← 克劳狄乌斯·埃利安

论动物的本性

§10.22-10.25

秃鹫信仰与埃及部族冲突及狗面人

文中记述了巴卡伊人、罗马人与埃及人对秃鹫的信仰,科普托斯哀悼妇人免受蝎螫的奇迹,登德拉人与科普托斯人围绕鳄鱼与猎鹰的习俗及冲突,以及荒漠之外狗面人的外貌与习性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§10.22

Βακκαῖοι ʽγένος δὲ τοῦτο Ἑσπέριονʼ τῶν ἀποθνησκόντων νόσῳ τοὺς νεκροὺς1 ὑβρίζοντες ὡς ἀνάνδρως καὶ μαλακῶς τεθνεώτων θάπτουσι πυρί, τοὺς δὲ ἐν πολέμῳ τὸν βίον καταστρέψαντας ὡς καλοὺς καὶ ἀγαθοὺς καὶ ἀρετῆς μετειληχότας γυψὶ προβάλλουσιν, ἱερὸν τὸ ζῷον εἶναι πεπιστευκότες. Ῥωμύλος δὲ ἄρα ἐν τῷ Παλλαντίῳ λόφῳ δώδεκα γυψὶν οἰωνισάμενος, ὡς ἀγαθῆς τῆς μαντείας ἔτυχε, μιμούμενος τῶν ὀρνίθων τὸν ἀριθμόν, τῶν Ῥωμαίων ἀρχόντων ἰσαρίθμους τοῖς τότε ὀφθεῖσιν ὄρνισι προπομπεύειν ῥάβδους ἐνομοθέτησεν. Αἰγύπτιοι δὲ Ἥρας μὲν ἱερὸν ὄρνιν εἶναι πεπιστεύκασι τὸν γῦπα, κοσμοῦσι δὲ τὴν τῆς Ἴσιδος κεφαλὴν γυπὸς πτεροῖς, καὶ τοῖς τῶν προπυλαίων ὀρόφοις ἐνετόρευσαν γυπῶν πτέρυγας. εἶπον δὲ καὶ ἀνωτέρω ὑπὲρ τοῦδε τοῦ ζῴου πολλά, ἕτερα μέντοι.

巴卡伊人——这是一个西方的部族——侮辱因疾病而死者的遗体,视其为无男子气概且怯弱而死,并将其火葬;然而对于在战争中结束生命的人,则视其为高尚、良善且具有美德之人,将其投喂给秃鹫,因为他们坚信这种动物是神圣的。罗慕路斯亦在帕拉蒂尼山丘上通过十二只秃鹫占卜,获得了吉利的征兆,于是仿照这些鸟雀的数目,立法规定罗马长官出巡时由与当时所见鸟雀数目相同的权标在前开道。埃及人则坚信秃鹫是献给赫拉的圣鸟;他们用秃鹫的羽毛装饰伊西斯的头部,并在门廊的天花板上雕刻秃鹫的双翼。我在前文中关于这种动物也谈论过许多,不过那是别的事情。

§10.23

ἐν τῇ Κοπτῷ τῇ Αἰγυπτίᾳ τὴν Ἶσιν σέβουσιν Αἰγύπτιοι ταῖς τε ἄλλαις ἱερουργίαις καὶ μέντοι καὶ τῇ παρὰ τῶν πενθουσῶν ἢ τοὺς ἄνδρας τοὺς σφετέρους ἢ τοὺς παῖδας ἢ τοὺς ἀδελφοὺς λατρείᾳ τε καὶ θεραπείᾳ. ὄντων δὲ σκορπίων ἐνταῦθα μεγέθει μὲν μεγίστων, πληγῇ δὲ ὀξυτάτων, πείρᾳ γε μὴν σφαλερωτάτων ʽπαίσαντες γὰρ ἀναιροῦσι παραχρῆμἀ, καὶ μηχανὰς μυρίας ἐς τὴν ἐξ αὐτῶν φυλακὴν μηχανωμένων τῶν Αἰγυπτίων, ἀλλὰ αἵ γε πενθοῦσαι παρὰ τῇ θεῷ καὶ χαμαὶ καθεύδουσαι καὶ ἀνυπόδητοι βαδίζουσαι καὶ μόνον οὐ πατοῦσαι τοὺς προειρημένους σκορπίους εἶτα μέντοι ἀπαθεῖς διαμένουσι. σέβουσι δὲ ἄρα οἱ αὐτοὶ Κοπτῖται καὶ θηλείας δορκάδας καὶ ἐκθεοῦσιν αὐτάς, τοὺς δὲ ἄρρενας καταθύουσιν. ἄθυρμα δὲ εἶναι τὰς θηλείας τῆς Ἴσιδός φασιν.

