- 底本
- Aelian. Claudii Aeliani De Natura Animalium Libri xvii, Vol. 1. Hercher, Rudolf, editor. Leipzig: Teuber, 1864.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0545.tlg001.humanitext-grc2:1.47-1.54
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
记述乌鸦夏日受渴的传说与预兆能力、食蜂鸟的反向飞行、海鳝与蝰蛇的交配、人尸脊髓生蛇之说、燕子的亲人性、山羊以耳呼吸的特征,以及蛇毒与女巫剧毒的对比。
φρύγεται διὰ τοῦ θέρους ὁ κόραξ τῷ δίψει κολαζόμενος, καὶ βοᾷ τὴν τιμωρίαν μαρτυρόμενος, ὥς φασι. καὶ τὴν αἰτίαν λέγουσιν ἐκείνην. ὁ Ἀπόλλων αὐτὸν θεράποντα ὄντα ὑδρευσόμενον ἀποπέμπει· ὃ δὲ ἐντυγχάνει ληίῳ βαθεῖ μέν, ἔτι δὲ χλωρῷ, καὶ μένει ἔστʼ ἂν αὖον γένηται, τῶν πυρῶν παραχναῦσαι βουλόμενος, καὶ τοῦ προστάγματος ὠλιγώρησε. καὶ ὑπὲρ τούτων ἐν τῇ μάλιστα αὐχμηροτάτῃ ὥρᾳ διψῶν δίκας ἐκτίνει. τοῦτο ἔοικε μύθῳ μέν, εἰρήσθω δʼ οὖν τῇ τοῦ θεοῦ αἰδοῖ.
乌鸦在夏季因受干渴之罚而被灼炙,正如人们所言,它哀啼着见证自身的惩戒。人们叙述其缘由如下:阿波罗曾派遣身为仆从的乌鸦去取水;但它遇上一片丰茂却尚且青绿的麦田,因企图啄食麦粒,便停留在彼处直至麦穗成熟变干,从而玩忽了指令。为此,它便在最为干旱的时节遭受渴楚以偿付罪责。此说虽似神话,但出于对神明的敬畏,姑且述之。
ὁ κόραξ, ὄρνιν αὐτόν φασιν ἱερόν, καὶ Ἀπόλλωνος ἀκόλουθον εἶναι λέγουσι. ταῦτά τοι καὶ μαντικοῖς συμβόλοις ἀγαθὸν ὁμολογοῦσι τὸν αὐτόν, καὶ ὀττεύονταί γε πρὸς τὴν ἐκείνου βοὴν οἱ συνιέντες ὀρνίθων καὶ ἕδρας καὶ κλαγγὰς καὶ πτήσεις αὐτῶν ἢ κατὰ λαιὰν χεῖρα ἢ κατὰ δεξιάν. Προσακούω δὲ καὶ ᾠὰ κόρακος μελαίνειν τρίχας. καὶ χρὴ τὸν δολοῦντα τὴν ἑαυτοῦ κόμην ἔλαιον ἐν τῷ στόματι ἔχειν συμμύσαντα· εἰ δὲ μή, καὶ οἱ ὀδόντες αὐτῷ σὺν τῇ τριχὶ μελαίνονται δυσέκπλυτοί τε καὶ δυσέκνιπτοι.
乌鸦,人们称之为神圣之鸟,并言其为阿波罗之随从。正是因此,众人皆公认此鸟利于占卜征兆;凡懂得鸟类栖止、啼鸣以及左右翼飞翔方位之人,皆凭其叫声以定吉凶。我又听闻,乌鸦之卵能染黑毛发。凡欲染黑自身头发者,须闭唇而在口中含油;若非如此,其牙齿亦将随发丝一同染黑,极难洗除与涤净。
ὁ μέροψ τὸ ὄρνεον ἔμπαλίν φασι τοῖς ἄλλοις ἅπασι πέτεται· τὰ μὲν γὰρ ἐς τοὔμπροσθεν ἵεται καὶ κατʼ ὀφθαλμούς, ὃ δὲ ἐς τοὐπίσω. καὶ ἔπεισί μοι θαυμάζειν τὴν φύσιν τῆς ἐπισήμου καὶ παραδόξου καὶ ἀήθους φορᾶς, ἣν ἐκεῖνο ἄττει τὸ ζῷον.
