← 克劳狄乌斯·埃利安

论动物的本性

§1.41-1.46

鱼类与鸟类的戒备智慧及其奇特效用

本段叙述了黑尾鲷的胆怯习性及其在暴风雨中的行为、老鹰的敏锐视觉与眼药功效、夜莺的啼鸣与其肉的特性、白鹤与降雨及魅惑之力的关联、啄木鸟以草药破除巢穴阻塞的智巧,以及齿鲷按年龄结群却因大意而遭捕获的情形。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.41

Δειλότατος ἰχθύων ὁ μελάνουρος, καὶ ἔχει τῆς δειλίας μάρτυρας τοὺς ἁλιεῖς. οὔτε γοῦν κύρτῳ λαμβάνονται οὗτοι, οὔτε προσίασιν αὐτῷ· σαγήνη δὲ εἴ ποτε αὐτοὺς περιλάβοι, οἳ δὲ ἀγνοοῦντες ἑαλώκασι. καὶ ὅταν μὲν ᾖ ὑπεύδια καὶ λεία ἡ θάλαττα, οἳ δὲ ἄρα κάτω που πρὸς ταῖς πέτραις ἢ τοῖς φυκίοις ἡσυχάζουσι, καὶ προβάλλονται πᾶν ὅ τι δύνανται, τὸ σῶμα ἀφανίζοντες. ἐὰν δὲ ᾖ χειμέρια, τοὺς ἄλλους ὁρῶντες καταδύντας ἐκ τῆς τῶν κυμάτων προσβολῆς ἐς τὸν βυθόν, οἳ δὲ ἀναθαρροῦσι, καὶ τῇ γῇ προσπελάζουσι, καὶ ταῖς πέτραις προσνέουσι, καὶ ἡγοῦνταί σφισι πρόβλημα ἱκανὸν εἶναι τὸν ὑπερνηχόμενον ἀφρὸν καλύπτοντά τε αὐτοὺς καὶ ἐπηλυγάζοντα. συνιᾶσι δὲ εὖ μάλα ἀπορρήτως ὅτι τοῖς ἁλιεῦσιν ἐν ἡμέρᾳ τοίᾳ ἢ νυκτὶ ἐς τὴν θάλαττάν ἐστιν ἄβατα,1 ἀγριαινούσης τῆς θαλάττης καὶ τῶν κυμάτων αἰρομένων μετεώρων τε καὶ φοβερῶν. ἔχουσι δὲ καὶ τροφὴν ἐν χειμῶνι, τοῦ κλύδωνος τὰ μὲν ἀποσπῶντος ἐκ τῶν πετρῶν, τὰ δὲ ἐπισύροντος ἐκ τῆς γῆς· σιτοῦνται δὲ μελάνουροι τὰ ῥυπαρώτερα καὶ ὅσα οὐκ ἂν ῥᾳδίως ἰχθὺς ἄλλος ἂν πάσαιτο, εἰ μὴ πάνυ λιμῷ πιέζοιτο. ἐν γαλήνῃ δὲ ἐπὶ τῆς ἄμμου μόνης σαλεύουσι, καὶ ἐκεῖθεν βόσκονται. ὅπως δὲ ἁλίσκονται, ἐρεῖ ἄλλος.

黑尾鲷是鱼类中最胆怯者,渔夫们便是其胆怯的见证人。总之,它们既不会被鱼篓捕捉,亦不靠近鱼篓;但若有曳网围拢住它们,它们便在浑然不知中被捕获。每逢大海风平浪静,它们便在岩石或海藻丛下方的某处静息,凡所能用之物皆推至身前,将躯体隐匿起来。然而一旦暴风雨降临,见其他鱼类因波浪的冲击而沉入海底,它们反倒振作起来,靠向陆地,游向礁石,并认为浮于水面之上的泡沫足以成为护壁,将自身遮盖并掩蔽。它们更以极奥秘的方式领会到,在此等风涛肆虐、海浪高掀而骇人的昼夜里,海面对渔夫而言乃是不可逾越的。它们在冬季亦有食物,盖因涌浪一面自岩石上剥落碎物,一面自陆地卷席物资;黑尾鲷便食取更为污秽之物,以及若非深受饥荒逼迫其他鱼类决不轻易品尝之物。风平浪静时,它们仅在沙地上漂游,并就地觅食。至于它们如何被捕获,自会由他人讲述。

