← 克劳狄乌斯·埃利安

论动物的本性

§1.4-1.9

鱼类的相互救助与动物的情爱忠诚

本节记述了花鮨与鹦嘴鱼对被捕同类所展现的忠诚救助、咬噬鱼的凶猛习性,继而列举动物对人类的倾慕之情、豺与猎犬对人类的忠义,以及蜜蜂防范雄蜂侵蚀蜂巢的行为。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.4

τιμωροῦσιν ἀλλήλοις ὡς ἄνθρωποι πιστοὶ καὶ συστρατιῶται δίκαιοι οἱ ἰχθύες, οὕσπερ οὖν ἀνθίας οἱ τῆς θήρας ἐπιστήμονες τῆς θαλαττίας φιλοῦσιν ὀνομάζειν, ὄντας τὰ ἤθη πελαγίους.1 τούτων γοῦν ἕκαστοι, ὅταν νοήσωσι τεθηρᾶσθαι τὸν σύννομον, προσνέουσιν ὤκιστα, εἶτα ἐς αὐτὸν τὰ νῶτα ἀπερείδουσι, καὶ ἐμπίπτοντες καὶ ὠθούμενοι τῇ δυνάμει κωλύουσιν ἕλκεσθαι. καὶ οἱ σκάροι δὲ ἐς τὴν οἰκείαν ἀγέλην εἰσὶν ἀγαθοὶ τιμωροί. προσίασι γοῦν, καὶ τὴν ὁρμιὰν ἀποτραγεῖν σπεύδουσιν, ἵνα σώσωσι τὸν ᾑρημένον· καὶ πολλάκις μὲν ἀποκόψαντες ἔσωσαν καὶ ἀφῆκαν ἐλεύθερον, καὶ οὐκ αἰτοῦσι ζωάγρια· πολλάκις δὲ οὐκ ἔτυχον, ἀλλʼ ἥμαρτον μέν, τὸ δʼ οὖν ἑαυτῶν πεποιήκασιν εὖ μάλα προθύμως. ἤδη δὲ καὶ ἐς τὸν κύρτον τὸν σκάρον ἐμπεσεῖν φασι καὶ τὸ οὐραῖον μέρος ἐκβαλεῖν, τοὺς δὲ ἀθηράτους καὶ περινέοντας ἐνδακεῖν καὶ ἐς τὸ ἔξω τὸν ἑταῖρον προαγαγεῖν. εἰ δὲ ἐξείη τὸ στόμα,2 τῶν τίς οἱ ἔξω τὴν οὐρὰν παρώρεξεν, ὃ δὲ περιχανὼν ἠκολούθησεν. οὗτοι μὲν δὴ ταῦτα δρῶσιν, ὦ ἄνθρωποι, φιλεῖν οὐ μαθόντες, ἀλλὰ πεφυκότες. ὁ ἰχθὺς ὁ τρώκτης, τούτου μὲν κατηγορεῖ τὴν φύσιν καὶ τὸ ὄνομα, ἤδη δὲ καὶ τὸ στόμα· ὀδόντες δὲ αὐτῷ συνεχεῖς τε ἐμπεφύκασι καὶ πολλοί, καὶ πᾶν τὸ ἐμπεσὸν διατεμεῖν εὖ μάλα καρτεροί.3 οὐκοῦν ἁλοὺς ἀγκίστρῳ μόνος ἰχθύων ἐς τὸ ἔμπαλιν ἑαυτὸν οὐκ ἐπανάγει, ἀλλὰ ὠθεῖται τὴν ὁρμιὰν ἀποθρίσαι διψῶν. οἱ δὲ ἁλιεῖς σοφίζονται τἀναντία· τὰς γάρ τοι τῶν ἀγκίστρων λαβὰς χαλκεύονται μακράς. ὃ δὲ ʽκαὶ γὰρ πώς ἐστι καὶ ἁλτικὸςʼ καὶ ὑπὲρ ταύτας ἀνέθορε πολλάκις καὶ τὴν τρίχα τὴν ἄγουσαν τεμὼν ἐς ἤθη τὰ τῶν ἰχθύων αὖθις ἀπονήχεται. οὗτός τοι καὶ τὴν ἀγέλην τὴν σύννομον παραλαβὼν σὺν αὐτοῖς ἐκείνοις χωρεῖ καὶ τοῖς δελφῖσιν ὁμόσε· καὶ ἕνα ἀποκριθέντα πως περιελθόντες εἶτα ἐπιτίθενται τῷ θηρίῳ καρτερῶς· ἴσασι γὰρ ὅτι τῶν ἐξ αὐτῶν δηγμάτων οὐ ῥᾳθύμως ἐπαΐει. οἳ μὲν γὰρ ἔχονται αὐτοῦ καὶ μάλα ἐγκρατῶς, ὃ δὲ ἀναπηδᾷ καὶ κυβιστᾷ, καὶ ὡς ὑπὸ τῆς ὀδύνης στρεβλοῦται διελέγχεται· ἀπρὶξ γὰρ ἐμφύντες συνεξαίρονται πηδῶντος. καὶ ὃ μὲν ἀποσείσασθαι καὶ ἀποκροῦσαι σπεύδει αὐτούς, οἳ δὲ οὐκ ἀνιᾶσιν, ἀλλὰ ἐσθίουσι ζῶντα. εἶτα μέντοι ὅ τι ἂν ἕκαστος μέρος ἐκτράγῃ, τοῦτο ἔχων ἀπαλλάττεται· καὶ ὁ δελφὶς ἀσμένως ἀπονήχεται, δαιτυμόνας, ὡς ἂν εἴποις, ἀκλήτους ἑστιάσας σὺν τῇ ἑαυτοῦ ὀδύνῃ ἐκείνους.

