- 底本
- Aelian. Claudii Aeliani De Natura Animalium Libri xvii, Vol. 1. Hercher, Rudolf, editor. Leipzig: Teuber, 1864.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0545.tlg001.humanitext-grc2:1.55-1.57
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本段记述了三种鲨鱼(尤其是两种小型鲨鱼)的特征及捕捞法、海魟毒刺的致命威力与珀利翁神矛的典故,以及角蝰的特性、对其免疫的普绪罗伊人及其检验血统的传说。
κυνῶν θαλαττίων τρία γένη. καὶ οἳ μὲν αὐτῶν εἰσι μεγέθει μέγιστοι, καὶ κητῶν ἐν τοῖς ἀλκιμωτάτοις ἀριθμοῖντο ἄν· γένη δὲ δύο τὰ λοιπά, πηλαῖοι μὲν τὴν φύσιν, προήκουσι δὲ ἐς πῆχυν τὸ μέγεθος. καὶ τούτων οἱ μὲν κατεστιγμένοι καλοῖντο ἂν γαλεοί, κεντρίνας δὲ ὀνομάζων τοὺς λοιποὺς οὐκ ἂν διαμαρτάνοις. οἱ μὲν οὖν ποικίλοι καὶ τὴν δοράν εἰσι μαλακώτεροι καὶ τὴν κεφαλὴν πλατύτεροι· οἱ δὲ ἕτεροι σκληροὶ τὴν δορὰν ὄντες τὴν κεφαλὴν δὲ ἀνήκουσαν ἐς ὀξὺ ἔχοντες τὴν χρόαν ἐς τὸ λευκὸν ἀποκρίνονται. κέντρα δὲ ἄρα αὐτοῖς συμπέφυκε τὸ μὲν κατὰ τὴν λοφιάν, ὡς ἂν εἴποις, τὸ δὲ κατὰ τὴν οὐράν· σκληρὰ δὲ ἄρα τὰ κέντρα καὶ ἀπειθῆ ἐστι, καὶ ἰοῦ τι προσβάλλει. ἁλίσκεται δὲ τῶν κυνῶν τῶν σμικρῶν τῶνδε ἑκάτερον τὸ φῦλον ἐκ τῆς ἰλύος καὶ τοῦ πηλοῦ, καὶ ἡ ἄγρα, εἰπεῖν αὐτὴν οὐ χεῖρόν ἐστι. δέλεαρ αὐτῶν καθιᾶσιν ἰχθὺν λευκὸν ἐκτετμημένον τὴν ῥάχιν. ὅταν τοίνυν εἷς ἁλῷ καὶ τῷ ἀγκίστρῳ περιπέσῃ, πάντες οἱ θεασάμενοι ἐμπηδῶσιν αὐτῷ καὶ κάτωθεν ἑλκομένῳ ἕπονται καὶ μέχρι τῆς νεὼς οὐκ ἀναστελλόμενοι, ὡς εἰκάσαι ζηλοτυπίᾳ δρᾶν ταῦτα αὐτούς, οἷα ἐκείνου τι τῶν ἐς τροφὴν ἑαυτῷ μόνῳ ποθὲν ἀποσυλήσαντος· καὶ ἐς τὴν ναῦν γε αὐτὴν ἐσεπήδησάν τινες πολλάκις, καὶ ἑκόντες ἑάλωσαν.
鲨鱼有三种。其中一种体形最为庞大,可算作海中巨兽中最凶猛者之一;其余两种生性栖于泥中,体长达一肘左右。在这些之中,生有斑点的可称作斑鲨,若将剩余者命名为角鲨,亦不会有误。斑驳者皮肤较软,头部较宽;另一类则皮肤坚硬,头部尖突,体色偏白。它们身上生有尖棘,一处可谓生于背脊,另一处生于尾部;这些尖棘坚硬不弯,且附带些许毒素。这两种小型鲨鱼皆捕自淤泥与软泥之中,其捕捞之法值得一述。人们将剖去鱼脊的白鱼作为钓饵沉下。每当有一条上钩并落入鱼钩时,凡目睹者皆扑上前去,紧随这被从深处拖曳之鱼,直至船边亦不退却,以致令人推测它们系出于嫉妒而为,仿佛那条〔鲨鱼〕独自掠走了某处食物一般;甚至有些鲨鱼屡屡径直跃入船内,甘愿被擒。
τῆς τρυγόνος τῆς θαλαττίας τὸ κέντρον ἐστὶν ἀπρόσμαχον. ἐκέντησε γὰρ καὶ ἀπέκτεινε1 παραχρῆμα, καὶ πεφρίκασιν αὐτῆς τόδε τὸ ὅπλον καὶ οἱ τῶν ἁλιέων δεινοὶ τὰ θαλάττια· οὔτε γὰρ ἄλλος ἰάσεται τὸ τραῦμα οὔτε ἡ τρώσασα· μόνῃ γάρ, ὡς τὸ εἰκός, τῇ Πηλιώτιδι μελίῃ τοῦτο ἐδέδοτο.2
海魟的毒刺无可抵挡。它一经刺中便立时致命,即便精通海事的渔民亦对此武器战栗不已;盖因既无他人能治愈此伤,伤人者亦不能治。因为伤而能愈之能,理所当然唯独赋予了珀利翁山的白蜡木长矛。
