← 克劳狄乌斯·埃利安

论动物的本性

§10.17-10.21

大象登船公羊习性与埃及的鳄鱼信仰

本节记述了大象的思乡之情与登船之策、公羊依季节变换的睡姿、预告尼罗河汛期的圣鱼及红海利贝的习性,并详述了翁玻斯与阿波罗诺波利斯对鳄鱼截然相反的崇奉与仇杀态度以及与数字六十相关的传闻。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§10.17

ἀποσπώμενοι τῆς συνήθους γῆς οἱ ἐλέφαντες, καὶ ἐὰν ἡμερωθῶσι τὰ μὲν πρῶτα τοῖς δεσμοῖς καὶ τῷ λιμῷ, τὰ δὲ ἐπὶ τούτοις ταῖς τροφαῖς καὶ τῷ ποικίλῳ αὐτῶν, ὅμως τὸ φίλτρον τῆς θρεψαμένης χώρας οὐκ ἂν αὐτοῖς ποτε ἐξίτηλον γένοιτο. οἱ πλεῖστοι γοῦν ὑπὸ τῆς λύπης διαφθείρονται, ἤδη δέ τινες καὶ κλάοντες ἀστακτὶ καὶ ἀμέτροις τοῖς δακρύοις ἐπηρώθησαν τὴν ὄψιν. ἐσάγονται δὲ ἐς τὰς ναῦς διὰ γεφύρας, παρʼ ἑκάτερα αὐτῆς κλάδων τεθηλότων καὶ κομώντων πηγνυμένων καὶ ἄλλης ὕλης χλωρᾶς διασειομένης ἐς ἀπάτην τῶν θηρίων· εἰ γὰρ ταῦτα ὁρῷεν οἱ ἐλέφαντες, ἔτι καὶ τότε διὰ τῆς γῆς ἰέναι δοκοῦσιν,1 οὐδὲ ἐπιτρέπει ταῦτα ὁρᾶσθαι τὴν θάλατταν. βραχέα δέ ἐστι καὶ οὐκ ἀγχιβαθῆ τὰ πρὸ τῆς χώρας, ἐξ ἧς ἀνάγκη πλεῖν αὐτούς, καὶ αἱ ναῦς ἀφεστᾶσιν αἱ φορτίδες· καὶ διὰ ταῦτα τῆς γεφύρας δεῖ καὶ τῆς μηχανῆς τε καὶ ἐπιβουλῆς τῆς διὰ τῶν κλάδων καὶ τῆς ὕλης τῆς προειρημένης.

当大象脱离熟悉的故土时,即便起初通过羁绊与饥饿,继而通过食物及其种类的多样使其驯服,它们对抚育自己的乡土的爱恋也决不会磨灭。至少大多数象因悲伤而衰竭而死,更有甚者因泪如泉涌、无节制地哭泣而损毁了视力。它们通过桥梁被引上船只,桥的两侧插着繁茂多叶的树枝,并摇曳着其他青翠草木以欺骗这些猛兽;因为大象若看到这些,此时便仍以为自己行于陆地之上,而且这些屏障使海水不被看见。大象必须由之启航的土地前方水浅而不深,运货船只能停泊在远处;因此需要这座桥,以及通过前述树枝和草木所设的机巧与圈套。

§10.18

ἀκούω τὸν κριὸν τὸ ζῷον ἓξ μηνῶν χειμεριωτάτων κατὰ τῆς ἀριστερᾶς πλευρᾶς κεῖσθαι καὶ καθεύδειν, ὅταν αὐτὸν αἱρῇ καὶ περιλαμβάνῃ ὕπνος, ἀπὸ δὲ τῆς ἐαρινῆς ἰσημερίας ἔμπαλιν ἀναπαύεσθαι, καὶ κατὰ τῆς δεξιᾶς κεῖσθαι. οὐκοῦν καθʼ ἑκατέραν ἰσημερίαν τὴν κατάκλισιν ἀμείβει ὁ κριός.

