- 底本
- Aelian. Claudii Aeliani De Natura Animalium Libri xvii, Vol. 1. Hercher, Rudolf, editor. Leipzig: Teuber, 1864.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0545.tlg001.humanitext-grc2:1.10-1.12
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本节叙述了蜜蜂对侵入巢穴的雄蜂所施加的严厉处决、巢内非采蜜蜂的分工职责,以及蜜蜂的年龄辨识、天气预知与负石飞行的智慧。随后,以阿开亚湾利用鲻鱼的情欲进行捕捞的传统猎法为例,阐明了爱神之力对鱼类的普遍支配。
ἐξορμήσωσιν αἱ μέλιτται, ὃ δὲ ὠσάμενος ἔσω τὸ ἑαυτοῦ δρᾷ, ἐμφορούμενος καὶ κεραΐζων ἐκεῖνος τὸν θησαυρὸν τῶν μελιττῶν τὸν γλυκύν. καὶ ἐκεῖναι ἐκ τῆς νομῆς ὑποστρέψασαι, ὅταν αὐτῷ περιτύχωσιν, ἐνταῦθα μὲν οὐκέτι πεφεισμένως αὐτὸν παίουσιν, οὐδʼ ὅσον ἐς φυγὴν τρέψαι,1 ἀλλὰ εὖ μάλα βιαίως ἐμπεσοῦσαι διαλοῶσι τὸν λῃστήν· καὶ οὐ μεμπτὴν ὑπομείνας τὴν τιμωρίαν, ὑπὲρ τῆς γαστριμαργίας καὶ ἀδηφαγίας τῇ ψυχῇ ἔτισεν. μελιττουργοὶ λέγουσι ταῦτα, καὶ ἐμὲ πείθουσιν. εἰσὶ δέ τινες καὶ ἐν ταῖς μελίτταις ἀργοὶ μέλιτται, οὐ μὴν κηφηνώδεις τὸν τρόπον· οὐ γὰρ λυμαίνονται τοῖς κηρίοις οὐδʼ ἐπιβουλεύουσι τῷ μέλιτι αὗται, ἀλλὰ τρέφονται ἐκ τῶν ἀνθέων καὶ αὗται πετόμεναι καὶ σύννομοι ταῖς ἄλλαις οὖσαι. εἰ δὲ καί εἰσιν ἄτεχνοι περὶ τὴν ἐργασίαν καὶ τὴν κομιδὴν τὴν τοῦ μέλιτος, ἀλλὰ γοῦν οὐκ εἰσὶν ἄπρακτοι πάντῃ. αἳ μὲν γὰρ αὐτῶν ὕδωρ τῷ βασιλεῖ κομίζουσι καὶ ταῖς πρεσβυτέραις δέ, αἵπερ οὖν τῷ βασιλεῖ παραμένουσι καὶ ἐς τὴν δορυφορίαν ἀπεκρίθησαν τὴν αὐτοῦ· ἕτεραι δὲ αὐτῶν ἔχουσιν ἐκεῖνο ἔργον, τὰς ἀποθνησκούσας τῶν μελιττῶν ἔξω φέρουσι· δεῖ γὰρ αὐταῖς καθαρὰ εἶναι τὰ κηρία, καὶ οὐκ ἀνέχονται νεκρὰν ἔσω μέλιτταν· ἄλλαι δὲ νύκτωρ φρουροῦσιν, ὥσπερ οὖν πόλιν μικρὰν φυλάττουσαι τὴν τῶν κηρίων οἰκοδομίαν ἐκεῖναί γε.