据说,食蜂鸟这种禽类与其他一切鸟类的飞行方向相反:盖因其他鸟类皆向前方迎目而飞,此鸟却向后倒飞。此动物展翅疾飞时那种显著、奇异而罕见的运动特性,委实令我心生惊叹。
ἡ μύραινα ὅταν ὁρμῆς ἀφροδισίου ὑποπλησθῇ, πρόεισιν ἐς τὴν γῆν, καὶ ὁμιλίαν ποθεῖ νυμφίου καὶ μάλα πονηροῦ· πάρεισι γὰρ εἰς ἔχεως φωλεόν, καὶ ἄμφω συμπλέκονται. ἤδη δέ φασι καὶ ὁ ἔχις οἰστρήσας καὶ ἐκεῖνος ἐς μίξιν ἀφικνεῖται πρὸς τὴν θάλατταν, καὶ οἷον εἰ κωμαστὴς σὺν τῷ αὐλῷ θυροκοπεῖ, οὕτω τοι καὶ ἐκεῖνος συρίσας τὴν ἐρωμένην παρακαλεῖ, καὶ αὐτὴ πρόεισι, τῆς φύσεως τὰ ἀλλήλων διῳκισμένα συναγούσης ἐς ἐπιθυμίαν τὴν ὁμοίαν καὶ κοῖτον τὸν αὐτόν.
当海鳝充溢着交合的欲望时,便游向陆地,渴望与一位极其险恶的新郎结合;盖因它钻入蝰蛇的巢穴,二者相互缠绕。据说此时蝰蛇亦欲火中烧,来到海边交媾;犹如狂欢者伴着管乐敲响门扉一般,它亦嘶鸣着呼唤心上人,后者随即现身,自然之力将原本居所悬殊的二者聚合于同等的渴望与相同的床榻。
ῥάχις ἀνθρώπου νεκροῦ φασιν ὑποσηπόμενον τὸν μυελὸν ἤδη τρέπει ἐς ὄφιν· καὶ ἐκπίπτει τὸ θηρίον, καὶ ἕρπει τὸ ἀγριώτατον ἐκ τοῦ ἡμερωτάτου· καὶ τῶν μὲν καλῶν καὶ ἀγαθῶν τὰ λείψανα ἀναπαύεται, καὶ ἔχει ἆθλον ἡσυχίαν, ὥσπερ οὖν καὶ ἡ ψυχὴ τῶν τοιούτων τὰ ᾀδόμενά τε καὶ ὑμνούμενα ἐκ τῶν σοφῶν· πονηρῶν δὲ ἀνθρώπων ῥάχεις τοιαῦτα τίκτουσι καὶ μετὰ τὸν βίον. ἢ τοίνυν τὸ πᾶν μῦθός ἐστιν, ἤ, εἰ ταῦτʼ ἀψευδῶς πεπίστευται, πονηροῦ νεκρός, ὡς κρίνειν ἐμέ, ὄφεως γενέσθαι πατὴρ τοῦ τρόπου μισθὸν ἠνέγκατο.1
人们说,死人的脊柱能将其渐趋腐烂的骨髓直接转化为蛇;于是猛兽脱颖而出,最凶残者从最温良者体内爬出。善美之人的遗骸安歇并以平静作为奖赏,恰如此类人物之灵魂亦〔享有〕贤者所歌咏赞美之物;然而恶人的脊椎即便在死后亦产出此类怪物。因此,此事若非纯属虚构,便是——若此等说法确切无疑——依我之见,恶人之尸乃是承受了成为毒蛇之父以作为其行径的报应。
χελιδὼν δὲ ἄρα τῆς ὥρας τῆς ἀρίστης ὑποσημαίνει τὴν ἐπιδημίαν. καὶ ἔστι φιλάνθρωπος, καὶ χαίρει τῷδε τῷ ζῴῳ ὁμωρόφιος οὖσα, καὶ ἄκλητος ἀφικνεῖται, καὶ ὅτε οἱ φίλον καὶ ἔχει καλῶς, ἀπαλλάττεται. καὶ οἵ γε ἄνθρωποι ὑποδέχονται αὐτὴν κατὰ τὸν τῆς Ὁμηρικῆς ξενίας θεσμόν, ὃς κελεύει καὶ φιλεῖν τὸν παρόντα καὶ ἰέναι βουλόμενον ἀποπέμπειν.