§1.42

ἀετὸς δὲ ὀρνίθων ὀξυωπέστατος. καὶ Ὅμηρος αὐτῷ σύνοιδε καὶ τοῦτο, καὶ μαρτυρεῖ ἐν τῇ Πατροκλείᾳ, εἰκάζων τὸν Μενέλεων τῷ ὄρνιθι, ὅτε ἀνεζήτει Ἀντίλοχον, ἵνα ἄγγελον ἀποστείλῃ τῷ Ἀχιλλεῖ, πικρὸν μέν, ἀναγκαῖον δέ, ὑπὲρ τοῦ πάθους τοῦ κατὰ τὸν ἑταῖρον αὐτοῦ, ὃν ἐξέπεμψε μέν, οὐχ ὑπεδέξατο δέ, καίτοι ποθῶν ἐκεῖνος τοῦτο. λέγεται δὲ μὴ ἑαυτῷ μόνῳ χρήσιμος, ἀλλὰ καὶ ἀνθρώπων ὀφθαλμοῖς ὁ ἀετὸς ἀγαθὸς εἶναι. εἰ γοῦν μέλιτί τις Ἀττικῷ τὴν χολὴν αὐτοῦ διαλαβὼν ὑπαλείψαιτο ἀμβλυνόμενος, ὄψεται καὶ ὀξυτάτους γοῦν ἰδεῖν ἕξει τοὺς ὀφθαλμούς.2

鹰是鸟类中视力最敏锐者。荷马亦深知其这一禀赋,并在《帕特洛克罗斯之战》中为此作证:他将寻找安提洛科斯的墨涅拉俄斯比作此鸟,以便派遣他作为使者前往阿喀琉斯处——关于其同伴身上所降临的灾难,此使者虽令人痛苦却必不可少;阿喀琉斯曾将此同伴送出,虽切盼重逢,却未能将其迎回。据说鹰不仅对自身有用,对人类的眼睛亦有裨益。无论如何,视力衰退之人若以阿提卡蜂蜜调配鹰胆涂抹双目,便能复明,并拥有在观望上最敏锐的双目。

§1.43

ἀηδὼν ὀρνίθων λιγυρωτάτη τε καὶ εὐμουσοτάτη, καὶ κατᾴδει τῶν ἐρημαίων χωρίων εὐστομώτατα ὀρνίθων καὶ τορώτατα. λέγουσι δὲ καὶ τὰ κρέα αὐτῆς ἐς ἀγρυπνίαν λυσιτελεῖν. πονηροὶ μὲν οὖν οἱ τοιαύτης τροφῆς δαιτυμόνες καὶ ἀμαθεῖς δεινῶς· πονηρὸν δὲ τὸ ἐκ τῆς τροφῆς δῶρον, φυγὴ ὕπνου, τοῦ καὶ θεῶν καὶ ἀνθρώπων βασιλέως, ὡς Ὅμηρος λέγει.

夜莺是鸟类中最清脆、最擅歌咏者,在荒无人烟之地以鸟类中最优美、最明彻之声鸣啭。人们亦称其肉有益于保持清醒。然而享用此类食物的食客实乃卑劣之徒,且愚昧至极;而由此食物带来的礼物——即荷马所称的兼为诸神与人类之王的睡眠的逃离——亦是可恶的。

§1.44

τῶν γεράνων αἱ κλαγγαὶ καλοῦσιν ὄμβρους, ὥς φασιν· ὁ δὲ ἐγκέφαλος γυναικῶν ἐς χάριν ἀφροδίσιον ἔχει τινὰς ἴυγγας, εἴ τῳ ἱκανοὶ τεκμηριῶσαι οἱ πρῶτοι φυλάξαντες ταῦτα.3

据说,白鹤的鸣叫能招致暴雨;而白鹤的大脑含有某种激起女性云雨欢好的魔力,如果最早观察到这些现象的人足以向任何人证实这一点的话。

§1.45

γυπῶν πτερὰ εἰ θυμιάσειέ τις, ὡς ἀκούω, καὶ ἐκ φωλεῶν καὶ ἐξ εἰλυῶν τοὺς ὄφεις προάξει ῥᾷστα. τὸ ζῷον ὁ δρυοκολάπτης ἐξ οὗ δρᾷ καὶ κέκληται. ἔχει μὲν γὰρ ῥάμφος ἐπίκυρτον, κολάπτει δὲ ἄρα τούτῳ τὰς δρῦς, καὶ ἐνταυθοῖ ὡς ἐς καλιὰν τοὺς νεοττοὺς ἐντίθησιν, οὐ δεηθεὶς καρφῶν καὶ τῆς ἐξ αὐτῶν πλοκῆς καὶ οἰκοδομίας οὐδὲ ἕν. οὐκοῦν εἴ τις λίθον ἐνθεὶς ἐπιφράξειε τῷ ὀρνέῳ τῷ προειρημένῳ τὴν ἔσδυσιν, ὃ δὲ συμβαλὼν τὴν ἐπιβουλὴν κομίζει πόαν ἐχθρὰν τῷ λίθῳ· ὃ δὲ οἷα βαρούμενος καὶ μὴ φέρων ἐξάλλεται,4 καὶ ἀνέῳγεν αὖθις τῷ προειρημένῳ ἡ φίλη ὑποδρομή.