那些被精通海捕之人习惯称为安提亚斯(花鮨)的鱼,就其习性而言属远海之物,却宛如忠诚的人类和公义的战友一般彼此互助。事实上,每当它们发觉同伴被捕,便以最快的速度游上前去,随后将背部紧抵着它,以全力撞击和推挤,阻止其被拖拽上去。鹦嘴鱼亦是自身族群的良好救援者。它们无论如何都会赶来,急切地咬断钓线,以救出被俘的同伴;它们常常咬断钓线将同伴救出并赋予其自由,且不索取任何救命的酬金;虽说它们也屡屡不能得手而归于失败,但它们依然极其热忱地尽了自身的全力。甚至据说,当一条鹦嘴鱼落入竹笼而将尾部伸出在外时,那些未被捕获而在周围游弋的同伴便会咬住它的尾巴,将伙伴拉向外侧。而若露在外面的是嘴,外面的某条鱼便会伸出尾巴,被囚的鱼张嘴咬住,便随之跟出。人们啊,它们之所以行此等事,并非学得去爱,而是出于天性。 被称为咬噬鱼的鱼类,它的名字以及它的嘴,便已道出了它的天性;它生有茂密而众多的利齿,极其坚固,足以切断落入口中的一切。因此,当被鱼钩钓住时,它是所有鱼中唯一不往后退缩的,反而因急于咬断钓线而奋力向前冲。渔夫们则设法应对:他们将鱼钩的柄锻造得很长。但这鱼——因它多少擅长跳跃——往往甚至能跃过长柄之上,咬断牵引的马鬃线,再次游回鱼群的栖息之所。这种鱼甚至率领同伴的鱼群,一同正面迎击海豚;当它们将一条掉队的海豚围住后,便对其展开猛烈的围攻;因为它们深知,海豚对它们的咬噬绝不敢等闲视之。它们极其牢固地死死咬住,海豚则腾跃翻滚,显然能看出它因剧痛而身躯抽搐;因为它们紧咬不放,随着海豚的跃起一同被带向空中。海豚急于将它们甩开击退,但它们绝不松口,反而生吞活剥。随后,每条鱼咬下一块肉后便衔着离去;而海豚则庆幸地游走,可以说,它以自身的痛苦款待了那些不速之客。

§1.6

Γλαύκης ἀκούω τῆς κιθαρῳδοῦ ἐρασθῆναι κύνα· οἳ δὲ οὐ κύνα, ἀλλὰ κριόν· ἄλλοι δὲ χῆνα. καὶ ἐν Σόλοις δὲ τῆς Κιλικίας παιδός, ᾧ ὄνομα ἦν Ξενοφῶν, κύων ἠράσθη· ἄλλου δὲ ὡραίου μειρακίου ἐν Σπάρτῃ κολοιὸς ἐπὶ τῷ εἴδει ἐνόσησεν.

我听说有一只狗爱上了女琴师格劳克;有人说不是狗,而是一只公羊;另有人说是鹅。而在奇里乞亚的索利,一只狗爱上了一位名叫色诺芬的少年;在斯巴达,一只寒鸦则为另一位俊美青年的姿容相思成疾。

§1.7

λέγουσι τὸν θῶα τὸ ζῷον φιλανθρωπότατον εἶναι. καὶ ὅταν μέν που περιτύχῃ ἀνθρώπῳ, ἐκτρέπεται αὐτόν, οἷον αἰδούμενος· ὅταν δὲ ἀδικούμενον θεάσηται ὑπʼ ἄλλου θηρίου, τὸ τηνικαῦτα ἐπαμύνει αὐτῷ.