燕子昭示着最美好时节的来临。它热爱人类,乐于与这一造物同处一室,不请自来,并在适宜且称心之际离去。人们亦依照荷马关于款待宾客的律条迎接它,该律条训诫:客在则当亲近,客欲去则当送行。
ἔχει τι πλεονέκτημα ἡ αἲξ τὴν τοῦ πνεύματος εἰσροήν,2 ὡς οἱ νομευτικοὶ λόγοι φασίν. ἀναπνεῖ γὰρ καὶ διὰ τῶν ὤτων καὶ διὰ τῶν μυκτήρων, καὶ αἰσθητικώτατον τῶν διχήλων ἐστί. καὶ τὴν μὲν αἰτίαν εἰπεῖν οὐκ οἶδα, ὃ δὲ οἶδα τοῦτο εἶπον. εἰ δὲ ποίημα Προμηθέως καὶ αἴξ, τί βουλόμενος τοῦτο εἰργάσατο, εἰδέναι καταλιμπάνω αὐτόν.
如牧人之说所言,山羊在气息的吸入上具有某种优势。盖因它既通过双耳呼吸,亦通过鼻孔呼吸,乃是分蹄动物中感知最敏锐者。其缘由我不知如何说明,然凡我所知者已尽述之。若山羊亦为普罗米修斯所造,他究竟出于何种意图造就此事,便任由他自身去通晓吧。
καὶ ἔχεως δῆγμα καὶ ὄφεως ἄλλου φασὶν ἀντιπάλων μὴ διαμαρτάνειν φαρμάκων. καὶ τὰ μὲν αὐτῶν ἀκούω πώματα εἶναι, τὰ δὲ χρίματα· καὶ ἐπαοιδαὶ δὲ ἐπράυναν τὸν ἐγχρισθέντα ἰόν. ἀσπίδος δὲ ἀκούω μόνης δῆγμα ἀνίατον εἶναι καὶ ἐπικουρίας κρεῖττον. καὶ μισεῖν ἄξιον τὸ ζῷον τῆς εὐκληρίας τῆς ἐς τὸ κακόν. ἀλλὰ καὶ τούτου θηρίον μιαρώτερον καὶ ἀφυλακτότερον γυνὴ φαρμακίς, οἵαν ἀκούομεν καὶ τὴν Μήδειαν καὶ τὴν Κίρκην· τὰ μὲν γὰρ τῶν ἀσπίδων φάρμακα δήγματος ἔργα ἐστί,3 τὰ δὲ ἐκείνων ἀναιρεῖ καὶ ἐκ μόνης τῆς ἁφῆς, φασίν.
据说,蝰蛇及其他蛇类的咬伤绝不缺少对症之药。我听闻其中既有饮剂亦有敷剂;咒语亦能平息渗入体内的毒液。但我听闻唯有眼镜蛇的咬伤无可救药,非人力所能挽救。此物因其肆虐之便而当受憎恶。然而比之更为污秽且更防不胜防的毒兽乃是女巫,正如我们所闻的梅狄亚与喀耳刻;盖因眼镜蛇之药尚需咬噬方能见效,而彼等妇人之药据说仅凭触碰便能致人死地。
- 1.51ὄφεως γενέσθαι πατὴρ τοῦ τρόπου μισθὸν ἠνέγκατο
不定式 γενέσθαι 的逻辑主语与主句主语 πονηροῦ νεκρός(恶人之尸)一致,因而其表语 πατήρ 采用主格(主格表语)。整句中不定式短语作 ἠνέγκατο 的宾语,而 τοῦ τρόπου μισθόν 则作同位述语宾格('作为其行为的代价/报应')。
- 1.53ἔχει τι πλεονέκτημα ἡ αἲξ τὴν τοῦ πνεύματος εἰσροήν
双宾格(二重对格)结构。动词 ἔχει 带有直接宾语 τι πλεονέκτημα(某种优势),而 τὴν τοῦ πνεύματος εἰσροήν(气息的吸入)则作为限定宾格(关系宾格或同位语)具体说明该优势所在的方面。
- 1.54τὰ μὲν γὰρ τῶν ἀσπίδων φάρμακα δήγματος ἔργα ἐστί
虽然 φάρμακον 通常指'药物',但在本处承接上文的 ἰός(毒液),指'毒液/毒物',并与后文女巫的毒药形成对比。表语短语 δήγματος ἔργα 意为'咬伤的作用/产物',即必须通过咬噬方能发挥效力。
