- 底本
- Aelian. Claudii Aeliani De Natura Animalium Libri xvii, Vol. 1. Hercher, Rudolf, editor. Leipzig: Teuber, 1864.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0545.tlg001.humanitext-grc2:10.14-10.16
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者探讨了被视为阿波罗之鸟的鹰之习性与神圣性、象征全雄特性的圣甲虫,以及埃及人与希腊人对因贪食而遭厌恶却在农耕中颇有用处的母猪之不同态度。
Αἰγύπτιοι τὸν ἱέρακα Ἀπόλλωνι τιμᾶν ἐοίκασι, καὶ τὸν μὲν θεὸν Ὧρον καλοῦσι τῇ φωνῇ τῇ σφετέρᾳ, τοὺς δὲ ὄρνιθας ἄγουσι θαυμαστούς, καὶ προσήκειν τῷ θεῷ τῷ προειρημένῳ φασὶν ὀρθῶς· οἱ γὰρ ἱέρακες ὀρνίθων μόνοι ταῖς ἀκτῖσι τοῦ ἡλίου ῥᾳδίως καὶ ἀβασανίστως ἀντιβλέποντες καὶ δυσωπούμενοι ἥκιστα πορείαν τε τὴν ἀνωτάτω ἴασι, καὶ αὐτοὺς ἡ θεία φλὸξ λυπεῖ οὐδὲ ἕν. καὶ ἀνάπαλιν μέντοι πέτεσθαι τὸν ἱέρακα οἱ ἰδόντες φασὶν ὡς ἐξ ὑπτίας νέοντα.1 ἔνθεν τοι καὶ πρὸς τὸν οὐρανὸν ὁρᾷ καὶ πρὸς τὸν πάντʼ ἐφορῶντα Ἥλιον μάλα ἐλευθέρως καὶ ἀτρέπτως ὁ αὐτός. ὄφεων δὲ καὶ δακέτων θηρίων ἐστὶν ἔχθιστος. οὐκ ἂν γοῦν αὐτὸν διαλάθοι οὔτε ὄφις οὔτε σκορπίος οὔτε μὴν πονηρᾶς ὕλης ἄλλο τι ἔκτοκον. ἀκροδρύων μὲν οὖν καὶ σπερμάτων ἄγευστος, σαρκῶν δὲ ἥδεται βορᾷ, καὶ πίνει αἷμα, καὶ τὰ νεόττια ἐκτρέφει τοῖς αὐτοῖς, καὶ ἐς λαγνείαν ἐστὶ δριμύτατος. τὸ δὲ αὐτοῦ τῆς κνήμης ὀστοῦν εἰ χρυσίῳ παρατεθείη, ἕλκει τε αὐτὸ καὶ ἴυγγι ἀπορρήτῳ τινὶ πρὸς ἑαυτὸ ἄγει καὶ ἕπεσθαι θέλγει, ὥσπερ οὖν ᾅδουσι τὸν Ἡρακλεώτην λίθον καταγοητεύειν πως τὸν σίδηρον. λέγουσι δὲ Αἰγύπτιοι καὶ ἐς πεντακόσια ἔτη βίου προήκειν τὸν ἱέρακα, καὶ οὔπω με πείθουσιν· ἃ δʼ οὖν ἀκούω, λέγω. ἔοικε δέ φασι καὶ Ὅμηρος ὅτι τῷ Διὸς καὶ Λητοῦς ἐστι φίλος ὑπαινίττεσθαί πως λέγων2 " βῆ δὲ κατʼ Ἰδαίων ὀρέων, ἵρηκι ἐοικὼς ὠκέι φασσοφόνῳ." ὁ κάνθαρος ἄθηλυ ζῷόν ἐστι, σπείρει δὲ ἐς τὴν σφαῖραν ἣν κυλίει· ὀκτὼ δὲ καὶ εἴκοσιν ἡμερῶν τοῦτο δράσας καὶ θάλψας αὐτήν, εἶτα μέντοι τῇ ἐπὶ ταύταις προάγει τὸν νεοττόν. Αἰγυπτίων δὲ οἱ μάχιμοι ἐπὶ τῶν δακτυλίων εἶχον ἐγγεγλυμμένον κάνθαρον, αἰνιττομένου τοῦ νομοθέτου, δεῖν ἄρρενας εἶναι πάντως πάντῃ τοὺς μαχομένους ὑπὲρ τῆς χώρας, ἐπεὶ καὶ ὁ κάνθαρος θηλείας φύσεως οὐ μετείληχεν.
