角之声,因为这声音不知怎的竟酷似驴子的嘶鸣。不仅如此,凡参与萨拉皮斯崇拜的人都仇视驴子。波斯人俄库斯深知此情,为了将埃及人逼入极度的痛苦,便杀死了阿庇斯神牛,反而将驴子奉为神明。然而他本人亦向圣牛付出了无可指摘、且不亚于首位敢犯此渎神罪行的冈比西斯的惩罚。前述宙斯的这些侍奉者们亦仇视大羚羊。其缘由据埃及人说是:它背对着日出的方向排泄食物的残渣。毕达哥拉斯学派关于驴子亦谈及一事:在所有动物中,唯独它不是依和谐而生成的;因此它对里拉琴的声响亦全然无动于衷。更有人声称它早已成为堤丰所钟爱之物。除前述诸点外,人们还将如下原因归于驴子:凡具有繁殖力者皆受尊崇,而此兽的天性却恰恰相反;至少,世间未见有任何记载轻易提及驴子产下双胞胎之事。

语法注3 条
  1. 10.26ὃ δὲ ὁρᾷ

    阳性单数主格 ὃ(即 ὁ,作代词用时带重音)带有连词 δέ,在此用作指示代词,承接前分句的主语(狼)并重新引出主句主语。在让步性短语(καὶ νύκτωρ καὶ σελήνης οὐκ οὔσης)之后,它起到主节强意重申的作用:“但他却能看见”。

  2. 10.27τελεῖ δὲ ἐς τὸν Ἑρμουπολίτην νομόν

    动词 τελέω 与介词 εἰς(ἐς)连用的习语,意为“被编入……”、“隶属于……”,此处表示该村落在行政区划上属于赫尔谟波利斯诺姆管辖。

  3. 10.28οὐ μεμπτὰς οὐδὲ ἥττονας Καμβύσου

    修饰 δίκας(惩罚)。οὐ μεμπτάς 为弱陈法(litotes),字面意为“无可指责的”,即“十分沉重的”。Καμβύσου 为比较属格,构成了简略比较(comparatio compendiaria),简略表达了“不亚于冈比西斯(所受之罚)”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0545.tlg001.humanitext-grc2:10.26-10.28