据我所闻,若有人焚烧秃鹫的羽毛作熏香,便能极轻易地将蛇类从洞穴与隐匿处驱赶出来。啄木鸟这种生物乃是因其行为而得名。盖因它生有弯曲的喙,用它啄击橡树,并如同放入鸟巢一般将雏鸟置于其中,丝毫不需树枝以及以此编制营建之劳。因此,若有人塞入石块堵塞上述鸟类的洞口,鸟儿识破计谋后便会运来与石相克之草药;而石块犹如不堪重负而无法承受一般跃出,上述鸟儿心爱的巢穴便再次开启。

§1.46

οἱ συνόδοντες οὐκ εἰσὶ μονίαι, οὐδὲ τὴν ἀπʼ ἀλλήλων ἐρημίαν τε καὶ διαίρεσιν ἀνέχονται. φιλοῦσι δὲ συναγελάζεσθαι καθʼ ἡλικίαν. καὶ οἱ μὲν νεώτεροι κατὰ ἴλας νήχονται, οἱ δὲ ἐντελέστεροι πάλιν κοινῇ· καὶ τὸ τοῦ λόγου τοῦτο ἧλιξ ἥλικα καὶ ἐκεῖνοι τέρπουσι, παρόντες παροῦσιν ὡς ἑταίροις καὶ φίλοις ἐκ τῶν αὐτῶν ἐπιτηδευμάτων τε καὶ διατριβῶν. τεχνάζονται δὲ πρὸς τοὺς θηρατὰς ὁποῖα. ὅταν ἁλιεὺς ἀνὴρ τὸ ἐς αὐτοὺς δέλεαρ καθῇ, περιελθόντες πάντες καὶ κυκλόσε γενόμενοι ἐς ἀλλήλους ὁρῶσιν, οἱονεὶ σύνθημα ἕκαστος ἑκάστῳ διδόντες μήτε πλησιάσαι μήτε ἅψασθαι τοῦ καθειμένου δελεάσματος. καὶ οἱ μὲν παρατεταγμένοι ἐς τοῦτο ἀτρεμοῦσιν· ἐκ δὲ ἀλλοτρίας ἀγέλης συνόδων ἀφίκετο, καὶ καταπίνει τὸ ἄγκιστρον, ἐρημίας λαβὼν μισθὸν τὴν ἅλωσιν. καὶ ὃ μὲν ἀνασπᾶται, οἳ δὲ ἤδη θαρροῦσιν ὡς οὐχ ἁλωσόμενοι, καὶ καταφρονήσαντες οὕτω θηρῶνται.

齿鲷绝非孤居之物,亦无法忍受彼此间的孤立与分离。它们喜爱按年龄结群聚居。较年幼者结队而游,成熟者亦聚在一处;正如俗话所言“同辈乐同辈”,它们亦彼此取悦,作为出自同等习性与消遣的同伴与密友彼此相守。面对猎人,它们施展如下机巧:每当渔夫垂下针对它们的鱼饵时,它们全体围绕过来结成圆圈,面面相觑,犹如彼此传递暗号,示意既不可接近亦不可触碰垂下的诱饵。为此列阵的鱼群静伏不动;然而从另一鱼群中来了一条齿鲷,吞下了鱼钩,承受被擒作为孤立的代价。当那条鱼被拖曳上去时,其余的鱼便以为自己决不致被捕而胆大起来,轻慢之下遂以此种方式遭擒。

语法注4 条
  1. 1.41ἐς τὴν θάλαττάν ἐστιν ἄβατα

    中性复数形容词 ἄβατα 与单数系动词 ἐστί 连用,与与格 τοῖς ἁλιεῦσιν 构成非人称结构,意为“对于渔夫而言进入海中是不可通行的”。

  2. 1.42ὀξυτάτους γοῦν ἰδεῖν ἕξει τοὺς ὀφθαλμούς

    不定式 ἰδεῖν 为限定性(说明性)不定式,修饰最高级形容词 ὀξυτάτους,表示“在视物/观看方面拥有最敏锐的眼睛”。

  3. 1.44εἴ τῳ ἱκανοὶ τεκμηριῶσαι οἱ πρῶτοι φυλάξαντες ταῦτα

    此条件从句中在 ἱκανοί 之后省略了系动词 εἰσί。形容词 ἱκανοί 支配说明性不定式 τεκμηριῶσαι(“证实、提供证据”),与格 τῳ 作关系与格(“对任何人而言”)。

  4. 1.45ὃ δὲ οἷα βαρούμενος καὶ μὴ φέρων ἐξάλλεται

    在前一句中 ὃ δέ 指代啄木鸟(ὃ δὲ συμβαλὼν...),而此处的 ὃ δέ 则承接前文的 λίθῳ 指代“石块”:“而石块仿佛受重压而难以承受,跳跃而出”。此处须注意 ὃ δέ 指代主语的转换。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0545.tlg001.humanitext-grc2:1.41-1.46