← 克劳狄乌斯·埃利安

论动物的本性

§1.37-1.40

动植物的生克与鸟兽鱼类的避敌诱捕

文中列举了动物、植物及香气声音之间诸多奇妙的生克与御敌之术,随后记述了以歌舞诱捕斑鸠的技巧以及大鱼奥尔库诺斯摆脱鱼钩的自救策略。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.37

οἱ πελαργοὶ λυμαινομένας αὐτῶν τὰ ᾠὰ τὰς νυκτερίδας ἀμύνονται πάνυ σοφῶς· αἳ μὲν γὰρ προσαψάμεναι μόνον ἀνεμιαῖα ἐργάζονται καὶ ἄγονα αὐτά. οὐκοῦν τὸ ἐπὶ τούτοις φάρμακον ἐκεῖνό ἐστι. πλατάνου φύλλα ἐπιφέρουσι ταῖς καλιαῖς· αἱ δὲ νυκτερίδες ὅταν αὐτοῖς γειτνιάσωσι, ναρκῶσι καὶ γίνονται λυπεῖν ἀδύνατοι. δῶρον δὲ ἄρα ἡ φύσις καὶ ταῖς χελιδόσιν ἔδωκεν οἷον.1 αἱ σίλφαι καὶ τούτων τὰ ᾠὰ ἀδικοῦσιν. οὐκοῦν αἱ μητέρες σελίνου κόμην προβάλλονται τῶν βρεφῶν, καὶ ἐκείναις τὸ ἐντεῦθεν ἄβατά ἐστι. πολύποσι δὲ εἴ τις ἐπιβάλοι πήγανον, ἀκίνητοι μένουσιν, ὡς λέγει τις λόγος. ὄφεως δὲ εἰ καθίκοιο καλάμῳ,2 μετὰ τὴν πρώτην πληγὴν ἀτρεμεῖ καὶ νάρκῃ πεδηθεὶς ἡσυχάζει· εἰ δὲ ἐπαγάγοις δευτέραν ἢ τρίτην, ἀνέρρωσας αὐτόν. καὶ μύραινα δὲ πληγεῖσα νάρθηκι ἐς ἅπαξ ἡσυχάζει· εἰ δὲ πλεονάκις, ἐς θυμὸν ἐξάπτεται. λέγουσι δὲ ἁλιεῖς καὶ πολύποδας ἐς τὴν γῆν προϊέναι, ἐλαίας θαλλοῦ ἐπὶ τῆς ᾐόνος κειμένου. θηρίων δὲ ἀλεξιφάρμακον ἦν ἄρα πάντων πιμελὴ ἐλέφαντος, ἣν εἴ τις ἐπιχρίσαιτο, καὶ εἰ γυμνὸς ὁμόσε χωροίη τοῖς ἀγριωτάτοις, ἀσινὴς ἀπαλλάττεται.

鹳鸟极其巧妙地防范侵害其卵的蝙蝠;盖因蝙蝠只要一触碰,便会使卵变成无精卵并致其不育。因此针对此害的灵药乃是:它们将法桐叶搬运至巢中;蝙蝠一旦临近这些叶片,便会陷入麻痹,变得无法作恶。大自然赐予燕子的又是何等非凡的恩物啊!蟑螂同样会危害燕卵;于是母鸟们在幼雏前筑起芹菜嫩叶作为屏障,从此该处对蟑螂而言便不可逾越。某则传说称,若有人将芸香投向章鱼,章鱼便凝止不动。若用芦苇抽打蛇,在受第一记击打之后,蛇便止息不动,被麻木所束缚而归于宁伏;但若施加第二或第三记击打,便会使它恢复元气。海鳝若被茴香茎抽打一次亦会平静下来;但若次数过多,便会激起其狂怒。渔民们亦称,若将橄榄嫩枝放置在海滩上,章鱼便会爬向陆地。事实证明,象脂乃是抵御一切猛兽的解毒灵药;人若以此涂抹自身,纵使赤身裸体迎向最凶猛的野兽,亦能安然无恙地脱身。