我听闻公羊这种动物在最为寒冷的六个月里,当睡意袭来并笼罩它时,便向左侧卧而眠;但自春分起则反向休息,向右侧卧。因此公羊在每个分点都会变换其卧姿。

§10.19

τοὺς ἰχθῦς τοὺς φάγρους Συηνῖται μὲν ἱεροὺς νομίζουσιν, οἱ δὲ οἰκοῦντες τὴν καλουμένην Ἐλεφαντίνην τοὺς μαιώτας· φῦλον δὲ ἄρα καὶ τοῦτο ἰχθύων. ἡ δὲ ἐς ἑκάτερον τὸ γένος ἐξ ἀμφοτέρων τιμὴ τὴν γένεσιν εἴληφεν ἐντεῦθεν. ἀνιέναι τε καὶ ἀναπλεῖν τοῦ Νείλου μέλλοντος οἳ δὲ προθέουσί τε καὶ νήχονται, οἱονεὶ τοῦ νέου ὕδατος ἄγγελοι, καὶ τὰς τῶν Αἰγυπτίων ἀνηρτημένας γνώμας προευφραίνουσι καλαῖς ἐλπίσι, τὴν ἐπιδημίαν τοῦ ῥεύματος πρῶτοι συνιέντες καὶ θαυμαστῇ τινι φύσει προμαντευόμενοι ἐκεῖνοί γε. ἤδη δὲ καὶ τοῦτο ὑπὲρ τῆς ἐς αὐτοὺς τιμῆς φιλοῦσι προστιθέναι οἱ προειρημένοι, λέγοντες αὐτοὺς διαμένειν ἀλλήλων ἀγεύστους. γίνονται δὲ ἄρα ἐν τῇ Ἐρυθρᾷ θαλάττῃ κόγχαι καὶ ἕτεραι, οὐ λεῖαι τὰ ὄστρακα, ἀλλὰ ἔχουσαί τινας ἐντομὰς καὶ κοιλάδας. ὀξεῖαι δὲ αὗται τὰ χείλη εἰσί, καὶ συνιοῦσαι ἐς ἀλλήλας ἐμπίπτουσι, παραλλὰξ ἐντιθεῖσαι τὰς ἐξοχάς, ὡς δοκεῖν δύο πριόνων τοὺς κυνόδοντας ἐς ἀλλήλους συνέρχεσθαι. οὐκοῦν τῶν ἁλιέων ὅτου ἂν νηχομένου λάβωνται καὶ δάκωσιν ὅ τι οὖν μέρος, ἀποκόπτουσιν, εἰ καὶ ὀστοῦν ὑπείη τῷ μέρει τῷ δηχθέντι, καὶ κατὰ ἄρθρου μέντοι δακοῦσαι καὶ τοῦτο ἀπέκοψαν, καὶ εἰκότως· τομώτατον γάρ ἐστι τὸ δῆγμα.

塞奈人视名为法格罗斯的鱼为圣物,而居住在名为象岛之地的人们则视麦奥泰斯为圣物;这同样是一种鱼类。两地居民对这两种鱼的尊崇源自以下缘由:当尼罗河即将涨水上涌之时,它们游在前方,宛如新水的使者,以美好的希望预先抚慰埃及人悬挂不安的心,因为正是它们最先察知洪流的来临,并以某种神异的天性作出预告。此外,前述居民还常以此作为对它们崇敬的补充,称它们彼此之间始终不相噬食。在红海中还有另一种贝类,其甲壳并不平滑,而是具有某些槽口与凹陷。它们的边缘极其锐利,闭合时相互咬合,突起部分交错嵌入,宛如两把锯子的尖齿相互交错。因此,无论它们抓住哪位游水渔民、咬住其哪个部位,即便被咬部位皮下有骨头,也会将其切断;若是在关节处咬下,连关节也能切断,这也是理所当然的,因其咬噬极其锋利。

§10.21

τοὺς κροκοδείλους Αἰγυπτίων οἳ μὲν σέβουσιν, ὡς Ὀμβῖται· καὶ οἷα ἡμεῖς τοὺς θεοὺς τοὺς Ὀλυμπίους ἄγομεν θαυμαστούς, τοιαῦτα καὶ ἐκείνους ἐκεῖνοι. καὶ τῶν τέκνων γε αὐτοῖς ἐξαρπαζομένων πολλάκις οἳ δὲ ὑπερήδονται,2 καὶ αἵ γε μητέρες τῶν δειλαίων γάννυνται καὶ σεμναὶ περιίασιν, οἷα δήπου τεκοῦσαι θεῷ βορὰν καὶ δεῖπνον. Ἀπολλωνοπολῖται δὲ Τεντυριτῶν μοῖρα σαγηνεύουσι τοὺς κροκοδείλους, καὶ τῶν περσεῶν ʽφυτὰ δέ ἐστιν ἐπιχώριἀ ἐξαρτήσαντες μετεώρους μαστιγοῦσί τε πολλὰς καὶ τὰς ἐξ ἀνθρώπων ξαίνουσι κνυζωμένους καὶ δακρύοντας, εἶτα μέντοι κατακόπτουσιν αὐτοὺς καὶ σιτοῦνται. κύει δὲ ἄρα τὸ ζῷον τοῦτο ἐν ἑξήκοντα ἡμέραις, καὶ τίκτει ᾠὰ ἑξήκοντα, καὶ τοσαύταις ἡμέραις θάλπει αὐτά, σφονδύλους τε ἔχει ἐπὶ τῆς ῥάχεως τοσούτους, νεύροις τε αὐτὸν τοσούτοις φασὶ διεζῶσθαι, λοχεία τε αὐτῷ ἐς τοσοῦτον πρόεισιν ἀριθμόν, καὶ ἔτη βιοῖ ἑξήκοντα ʽλέγω δὲ ταῦτα Αἰγυπτίους φήμας τε καὶ πίστεισʼ, πάρεστι δὲ καὶ ὀδόντας ἑξήκοντα τοῦδε τοῦ ζῴου ἀριθμεῖν, φωλεῦον δὲ ἄρα καθʼ ἕκαστον ἔτος ἑξήκοντα ἡμερῶν ἀτρεμεῖ τε καὶ ἀτροφεῖ.3 τοῖς δὲ Ὀμβίταις καὶ συνήθεις εἰσί, καὶ μέντοι καὶ ὑπακούουσι καλούντων αὐτῶν οἱ τρεφόμενοι ἐν ταῖς λίμναις ταῖς ὑπʼ αὐτῶν πεποιημέναις. κομίζουσι δὲ ἄρα αὐτοῖς κεφαλὰς τῶν ζῴων τῶν θυομένων ʽαὐτοὶ γὰρ οὐκ ἂν γεύσαιντο τοῦδε τοῦ μέρουσʼ καὶ ἐμβάλλουσιν αὐτάς, οἳ δὲ περὶ ταύταις πηδῶσιν. οἵ γε μὴν Ἀπολλωνοπολῖται μισοῦσι κροκόδειλον, λέγοντες τὸν Τυφῶνα ὑποδῦναι τὴν τούτου μορφήν. οἳ δὲ οὐ ταύτην φασὶ τὴν αἰτίαν, Ψαμμύντου δὲ βασιλέως ἀγαθοῦ καὶ δικαίου ἐς τὰ ἔσχατα ἁρπάσαι θυγατέρα κροκόδειλον, εἶτα μέντοι μνήμῃ τοῦ τότε πάθους μισεῖν τὸ φῦλον αὐτῶν πᾶν καὶ τοὺς κάτω τοῦ χρόνου γεγενημένους.

