- 底本
- Aelian. Claudii Aeliani De Natura Animalium Libri xvii, Vol. 1. Hercher, Rudolf, editor. Leipzig: Teuber, 1864.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0545.tlg001.humanitext-grc2:1.praef-1.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者在序言中阐明了探究动物天生德性的意义及自身的著述目的,随后记述了迪奥墨得亚岛上亲近希腊人的鸟类、因贪淫而被捕的鹦嘴鱼,以及生活节制的鲻鱼的习性。
προοίμιον ἄνθρωπον μὲν εἶναι σοφὸν καὶ δίκαιον καὶ τῶν οἰκείων παίδων προμηθέστατον, καὶ τῶν γειναμένων ποιεῖσθαι τὴν προσήκουσαν φροντίδα, καὶ τροφὴν ἑαυτῷ μαστεύειν καὶ ἐπιβουλὰς φυλάττεσθαι καὶ τὰ λοιπὰ ὅσα αὐτῷ σύνεστι δῶρα φύσεως, παράδοξον ἴσως οὐδέν· καὶ γὰρ λόγου μετείληχεν ἄνθρωπος τοῦ πάντων τιμιωτάτου, καὶ λογισμοῦ ἠξίωται, ὅσπερ οὖν ἐστι πολυαρκέστατός τε καὶ πολυωφελέστατος· ἀλλὰ καὶ θεοὺς αἰδεῖσθαι οἶδε καὶ σέβειν. τὸ δὲ καὶ τοῖς ἀλόγοις μετεῖναί τινος ἀρετῆς κατὰ φύσιν, καὶ πολλὰ τῶν ἀνθρωπίνων πλεονεκτημάτων καὶ θαυμαστὰ ἔχειν συγκεκληρωμένα, τοῦτο ἤδη μέγα. καὶ εἰδέναι γε μὴ ῥᾳθύμως τὰ προσόντα αὐτῶν ἰδίᾳ ἑκάστῳ, καὶ ὅπως ἐσπουδάσθη οὐ μεῖον τῶν ἀνθρώπων καὶ τὰ τῶν ἄλλων ζῴων, εἴη ἄν τινος πεπαιδευμένης φρενὸς καὶ μαθούσης πολλά. ὡς μὲν οὖν καὶ ἑτέροις ὑπὲρ τούτων ἐσπούδασται, καλῶς οἶδα· ἐγὼ δὲ ἐμαυτῷ ταῦτα ὅσα οἷόν τε ἦν ἀθροίσας καὶ περιβαλὼν αὐτοῖς τὴν συνήθη λέξιν, κειμήλιον οὐκ ἀσπούδαστον ἐκπονῆσαι πεπίστευκα. εἰ δέ τῳ καὶ ἄλλῳ φανεῖται ταῦτα λυσιτελῆ, χρήσθω αὐτοῖς· ὅτῳ δὲ οὐ φανεῖται, ἐάτω τῷ πατρὶ θάλπειν τε καὶ περιέπειν· οὐ γὰρ πάντα πᾶσι καλά, οὐδὲ ἄξια δοκεῖ σπουδάσαι πᾶσι πάντα. εἰ δὲ ἐπὶ πολλοῖς τοῖς πρώτοις καὶ σοφοῖς γεγόναμεν,1 μὴ ἔστω ζημίωμα ἐς ἔπαινον ἡ τοῦ χρόνου λῆξις, εἴ τι καὶ αὐτοὶ σπουδῆς ἄξιον μάθημα παρεχοίμεθα καὶ τῇ εὑρέσει τῇ περιττοτέρᾳ καὶ τῇ φωνῇ.
序言 人类明智而正义,对自己的子女关怀备至,对生身父母给予应有的照顾,为自己觅食,防范阴谋,并具备一切赋予他的自然禀赋,这或许毫不足奇;因为人类分有了万物中最尊贵的理性,并蒙受了理智的恩赐,而理智确实最能自足且最有裨益;不仅如此,人类亦懂得敬畏与崇拜诸神。然而,甚至无理性的生灵在天性上也分有某种德性,并兼具人类的许多长处与令人赞叹的特质,这便已是一件大事了。若能毫不懈怠地知晓它们各自独特的禀赋,并看到其他动物的事物同样受到不亚于人类的专注关照,这当属于受过良好教养、学识渊博的心灵。我知道,其他人亦曾就这些事物做过辛勤的探究;但我自己尽己所能将这些搜集起来,并赋予它们通俗易懂的文体,我相信自己已经完成了一部不可忽视的珍宝之作。若其他人亦觉得这些内容有益,尽可加以利用;若有人不以为然,便请任由它的父亲(作者)将其珍爱与看顾;因为并非所有事物对所有人都是美好的,亦非所有事物在所有人看来都值得追求。即便我们生于众多杰出的智者之后,时代的后至也不应成为削减赞赏的缺陷,只要我们自身亦能凭借更严密的考证与文字表达,提供出值得严肃探究的真知。
καλεῖταί τις Διομήδεια νῆσος, καὶ ἐρωδιοὺς ἔχει πολλούς. οὗτοι, φασί, τοὺς βαρβάρους οὔτε ἀδικοῦσιν οὔτε αὐτοῖς προσίασιν· ἐὰν δὲ Ἕλλην κατάρῃ ξένος, οἳ δὲ θείᾳ τινὶ δωρεᾷ προσίασι2 πτέρυγας ἁπλώσαντες οἱονεὶ χεῖράς τινας ἐς δεξίωσίν τε καὶ περιπλοκάς. καὶ ἁπτομένων τῶν Ἑλλήνων οὐχ ὑποφεύγουσιν, ἀλλʼ ἀτρεμοῦσι καὶ ἀνέχονται, καὶ καθημένων ἐς τοὺς κόλπους καταπέτονται, ὥσπερ οὖν ἐπὶ ξένια κληθέντες. λέγονται οὖν οὗτοι Διομήδους ἑταῖροι εἶναι καὶ σὺν αὐτῷ τῶν ὅπλων τῶν ἐπὶ τὴν Ἴλιον μετεσχηκέναι, εἶτα τὴν προτέραν φύσιν ἐς τὸ τῶν ὀρνίθων μεταβαλόντες εἶδος, ὅμως ἔτι καὶ νῦν διαφυλάττειν τὸ εἶναι Ἕλληνές τε καὶ Φιλέλληνες.