§1.38

ὀρρωδεῖ ὁ ἐλέφας κεράστην κριὸν καὶ χοίρου βοήν. οὕτω τοι, φασί, καὶ Ῥωμαῖοι τοὺς σὺν Πύρρῳ τῷ Ἠπειρώτῃ ἐτρέψαντο ἐλέφαντας, καὶ ἡ νίκη σὺν τοῖς Ῥωμαίοις λαμπρῶς ἐγένετο. γυναικὸς δὲ ὡραίας τόδε τὸ ζῷον ἡττᾶται καὶ παραλύεται τοῦ θυμοῦ ἐκκωφωθὲν ἐς τὸ κάλλος. καὶ ἀντήρα φασὶν ἐν τῇ Αἰγυπτίᾳ Ἀλεξάνδρου πόλει γυναικὸς στεφάνους πλεκούσης Ἀριστοφάνει τῷ Βυζαντίῳ ἐλέφας.3 ἀγαπᾷ δὲ ὁ αὐτὸς καὶ εὐωδίαν πᾶσαν, καὶ μύρων καὶ ἀνθέων κηλούμενος τῇ ὀσμῇ. ὅστις βούλεται κλὼψ ἢ λῃστὴς κύνας ἄγαν ἀγριωτάτους κατασιγάσαι καὶ θεῖναι φυγάδας, ἐκ πυρᾶς ἀνθρώπου δαλὸν λαβὼν ὁμόσε αὐτοῖς χωρεῖ, φασίν· οἱ δὲ ὀρρωδοῦσιν. ἀκήκοα δὲ καὶ ἐκεῖνον τὸν λόγον. λυκοσπάδα οἶν πέξας τις καὶ ἐριουργήσας καὶ χιτῶνα ἐργασάμενος λυπεῖ τὸν ἠσθημένον· ὀδαξησμὸν γὰρ ἐργάζεται, ὡς λόγος. ἔριν δὲ εἴ τις καὶ στάσιν ἐθέλοι ἐν τῷ συνδείπνῳ ἐργάσασθαι, δηχθέντα ὑπὸ κυνὸς λίθον ἐμβαλὼν τῷ οἴνῳ λυπεῖ τοὺς συμπότας ἐκμαίνων. κανθάροις δὲ κακόσμοις θηρίοις εἴ τις ἐπιρράνειε μύρου, οἳ δὲ τὴν εὐωδίαν οὐ φέρουσιν, ἀλλʼ ἀποθνήσκουσιν. οὕτω τοί φασι καὶ τοὺς βυρσοδέψας συντραφέντας ἀέρι κακῷ βδελύττεσθαι μύρον. λέγουσι δὲ Αἰγύπτιοι καὶ τοὺς ὄφεις πάντας ἴβεων πτερὰ δεδιέναι.

大象畏惧带角的公羊与猪的嚎叫。人们说,罗马人亦正是以此击溃了伊庇鲁斯人皮洛士麾下的大象,胜利由此光辉地归于罗马人。此外,此兽亦折服于美丽的女子,为其美貌所震撼而怒气消弭。据说在埃及的亚历山大里亚,曾有一头大象与拜占庭的阿里斯托芬争风吃醋,同时爱上了一位编织花环的女子。此兽同样喜爱一切芬芳,沉醉于香膏与鲜花的气味。人们说,无论何等窃贼或强盗,若欲使极凶暴的恶犬静默并令其退避,只要从死者的火葬堆中取来一根燃木并持之迎向它们;恶犬便会惊骇畏缩。我亦听闻过另一则传说:若有人剪下被狼撕咬过的羊的毛,纺织成衣做成短袍,便会折磨穿衣之人;盖因据传此衣会引发奇痒。若有人企图在宴席上挑起争执与不和,将一块曾被狗咬过的石头投入酒中,便会因使同饮者发狂而折磨他们。若有人将香膏喷洒在恶臭之物金龟子身上,它们便无法承受这等芬芳而致死。人们称,在恶劣空气中长大的制革工人亦同样厌弃香膏。埃及人亦称,一切蛇类皆畏惧朱鹭的羽毛。