在埃及人中,有人崇拜鳄鱼,如翁玻斯人;正如我们尊奉奥林匹斯诸神一般,他们亦如此敬奉鳄鱼。即便自己的孩子屡屡被鳄鱼叼走,他们也欣喜若狂,可怜孩童的母亲们甚至满心欢喜、神气活现地走动,仿佛自己为神明生育了食粮与筵席。然而属于登德拉人一部分的阿波罗诺波利斯人则用围网捕捞鳄鱼,将它们高悬在佩尔塞树上——这是当地的植物——用鞭子狠狠抽打,在它们呜咽流泪时施以人力所能及的痛打,随后将其斩碎食之。据说这种动物孕期为六十天,产卵六十枚,孵卵亦为六十天,脊椎上有同等数量的椎骨,据说由同等数量的筋腱相连,产卵期可达此数,寿命为六十年——我所叙述的乃是埃及人的传闻与信仰——人们亦可数出此兽具有六十颗牙齿,并且每年冬眠六十天,在此期间不移不动、不进饮食。对于翁玻斯人而言,鳄鱼甚至是熟识的伴侣,那些在他们所建水池中饲养的鳄鱼在被呼唤时甚至会顺从应召。人们将祭牲的头部带给它们——因为人们自己绝不会食用此部位——并扔入池中,鳄鱼便在其周围欢跃翻腾。然而阿波罗诺波利斯人憎恨鳄鱼,声称堤丰曾化为此兽的形态。但另有人称并非此因,而是因为一条鳄鱼曾叼走了极其善良正直的国王普萨姆特斯的女儿,随后的后世之人出于对当时苦难的记忆,便憎恨它们的整个族群。

语法注3 条
  1. 10.17εἰ γὰρ ταῦτα ὁρῷεν οἱ ἐλέφαντες, ἔτι καὶ τότε διὰ τῆς γῆς ἰέναι δοκοῦσιν

    此句为混合条件句,条件从句使用希求语气(ὁρῷεν),主句使用现在时直陈语气(δοκοῦσιν)。此处并非虚拟或潜在线索,而是生动地陈述动物在特定情境下的反复习惯与真实心理表现。

  2. 10.21τῶν τεκνοῖν γε αὐτοῖς ἐξαρπαζομένων πολλάκις οἳ δὲ ὑπερήδονται

    此结构由属格绝对分词短语(τῶν τέκνων... ἐξαρπαζομένων)以及表利害关系的与格代词(αὐτοῖς)构成,随后主句以复指代词(οἳ δὲ)重新承接前文的主语(翁玻斯人)。这种安排鲜明突显了父母承受骨肉丧失之痛与主句中变态喜悦之间的反差。

  3. 10.21φωλεῦον δὲ ἄρα καθʼ ἕκαστον ἔτος ἑξήκοντα ἡμερῶν ἀτρεμεῖ τε καὶ ἀτροφεῖ

    短语 ἑξήκοντα ἡμερῶν 为表示时间的属格(在特定时间段之内),意为“在六十天的时间里”。中性单数分词 φωλεῦον 修饰主语的行为状态,作并列主谓动词 ἀτρεμεῖ τε καὶ ἀτροφεῖ 的状语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0545.tlg001.humanitext-grc2:10.17-10.21