埃及人似乎将鹰奉献给阿波罗以示敬重,他们用本国语言称这位神祇为荷鲁斯,并将这种鸟视为奇物,且理直气壮地宣称它们归属于上述神祇。因为在鸟类中,唯有鹰能轻松自如且毫无痛苦地直视太阳的光芒,最无畏缩地飞往最高处,而神圣的烈焰丝毫不曾伤害它们。此外,目击者称鹰甚至会倒飞,宛如仰泳之人一般。正是因此,它才能极为自由且坚定不移地仰望天空,仰望明察秋毫的太阳。它是蛇类和有毒蜇人生物的死敌;无论如何,毒蛇、蝎子或恶质林薮中产出的任何其他怪物,都逃不过它的眼睛。它绝不尝食果实与种子,却嗜好肉食,饮吮鲜血,并以此抚育雏鸟,而且极度好色。若将其胫骨置于黄金之旁,它便会吸引黄金,以某种神秘的魅力将其引向自身,并诱使其尾随而至,正如人们所传唱的赫拉克勒亚石以某种方式对铁施展魔力一样。埃及人还声称鹰的寿命可达五百年,但这尚未令我信服;不过,我听闻了什么,便叙述什么。人们说,荷马似乎也以此语暗示了它是宙斯与勒托之子的所爱:“他从伊达山峦急冲而下,犹如迅捷的扑鸽之鹰。” 蜣螂是一种没有雌性的生物,它将精气播于自己滚动的圆球之中;在持续二十八天行此事并将圆球孵暖之后,便在随后的一天中引出幼雏。埃及的武士在戒指上雕刻蜣螂,皆因立法者隐喻指出,为国作战之人必须在方方面面全然展现雄风,因为蜣螂亦未曾分沾分毫雌性本质。
ἡ ὗς καὶ τῶν ἰδίων τέκνων ὑπὸ τῆς λαιμαργίας ἀφειδῶς ἔχει, καὶ μέντοι καὶ ἀνθρώπου σώματι ἐντυχοῦσα οὐκ ἀπέχεται, ἀλλʼ ἐσθίει. ταύτῃ τοι καὶ ἐμίσησαν Αἰγύπτιοι τὸ ζῷον ὡς μυσαρὸν καὶ πάμβορον. φιλοῦσι δὲ οἱ φρόνιμοι καὶ τῶν ἀλόγων τὰ πραότερα καὶ φειδοῦς ἅμα καὶ εὐσεβείας μετειληχότα προτιμᾶν. Αἰγύπτιοι γοῦν τοὺς πελαργοὺς καὶ προσκυνοῦσιν, ἐπεὶ τοὺς πατέρας γηροκομοῦσιν καὶ ἄγουσι διὰ τιμῆς. οἱ αὐτοὶ δὲ Αἰγύπτιοι καὶ χηναλώπεκας καὶ ἔποπας τιμῶσιν, ἐπεὶ οἳ μὲν φιλότεκνοι αὐτῶν, οἳ δὲ πρὸς τοὺς γειναμένους εὐσεβεῖς. ἀκούω δὲ καὶ Μανέθωνα τὸν Αἰγύπτιον σοφίας ἐς ἄκρον ἐληλακότα ἄνδρα εἰπεῖν ὅτι γάλακτος ὑείου ὁ γευσάμενος ἀλφῶν ὑποπίμπλαται καὶ λέπρας· μισοῦσι δὲ ἄρα οἱ Ἀσιανοὶ πάντες τάδε τὰ πάθη. πεπιστεύκασι δὲ Αἰγύπτιοι τὴν ὗν καὶ ἡλίῳ καὶ σελήνῃ ἐχθίστην εἶναι. ὅταν οὖν πανηγυρίζωσι τῇ σελήνῃ, θύουσιν αὐτῇ ἅπαξ τοῦ ἔτους ὗς, ἄλλοτε δὲ οὔτε ἐκείνῃ οὔτε ἄλλῳ τῳ τῶν θεῶν τόδε τὸ ζῷον ἐθέλουσι θύειν. Ἀθηναῖοι δὲ ἐν τοῖς μυστηρίοις καταθύουσι τὰς ὗς καὶ μάλα δικαίως· λυμαίνονται γὰρ τὰ λήια, καὶ ἐσπηδήσασαι πολλάκις τοὺς μὲν νέους τῶν ἀσταχύων καὶ οὐδέπω ὡραίους κατακλῶσι, τοὺς δὲ ἐξορύττουσιν. Εὔδοξος δέ φησι φειδομένους τοὺς Αἰγυπτίους τῶν ὑῶν μὴ θύειν αὐτάς,3 ἐπεὶ τοῦ σίτου σπαρέντος ἐπάγουσι τὰς ἀγέλας αὐτῶν. αἳ δὲ πατοῦσι καὶ ἐς ὑγρὰν τὴν γῆν ὠθοῦσιν, ἵνα μείνῃ ἔμβιος καὶ μὴ ὑπὸ τῶν ὀρνίθων ἀναλωθῇ.