在埃及的科普托斯,埃及人通过其他各项祭仪崇敬伊西斯,尤其是通过那些哀悼自己的丈夫、儿子或兄弟的妇人们的服侍与奉拜。虽然那里的蝎子体型极大,螫刺极毒,依经验看极度危险——因为一刺便能立刻致人于死地——且埃及人设想了无数方法来防范它们,然而那些在女神身旁哀悼、卧地而眠、赤足而行、甚至险些踩踏前述蝎子的妇人们,在此后却始终安然无恙。这些科普托斯人同样崇拜雌性瞪羚并将其奉为神明,而将雄性作为牺牲宰杀。他们声称雌瞪羚是伊西斯的玩物。

§10.24

ὁ κροκόδειλος ʽκαὶ μέντοι καὶ ταῦτα πρὸς τοῖς ἤδη διηνυσμένοις ὑπὲρ τοῦ ζῴου ἀκήκοἀ φύσει δειλός ἐστι καὶ κακοήθης δὲ καὶ πανοῦργος δεινῶς· καὶ ἁρπάζει μὲν καὶ ἐπιβουλεύει μάλα ὀξέως, πέφρικε δὲ τοὺς κτύπους πάντας, δέδοικε δὲ καὶ ἀνθρώπου βιαιοτέραν βοήν, καὶ μέντοι καὶ τοὺς εὐθαρσέστερον ἐπιόντας ὀρρωδεῖ ἰσχυρῶς. οἱ τοίνυν καλούμενοι κατὰ τὴν Αἴγυπτον Τεντυρῖται ἴσασι καὶ ὅθεν εὐχείρωτόν ἐστι τὸ θηρίον· μάλιστα δʼ ἂν τρωθείη ἐς δέον ὀφθαλμοὺς βληθεὶς ἢ μασχάλας καὶ μέντοι καὶ τὴν νηδύν.2 τὰ νῶτα δὲ πέφυκε καὶ τὴν οὐρὰν ἄρρηκτος· λεπίσι τε γὰρ καὶ φολίσι πέφρακται καὶ ὡς ἂν εἴποι τις ὥπλισται, καὶ ἐοίκασιν ὀστράκοις καρτεροῖς ἢ κόγχαις. οἱ τοίνυν προειρημένοι οὕτως εἰσὶ φιλόπονοι πρὸς τὴν αὐτῶν θήραν, ὡς τὸν ἐκεῖθι ποταμὸν εἰρήνην ἄγειν αὐτῶν βαθυτάτην. ἐνταῦθά τοι καὶ θαρροῦντες νήχονται, καὶ ἀθύρουσιν ἐν τῇ νήξει. ἐν Ὀμβίταις δὲ ἢ Κοπτίταις ἢ Ἀρσενοΐταις οὐδʼ ἀπονίψασθαι πόδας ῥᾴδιον, οὐδὲ ἀρύσασθαι ὕδωρ εὔκολον· ἀλλʼ οὐδὲ ταῖς ὄχθαις τοῦ ποταμοῦ ἔστιν ἐμβαδίσαι ἐλευθέρως καὶ ἀφυλάκτως. σέβουσι δὲ οἱ Τεντυρῖται ἱέρακας. οὐκοῦν οἱ Κοπτὸν οἰκοῦντες ὡς κροκοδείλων πολεμίους λυπεῖν προῃρημένοι πολλάκις ἀνασταυροῦσιν ἱέρακας. εἰκάζουσι δὲ τὸν μὲν κροκόδειλον ἐκεῖνοι ὕδατι, ἔνθεν τοι καὶ σέβουσιν· οἳ δὲ τὸν ἱέρακα πυρί, ταύτῃ τοι καὶ προσκυνοῦσι· μαρτύριόν τε ἐπάγουσιν ἀπότομον αὐτῶν εἶναι λέγοντες πῦρ καὶ ὕδωρ ἀμιγές. ταῦτα οὖν τερατολογοῦντες Αἰγύπτιοί φασιν. Ὄασιν τὴν Αἰγυπτίαν διελθόντι3 ἀπαντᾷ ἑπτὰ ἡμερῶν ὅλων ἐρημία βαθυτάτη. μετὰ δὲ ταύτην Κυνοπρόσωποι νέμονται ἄνθρωποι κατὰ τὴν ὁδὸν τὴν ἐς Αἰθιοπίαν ἄγουσαν. ζῶσι δὲ ἄρα οὗτοι θηρῶντες δορκάδας τε καὶ βουβαλίδας, ἰδεῖν γε μὴν μέλανές εἰσι, κυνὸς δὲ ἔχουσι τὴν κεφαλὴν καὶ τοὺς ὀδόντας. ἐπεὶ δὲ ἐοίκασι τῷδε τῷ ζῴῳ, καὶ μάλα γε εἰκότως αὐτῶν ἐνταυθοῖ τὴν μνήμην ἐποιησάμην. φωνῆς δʼ οὖν ἀμοιροῦσι, τρίζουσι δὲ ὀξύ· κάτεισι δὲ ὑπὸ τὴν ὑπήνην αὐτοῖς γένειον, ὡς εἰκάσαι τοῖς τῶν δρακόντων αὐτό. αἱ δὲ χεῖρες αὐτῶν ὄνυξιν ἰσχυροῖς καὶ ὀξυτάτοις εἰσὶ τεθηγμέναι· τὸ δὲ πᾶν σῶμα δασεῖς πεφύκασι, κατὰ τοὺς κύνας καὶ τοῦτο. ὤκιστοι δέ εἰσι καὶ ἴσασι τὰ ἐν τοῖς τόποις δύσβατα. ἐντεῦθέν τοι καὶ δυσάλωτοι δοκοῦσιν.