§1.39

θηρῶσι τὰς τρυγόνας οἱ τούτων ἀκριβοῦντες τὰ θήρατρα, καὶ μάλιστα τῆς πείρας οὐ διαμαρτάνουσι τὸν τρόπον τοῦτον. ἑστήκασιν ὀρχούμενοι καὶ ᾅδοντες εὖ μάλα μουσικῶς· αἳ δὲ καὶ τῇ ἀκοῇ θέλγονται καὶ τῇ ὄψει τῆς ὀρχήσεως κηλοῦνται καὶ προσίασιν ἐγγυτέρω. οἳ δὲ ὑπαναχωροῦσιν ἡσυχῆ καὶ βάδην, ἔνθα δήπου καὶ ὁ δόλος ταῖς δειλαίαις πρόκειται, δίκτυα ἐκπεπταμένα· εἶτα ἐμπίπτουσιν ἐς αὐτὰ καὶ ἁλίσκονται, ὀρχήσει καὶ ᾠδῇ ᾑρημέναι πρῶτον.

深谙捕斑鸠器具之法的人猎捕斑鸠,尤其以此种方式绝不失手:他们站立着起舞,极为合律地歌唱;斑鸠既为其歌声所惑,又为舞蹈之景所迷,遂越靠越近。人们便悄悄地缓步后退,退向为这群可怜鸟儿布设圈套之处——即张开的罗网;随后鸟群落入网中被擒,它们起先便已被歌舞所俘获。

§1.40

ὄρκυνος ὄνομα κητώδης ἰχθὺς οὐκ ἄσοφος ἐς τὰ αὑτοῦ λυσιτελέστατα, δῶρον λαχὼν φύσει τοῦτο, οὐ τέχνῃ. ὅταν γοῦν περιπαρῇ τῷ ἀγκίστρῳ, καταδύει αὑτὸν ἐς βυθὸν καὶ ὠθεῖ καὶ προσαράττει τῷ δαπέδῳ, καὶ κρούει τὸ στόμα, ἐκβαλεῖν τὸ ἄγκιστρον ἐθέλων· εἰ δὲ ἀδύνατον τοῦτο εἴη, εὐρύνει τὸ τραῦμα, καὶ ἐκπτύεται τὸ λυποῦν αὐτὸν καὶ ἐξάλλεται. πολλάκις δὲ οὐκ ἔτυχε τῆς πείρας, καὶ ὁ θηρατὴς ἄκοντα ἀνασπάσας ἔχει τὴν ἄγραν.

名为“奥尔库诺斯”的巨鱼对自身最有利之事绝非不智,它凭借天性而非人工获此天赋。每当它被鱼钩刺穿时,便将自身潜入深渊,撞击并猛磕海底,用力拍打嘴部,企图甩脱鱼钩;若此计不成,它便扩大伤口,吐出令其痛苦之物而跃身逃遁。然而它往往未能如愿,猎人遂将不甘就范的巨鱼拖曳上来,收为猎物。

语法注3 条
  1. 1.37δῶρον δὲ ἄρα ἡ φύσις καὶ ταῖς χελιδόσιν ἔδωκεν οἷον.

    此处 οἷον 位于句末,具有感叹代词/关系词的强调功能,用以照应并修饰句首的宾语 δῶρον,表感叹语气:“大自然赐予燕子的又是何等(奇妙)的恩物啊!”

  2. 1.37ὄφεως δὲ εἰ καθίκοιο καλάμῳ

    动词 καθικνέομαι(此处为不定过去时祈愿语气 καθίκοιο,意为“击打、鞭笞”)支配表示被击打目标的属格(ὄφεως),并搭配表示工具/手段的与格(καλάμῳ)。

  3. 1.38ἀντήρα φασὶν ἐν τῇ Αἰγυπτίᾳ Ἀλεξάνδρου πόλει γυναικὸς στεφάνους πλεκούσης Ἀριστοφάνει τῷ Βυζαντίῳ ἐλέφας.

    动词 ἀντεράω(此处为未完成过去时 ἀντήρα,意为“与……在恋爱中争竞、成为情敌”)支配竞争对手的与格(Ἀριστοφάνει τῷ Βυζαντίῳ)以及爱慕对象的属格(γυναικὸς στεφάνους πλεκούσης)。主语为句末后置的 ἐλέφας。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0545.tlg001.humanitext-grc2:1.37-1.40