母猪因其贪食,对自己的骨肉亦毫不留情,甚至遇着人的尸体亦不退避,反而将其啖食。因此之故,埃及人憎恶此兽,视其为污秽且饕餮之物。然而明智之人更喜偏爱非理性生灵中性情温顺、兼具爱抚与孝敬天性之类。至少埃及人极为崇敬白鹳,因为它们会奉养衰老的双亲,尊奉有加。同样的埃及人亦敬奉狐雁与戴胜,因为前者深爱幼雏,后者对生身父母恪尽孝道。我亦听闻埃及人曼涅托——一位攀至智慧顶峰的人物——曾说,凡尝过母猪之乳者,体内必布满白斑与麻风;而所有亚洲人皆深恶这些病痛。埃及人深信母猪对日月而言乃是最可憎之物。因此,当他们为月亮举行庆典时,每年仅向其献祭母猪一次,而在其余时候,无论是对月亮还是对其他神明,他们皆不愿牺牲此兽。雅典人则在秘仪中宰杀母猪作为牺牲,且完全合乎情理;因为母猪践踏庄稼,屡屡闯入田中,折断未熟的嫩穗,或将其连根掘起。然而欧多克索斯却说,埃及人不宰杀母猪是因其珍惜它们,因为在播种谷物之后,他们便赶入母猪群;母猪踩踏并将种子压入湿润的泥土中,以使种子保持生机,免遭鸟雀啄食殆尽。
- 10.14ὡς ἐξ ὑπτίας νέοντα
短语 ἐξ ὑπτίας 是省略了姿势名词(如 στάσεως)的习用副词短语,意为“仰面朝天”、“仰卧着”。νέοντα 是动词 νέω(游泳)的现在分词阳性单数宾格,与不定式 πέτεσθαι 的逻辑主语 τὸν ἱέρακα 一致,构成“宛如仰泳之人一般(倒飞)”的比喻。
- 10.14ἔοικε δέ φασι καὶ Ὅμηρος ὅτι τῷ Διὸς καὶ Λητοῦς ἐστι φίλος ὑπαινίττεσθαί πως λέγων
全句的核心骨架是人称结构 ἔοικε ... Ὅμηρος ... ὑπαινίττεσθαι(“荷马似乎也暗示道”),其中插入了插说动词 φασί。由 ὅτι 引导的从句(ὅτι τῷ Διὸς καὶ Λητοῦς ἐστι φίλος)作不定式 ὑπαινίττεσθαι 的宾语分句,分词 λέγων 与主语 Ὅμηρος 一致,并引出后文的诗歌引文。
- 10.16φειδομένους τοὺς Αἰγυπτίους τῶν ὑῶν μὴ θύειν αὐτάς
这是由 φησί 统辖的“宾格加不定式”结构(A.c.I.)。不定式 μὴ θύειν(不宰杀作牺牲)的逻辑主语是宾格 τοὺς Αἰγυπτίους,直接宾语是 αὐτάς。分词 φειδομένους(支配属格 τῶν ὑῶν)修饰 τοὺς Αἰγυπτίους,充当原因状语(“因为怜惜/重视母猪”)。