每当蜜蜂外出采蜜时,雄蜂便强行闯入,行其所好,大肆吞食并劫掠蜜蜂们甜美的积蓄。而当她们从采蜜处返回并撞见它时,此时便不再手下留情地击打它,也不仅仅以将其驱离为度,而是极其猛烈地猛扑上去,将这个强盗捣成肉泥;它承受了无可非议的惩罚,为自己的贪食和暴饮暴食付出了生命的代价。养蜂人们如此叙述,且使我深信不疑。此外,在蜜蜂中也有某些懒惰的蜜蜂,但其品性绝非如雄蜂那般;因为她们既不破坏蜂巢,也不觊觎蜂蜜,她们自身亦飞翔于花丛中汲取养分,并与其他蜂群过着共同的生活。即使她们在蜂蜜的酿造和采集上缺乏技艺,但无论如何绝非全然无所作为。因为她们中的一些为王以及那些守候在王身旁、被分派作为其卫队的年长蜜蜂运送水分;另一些则承担着将死去的蜜蜂抬运到外面的特定职责,因为蜂巢对她们而言必须保持洁净,她们无法忍受内部有死蜂;还有一些则在夜间站岗,护卫着蜂巢的建筑,宛如守卫着一座微型城邦。
μελιττῶν δὲ ἡλικίαν διαγνοίη τις ἂν τὸν τρόπον τοῦτον. αἱ μὲν αὐτοετεῖς στιλπναί τέ εἰσι καὶ ἐοίκασιν ἐλαίῳ τὴν χρόαν· αἱ δὲ πρεσβύτεραι τραχεῖαι καὶ ἰδεῖν καὶ προσψαῦσαι γίνονται, ῥυσαὶ δὲ ὁρῶνται διὰ τὸ γῆρας· ἐμπειρότεραι δέ εἰσιν αὗται καὶ τεχνικώτεραι, παιδεύσαντος αὐτὰς τὴν ἐπὶ τῷ μέλιτι σοφίαν τοῦ χρόνου.2 ἔχουσι δὲ καὶ μαντικῶς, ὥστε καὶ ὑετῶν καὶ κρύους ἐπιδημίαν προμαθεῖν· καὶ ὅταν τούτων τὸ ἕτερον ἢ καὶ ἀμφότερα ἔσεσθαι συμβάλωσιν, οὐκ ἐπὶ μήκιστον ἐκτείνουσι τὴν πτῆσιν, ἀλλὰ περιποτῶνται τοῖς σμήνεσι, καὶ οἱονεὶ περιθυροῦσιν. ἐκ δὴ τούτων οἱ μελιττουργοὶ οἰωνισάμενοι προλέγουσι τοῖς γεωργοῖς τὴν μέλλουσαν ἐπιδημίαν τοῦ χειμῶνος. δεδοίκασι δὲ ἄρα οὐ τοσοῦτον τὸ κρύος αἱ μέλιτται, ὅσον τὸν ὄμβρον τὸν πολὺν καὶ τὸν νιφετόν. ἐναντίαι δὲ πολλάκις τοῦ πνεύματος πέτονται, καὶ βραχεῖαν λίθον ἐν τοῖς ποσὶ κομίζουσι καὶ τοσαύτην ὅσην εὔφορον αὐταῖς πετομέναις εἶναι, καὶ τρόπον τινὰ τοῦτο ἕρμα ἑαυταῖς ἐπιτεχνῶνται πρὸς τὸν ἐμπίπτοντα ἄνεμον τά τε ἄλλα καὶ ἵνα μὴ παρατρέψῃ τῆς ὁδοῦ ἡ αὔρα αὐτάς.
人们可以通过如下方式辨别蜜蜂的年龄:当年的新蜂光滑油亮,肤色宛如橄榄油;而较为年长者无论在视觉还是触觉上都变得粗糙,且因年老而显得充满皱纹;但她们更为老练,技艺也更高超,因为岁月传授了她们酿造蜂蜜的智慧。她们甚至还具有预知能力,以至于能够预先知晓暴雨与寒潮的降临;每当她们推断出其中一种或两者皆将发生时,便不再将飞行距离延伸得太远,而是在蜂箱周围盘旋,仿佛守候在门旁一般。养蜂人正是根据这些迹象进行占卜,向农夫们预告即将到来的严冬。可见蜜蜂所惧怕的,其实与其说是寒冷,不如说是大雨和降雪。她们常常迎风飞行,并在足中携带一枚小石子,其大小正好适于她们在飞行中承受;她们为自己谋划出这种宛如压舱石之物,以抵御扑面而来的大风,主要是为了不让气流将她们吹偏道路。