鳄鱼——关于这种动物,在已经讲过的事情之外,我还听闻了以下内容——生性胆怯,却又居心险恶且极其狡诈:它捕食与设谋极为敏锐,却畏惧一切响动,害怕人类更为剧烈的呼喝,对那些更为勇猛发起进攻的人更是畏缩不前。因此,在埃及被称为登德拉人的人们知晓如何轻易制伏此兽:若击中其眼睛、腋下或腹部,便能最有效地造成伤害。然而其背部与尾部天生坚不可摧;因为那里覆有鳞甲与硬片,可以说全副武装,宛如坚硬的甲壳或贝壳。前述之人极其辛劳地捕猎它们,以致那里的河流免于它们〔的侵扰〕而享有极深的宁静。在那里人们满怀信心地游泳,并在游水时嬉戏。然而在翁玻斯人、科普托斯人或阿西诺埃人当中,甚至洗脚都非易事,汲水也不轻松;甚至都无法自由而毫无戒备地在河岸上行走。登德拉人崇敬猎鹰。因此,居住在科普托斯的人为了使鳄鱼的敌人痛苦,便常常钉死猎鹰。因为他们〔科普托斯人〕将鳄鱼比作水,故而崇拜之;而另一方〔登德拉人〕将猎鹰比作火,因此敬拜之;他们引以为证的是火与水绝对不相容,称其不可混合。埃及人便是如此讲述这些荒诞离奇之事的。 穿过埃及的绿洲之后,展现在眼前的是长达整整七天的极深荒漠。在此荒漠之后,狗面人居住在通往埃塞俄比亚的道路沿线。这些人以捕猎瞪羚和野牛为生;其外貌黝黑,拥有狗的头颅与牙齿。既然他们与此兽相似,我在此处提及他们也是极其顺理成章的。他们缺乏清晰的话语,只能发出尖锐的叫声;在其上唇下方生有胡须,以致人们可以将其比作蛇的胡须。他们的双手长有坚固而极锋利的锐爪;全身毛发浓密,这也与狗相似。他们身手极快,熟知当地的险阻之处。因此,他们显得极难被捕获。

语法注3 条
  1. 10.22τῶν ἀποθνησκόντων νόσῳ τοὺς νεκροὺς

    τῶν ἀποθνησκόντων 是表示所属或关联的属格,修饰其后的宾格名词 τοὺς νεκρούς(“因病而死者的尸体”)。分词 ὑβρίζοντες 的直接宾语是 τοὺς νεκρούς。

  2. 10.24μάλιστα δʼ ἂν τρωθείη ἐς δέον ὀφθαλμοὺς βληθεὶς ἢ μασχάλας καὶ μέντοι καὶ τὴν νηδύν

    ὀφθαλμούς、μασχάλας 与 τὴν νηδύν 是依附于被动分词 βληθείς 的关系宾格(限制宾格),意为“若在眼睛、腋下或腹部被击中”。介词短语 ἐς δέον 作副词用,意为“适当地、有效地”,修饰主句中表示潜能的希求法动词 τρωθείη ἄν。

  3. 10.25Ὄασιν τὴν Αἰγυπτίαν διελθόντι

    διελθόντι 是作参照与格或观察者与格(dativus referentis)的分词,确立了视点:“对于穿过埃及绿洲的人而言”。它与随后的动词 ἀπαντᾷ(“呈现在眼前、迎面而来”)相呼应。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0545.tlg001.humanitext-grc2:10.22-10.25