人们说,被称为豺的动物是最亲近人类的。每当它在何处遇见人类时,它都会避开,仿佛心怀敬畏;但当它看见人类受到其他猛兽的侵害时,那时它便会挺身相助。

§1.8

Νικίας τις τῶν συγκυνηγετούντων ἀπροόπτως παραφερόμενος ἐς ἀνθρακευτῶν κάμινον κατηνέχθη, οἱ δὲ κύνες οἱ σὺν αὐτῷ τοῦτο ἰδόντες οὐκ ἀπέστησαν, ἀλλὰ τὰ μὲν πρῶτα κνυζώμενοι περὶ τὴν κάμινον καὶ ὠρυόμενοι διέτριβον, τὰ δὲ τελευταῖα μονονουχὶ τοὺς παριόντας ἠρέμα καὶ πεφεισμένως κατὰ τῶν ἱματίων δάκνοντες4 εἶτα εἷλκον ἐπὶ τὸ πάθος, οἷον ἐπικούρους τῷ δεσπότῃ παρακαλοῦντες τοὺς ἀνθρώπους οἱ κύνες. καὶ γοῦν εἷς ὁρῶν τὸ γινόμενον ὑπώπτευσε τὸ συμβάν, καὶ ἠκολούθησε καὶ εὗρε τὸν Νικίαν ἐν τῇ καμίνῳ καταφλεχθέντα, ἐκ τῶν λειψάνων συμβαλὼν τὸ γενόμενον.

一位与人结伴打猎的名叫尼基阿斯的人,猝不及防失足跌入了炭工的窑炉中;与他同行的猎犬见状并未离去,起初它们只是在窑炉周围悲鸣号叫,最后它们轻轻地、克制地咬住过路行人的外衣,几乎将他们引向灾难发生的地点,猎犬们宛如在为主人向人类呼求救援。无论如何,有一人目睹此状,察觉到发生了意外,便跟随前往,发现尼基阿斯已在窑炉中被烧死,并从遗骸中推断出了所发生的事情。

§1.9

ὁ κηφὴν ὁ ἐν μελίτταις γεννώμενος μεθʼ ἡμέραν μὲν ἐν τοῖς ἀνθρηνίοις κατακέκρυπται, νύκτωρ δέ, ἡνίκα ἂν παραφυλάξῃ καθευδούσας τὰς μελίττας, ἐπιφοιτᾷ τοῖς ἔργοις αὐτῶν καὶ λυμαίνεται τοῖς σίμβλοις. τοῦτο ἐκεῖναι καταμαθοῦσαι, αἱ μὲν πλεῖσται τῶν μελισσῶν καθεύδουσιν ἅτε πεπονηκυῖαι, ὀλίγαι δὲ αὐτῶν ἐλλοχῶσιν. εἶτα ὅταν ἕλωσι τὸν φῶρα, παίουσιν αὐτὸν πεφεισμένως καὶ ἐξωθοῦσι, καὶ ἐκβάλλουσι φυγάδα εἶναι. ὃ δὲ οὐδʼ οὕτω πεπαίδευται· πέφυκε γὰρ καὶ ἀργὸς καὶ λίχνος, δύο κακώ. ἔξω τοίνυν τῶν κηρίων ἑαυτὸν ἀποκρύπτει, εἶτα ὅταν ἐπὶ τὰς νομὰς

在蜜蜂中生成的雄蜂,白日里藏身于蜂巢中,而到了夜间,每当窥伺到蜜蜂熟睡,便侵入她们的劳动成果,破坏蜂巢。蜜蜂察知此事后,大部分因劳作疲惫而入睡,少数则设下埋伏。随后,一旦抓住这个盗贼,她们便适度地击打并将其驱赶出去,放逐为流亡者。然而它即便如此亦不思悔改;因为在天性上它既懒惰又贪吃,兼具两重恶习。于是它藏身于蜂房之外,接着,当蜜蜂前往采蜜之时

语法注4 条
  1. 1.4ὄντας τὰ ἤθη πελαγίους

    分词 ὄντας 与先行词 οὕσπερ(宾格关系代词)在性数格上保持一致。τὰ ἤθη 为表示“在习性方面”的限定/观点的宾格(accusative of respect),形容词 πελαγίους 则作为 ὄντας 的表语性宾格补足语。

  2. 1.5εἰ δὲ ἐξείη τὸ στόμα

    ἐξείη 是动词 ἔξειμι(伸出、在外面)的现在时祈愿语气第三人称单数形式(形式上亦可能与 ἔξεστι 的祈愿语气混淆)。与前文“尾部伸出在外面(τὸ οὐραῖον μέρος ἐκβαλεῖν)”相对照,此处将 τὸ στόμα 作为主语,意为“如果嘴伸在外面”。

  3. 1.5διατεμεῖν εὖ μάλα καρτεροί

    不定词 διατεμεῖν 依附于形容词 καρτεροί,作限定/说明性不定词(epexegetical infinitive),意为“在咬断……方面极为强健”。

  4. 1.8κατὰ τῶν ἱματίων δάκνοντες

    介词 κατά 接属格 τῶν ἱματίων 表示触碰或咬住的身体/物件局部(“咬住衣服的部位”),属于表示抓取或咬住位置的常见结构。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0545.tlg001.humanitext-grc2:1.4-1.9