ἔρωτος δὲ ἰσχὺν καὶ ἰχθύων γένη πολλὰ ἔγνω, τοῦ τοσούτου θεοῦ μηδὲ τοὺς κάτω καὶ ἐν τῷ βυθῷ τῆς θαλάσσης ὑπεριδόντος καὶ ἀτιμάσαντος. λατρεύει γοῦν τῷδε τῷ δαίμονι καὶ κέφαλος, ἀλλʼ οὐ πᾶς, ἐκεῖνος δὲ ὅνπερ οὖν ἀπὸ τοῦ ὀξέος προσώπου καλοῦσιν οἱ γένη τε καὶ διαφορὰς ἰχθύων κατεγνωκότες. ἁλίσκονται δέ, ὡς ἀκούω, περὶ τὸν κόλπον τὸν Ἀχαϊκὸν πολλοί. καὶ τῆς μὲν κατʼ αὐτοὺς ἁλώσεως διαφορότης ἐστί· μάλιστα δὲ αὐτῶν τὸ λυττῶδες τὸ ἐς τὰ ἀφροδίσια κατηγορεῖ ἥδε ἡ ἄγρα. θηράσας ἀνὴρ ἁλιεὺς θῆλυν, καὶ ἐνδήσας καλάμῳ μακρῷ ἢ σπάρτῳ καὶ τούτῳ μακρῷ, κατὰ τῆς ᾐόνος ἡσυχῆ βαδίζων παρανηχόμενον τὸν ἰχθὺν καὶ ἀσπαίροντα ἐπισύρει· κατʼ ἴχνια δὲ αὐτοῦ τις ἕπεται φέρων δίκτυον, καὶ τὸ μέλλον ὅπῃ τε καὶ ὅπως ἀπαντήσεται φυλάττει φιλοπόνως ὁ δικτυεὺς οὗτος. οὐκοῦν ἡ μὲν ἄγεται, ὁπόσοι δὲ ἂν ἴδωσι τῶν ἀρρένων, οἷα δήπου νεανίαι ἀκόλαστοι μείρακος παραθεούσης εὖ μάλα ὡρικῆς ἐποφθαλμιάσαντες, ἵενται κατὰ μίξιν οἰστρούμενοι. ὁ τοίνυν τὸ δίκτυον ἔχων ῥίπτει τὸν βόλον, καὶ πολλάκις ἰχθύων εὐερμίᾳ περιτυγχάνει τῇ τῆς ἐπιθυμίας ὁρμῇ προσερχομένων. δεῖ δὲ τῷ πρώτῳ θηρατῇ τὴν αἱρεθεῖσαν ὡραίαν τε εἶναι3 καὶ εὖ ἥκουσαν σαρκῶν, ἵνα καὶ πλείους ἐπʼ αὐτὴν ὁρμήσωσιν, τὸ τῆς ὥρας ἐφολκὸν δέλεαρ λαβόντες. εἰ δὲ ἄσαρκος εἴη, οἱ πολλοὶ ὑπερφρονήσαντες ᾤχοντο ἀπιόντες· ὅστις δὲ αὐτῶν ἐστι δύσερως, οὐκ ἀπαλλάττεται, οὐ τῇ ὥρᾳ, μὰ Δία, ἀλλὰ τῷ τῆς μίξεως πόθῳ δεδουλωμένος.
爱神的力量亦为许多鱼类所感知,因为如此伟大的神祇甚至未曾轻视或贬抑那些身处海下深渊的生灵。无论如何,鲻鱼亦侍奉着这位神明——然而并非全部,而是那些辨识鱼类属种与差异之人根据其尖锐的面孔所命名的那一种。据我所闻,在阿开亚湾周围有许多此类鱼被捕获。关于捕获它们的方法各不相同,而以下这种猎法尤其揭示了它们对交配的狂乱与痴迷。一位渔夫捕获了一条雌鱼,将其系在一根长芦苇或同样很长的金雀花编绳上,沿着海岸缓缓前行,拖曳着在旁游动喘息的这条鱼;紧随其足迹的是一位手持渔网之人,这位网手辛勤地注视着即将发生之事将在何处以及如何展开。于是雌鱼被牵引前行,雄鱼凡是见到的——宛如放荡的青年男子在极度艳丽的少女跑过时投以垂涎的目光——皆在交合冲动的狂热驱使下疾驰而来。于是持网者撒下网罟,屡屡因鱼群在欲望冲动下的聚拢而收获颇丰。然而对第一位捕捞者而言,所捕获的雌鱼必须既青春正盛又肌肉丰满,以便更多的雄鱼奔其而来,吞下她盛年之美这极具诱惑的诱饵。但若她瘦弱无肉,大多数雄鱼便会轻蔑地离去;然而它们之中极度痴情者却绝不离去,指宙斯起誓,它并非受奴役于美貌,而是受制于对交合本身的渴望。
- 1.10ὅσον ἐς φυγὴν τρέψαι
关系代词/相关词 ὅσον 与表示结果或程度的不定式(τρέψαι)连用,意为“足以使其逃跑”。与前面的 οὐδὲ 呼应,形成对比,强调攻击的剧烈程度绝不仅限于驱逐侵入者。
- 1.11παιδεύσαντος αὐτὰς τὴν ἐπὶ τῷ μέλιτι σοφίαν τοῦ χρόνου
属格独立结构。逻辑主语为 τοῦ χρόνου,分词为 παιδεύσαντος。动词 παιδεύω 带双宾格:受教者(αὐτάς)与所教授的技能/知识(τὴν ἐπὶ τῷ μέλιτι σοφίαν)。
- 1.12δεῖ δὲ τῷ πρώτῳ θηρατῇ τὴν αἱρεθεῖσαν ὡραίαν τε εἶναι
非人称动词 δεῖ 与宾格加不定式结构(主语 τὴν αἱρεθεῖσαν,表语 ὡραίαν ... εἶναι)连用,并插入了表示关涉/利益的与格(τῷ πρώτῳ θηρατῇ,“对于最初的捕鱼者而言”),用以指明该条件的受益者或要求者。