λεπτὸν θηρίον ὁ κεράστης. ἔστι δὲ ὄφις, καὶ ὑπὲρ τοῦ μετώπου κέρατα ἔχει δύο, καὶ ἔοικε τοῖς τοῦ κοχλίου τὰ κέρατα, οὐ μήν ἐστιν ὡς ἐκείνων ἁπαλά. οὐκοῦν τοῖς μὲν ἄλλοις τῶν Λιβύων εἰσὶ πολέμιοι· ἔστι δὲ αὐτοῖς πρὸς τοὺς καλουμένους Ψύλλους ἔνσπονδα, οἵπερ οὖν οὔτε αὐτοὶ δακόντων ἐπαΐουσι,3 καὶ τοὺς τῷ τοιούτῳ κακῷ περιπεσόντας ἰῶνται ῥᾷστα. καὶ ὁ τρόπος, ἐὰν πρὶν ἢ πρησθῆναι τὸ πᾶν σῶμα ἀφίκηταί τις τῶν ἐκεῖθεν κλητὸς ἢ κατὰ τύχην, εἶτα τὸ μὲν στόμα ὕδατι ἐκκλύσηται, ἀπονίψῃ δὲ τὰς χεῖρας ἑτέρῳ, καὶ πιεῖν τῷ δηχθέντι δῷ ἑκάτερον, ἀνερρώσθη τε ἐκεῖνος καὶ κακοῦ παντὸς ἐξάντης τὸ ἐντεῦθέν ἐστι. διαρρεῖ δὲ καὶ λόγος Λιβυκὸς ὁ λέγων, Ψύλλον ἄνδρα τὴν ἑαυτοῦ γαμετὴν ὑφορᾶσθαι καὶ μισεῖν ὡς μεμοιχευμένην καὶ μέντοι καὶ τὸ ἐξ αὐτῆς βρέφος ὑποπτεύειν ὡς νόθον τε καὶ τῷ σφετέρῳ γένει κίβδηλον. πεῖραν οὖν καθεῖναι καὶ μάλα ἐλεγκτικήν φασιν αὐτόν. λάρνακα πληρώσας κεραστῶν ἐμβάλλει τὸ βρέφος, οἱονεὶ πυρὶ τὸν χρυσὸν τεχνίτης τὸ παιδίον ἐξελέγχων ἐκεῖνος τῇ ἀποθέσει. καὶ οἳ μὲν παραχρῆμα ἐπανίσταντο καὶ ἠγρίαινον καὶ τὴν συμφυῆ κακίαν ἠπείλουν· ἐπεὶ δὲ τὸ παιδίον αὐτῶν προσέψαυσεν, οἳ δὲ ἐμαράνθησαν, καὶ ἐντεῦθεν ὁ Λίβυς ἔγνω οὐ νόθου ἀλλὰ γόνου γνησίου πατὴρ ὤν.4 λέγονται δὲ καὶ τῶν ἑτέρων δακέτων καὶ φαλαγγίων δὲ ἀντίπαλοι τόδε τὸ γένος εἶναι. καὶ ταῦτά γε εἰ τερατεύονται Λίβυες, οὐκ ἐμέ, ἀλλʼ αὑτοὺς ἀπατῶντες ἴστωσαν.
角蝰乃是一种细长的毒兽。它是一条蛇,额上生有双角,角形酷似蜗牛之角,但绝不如蜗牛那般柔软。它们对其他利比亚人而言是仇敌,却与所谓的普绪罗伊人缔结了和约。后者被咬亦不受其害,且能极其轻易地医治遭受此类灾祸之人。其法如下:在全身肿胀之前,若有该族之人受召或偶至,以水漱口,另以水洗手,并将此二水皆予被咬者饮下,伤者便能恢复体力,自此免除一切祸患。又流传着一则利比亚故事,称有一普绪罗伊男子怀疑并憎恨其妻通奸,进而疑其所生之婴孩为私生子且玷污本族血脉。据说他遂设下一极严苛之考验。他将一木箱装满角蝰,把婴儿投入其中,犹如工匠以火炼金一般,借由这般弃置来查验幼童。毒蛇随即昂首发狂,显露出与生俱来的凶毒;然而当婴孩触及它们时,它们便萎靡顺服。由此,该利比亚男子方知自己并非私生子之父,而是合法子嗣之父。据说该族亦能克制其他毒兽与毒蛛。利比亚人若在此类事上故弄玄虚,当知他们所欺者并非是我,而是他们自身。
- 1.56ἐκέντησε γὰρ καὶ ἀπέκτεινε
此处不定过去时动词(ἐκέντησε 与 ἀπέκτεινε)并非叙述个别历史事件,而是用作格言式不定过去时(gnomic aorist),用以表达自然法则与习性的一般真理(“一经刺中便立时致死”)。
- 1.56τῇ Πηλιώτιδι μελίῃ τοῦτο ἐδέδοτο
此处典引阿喀琉斯取材自珀利翁山的白蜡木神矛(在忒勒福斯神话中,此矛能伤人亦能以铁锈愈伤)。与格τῇ Πηλιώτιδι μελίῃ作被动动词ἐδέδοτο的承受者与格,中性代词τοῦτο承接上文,指代“既能伤人又能治愈自身所造伤痛之能”。
- 1.57οὔτε αὐτοὶ δακόντων ἐπαΐουσι
δακόντων既可视为省略逻辑主语(蛇类)的属格独立结构(δακόντων [αὐτῶν],“当蛇咬噬时”),亦可解作动词ἐπαΐουσι(意为“倾听、理睬、受损”)所直接支配的宾语性属格。二者在文意上均表明普绪罗伊人自身被毒蛇咬噬亦不受其害。
- 1.57οὐ νόθου ἀλλὰ γόνου γνησίου πατὴρ ὤν
认知动词ἔγνω带有补充主格分词πατὴρ ὤν,其性数格与主语ὁ Λίβυς一致,构成“他发觉/认识到自己并非私生子之父,而是正统子嗣之父”的结构。νόθου与后文γόνου γνησίου形成并列对比。