有一座名为迪奥墨得亚的岛屿,岛上有许多苍鹭。据说,这些鸟既不伤害蛮族,亦不接近他们;但若有希腊旅人靠岸,它们便凭着某种神圣的恩赐,展开双翼宛如双手般迎上前去,以示致意与拥抱。当希腊人抚摸它们时,它们绝不飞逃,而是静止忍耐,甚至在人们坐下时飞入他们的怀中,宛如被邀请赴宴的宾客。因此传说它们是迪奥墨得斯的同伴,曾与他一同参加征讨伊利昂的战役,随后它们以前的天性虽转变为鸟类的形态,却至今仍保持着作为希腊人与亲希腊者的品格。
ὁ σκάρος πόας μὲν θαλαττίας σιτεῖται καὶ βρύα· λαγνίστατος δὲ ἄρα ἰχθύων ἁπάντων ἦν,3 καὶ ἥ γε πρὸς τὸ θῆλυ ἀκόρεστος ἐπιθυμία αὐτῷ ἁλώσεως αἰτία γίνεται. ταῦτα οὖν αὐτῷ συνεγνωκότες οἱ σοφοὶ τῶν ἁλιέων, ἐπιτίθενταί οἱ τὸν τρόπον τοῦτον. ὅταν θῆλυν συλλάβωσιν, ἐνέδησαν ὁρμιᾷ σπάρτου πεποιημένῃ λεπτῇ τοῦ στόματος ἄκρου, καὶ ἐπισύρουσι διὰ τῆς θαλάττης τὸν ἰχθὺν ζῶντα· ἴσασι δὲ εὐνάς τε αὐτῶν καὶ διατριβὰς καὶ ὅπου συναγελάζονται. μόλυβδος δὲ αὐτοῖς πεποίηται βαρὺς τὴν ὁλκήν, περιφερὴς τὸ σχῆμα, καὶ ἔχει μῆκος τριῶν δακτύλων, καὶ διείληπται ἐξ ἄκρων σχοίνῳ, καὶ ἐπισύρει τὸν τεθηραμένον. καὶ κύρτον τις τῶν ἐν τῇ πορθμίδι παραρτήσας ἐπάγεται εὐρὺν τὸ στόμα, καὶ ἐς τὸν ἑαλωκότα τέτραπται σκάρον ὁ κύρτος· βαρεῖται δὲ ἡσυχῆ οὗτος λίθῳ μεμετρημένῳ. οὐκοῦν οἱ ἄρρενες, ὥσπερ οὖν νύμφην ὡρικὴν νεανίαι θεασάμενοι, οἰστροῦνταί τε καὶ μεταθέουσι, καὶ ἐπείγονται φθάσαι ἄλλος ἄλλον καὶ γενέσθαι πλησίον καὶ παραψαῦσαι, ὥσπερ οὖν δυσέρωτες ἄνθρωποι φίλημα ἢ κνίσμα θηρώμενοι ἤ τι ἄλλο κλέμμα ἐρωτικόν. ὁ τοίνυν ἄγων τὸν θῆλυν ἡσυχῆ καὶ πεφεισμένως, λοχῶν τε καὶ ἐπιβουλεύων εὐθὺ τοῦ κύρτου σὺν τῇ ἐρωμένῃ, φαίης ἄν, τοὺς ἐραστὰς ἄγει. γενομένων δὲ ὁμοῦ τῷ κύρτῳ, τὸν μὲν μόλυβδον μεθῆκεν ὁ θηρατὴς ἐς τὸ ἔσω· ὃ δὲ ἄρα ἐμπίπτων σὺν τῇ ὁρμιᾷ κατασπᾷ καὶ τὸν θῆλυν. οὐκοῦν συνεσρεύσαντες ἑαλώκασι, καὶ διδόασι δίκην ὁρμῆς ἀφροδισίου ταύτην οἱ σκάροι.
鹦嘴鱼以海草和苔藓为食;然而它竟是所有鱼类中最贪淫者,对雌性的无厌欲望遂成为其被捕的原因。明智的渔夫深谙其习性,便以如下方式捕捉它们。当他们捕获一条雌鱼时,就用细小的麻线系在它的嘴角,将活鱼拉着穿行于海中;因为渔夫深知它们的栖息处、活动场所和聚集之地。他们制备了一枚铅坠,重量沉重,形状圆润,长三指,两端用绳索系住,用以拖曳这只被捕获的雌鱼。舟中的一人悬挂起一只口部宽阔的竹笼并将其引来,竹笼正对着被俘的鹦嘴鱼;竹笼借由适度大小的石块轻轻下沉。于是雄鱼们宛如看见妙龄少女的年轻男子,情欲勃发,紧追不舍,各自争先恐后地靠近并与之摩挲,犹如深陷热恋的人寻求亲吻、抚摸或其他爱情的偷欢。那个平静且克制地引着雌鱼的人,潜伏设伏,可以说正把求爱者连同心上人一起直接引向竹笼。当它们来到竹笼近旁时,捕鱼者便将铅坠沉入笼内;铅坠随钓线落下,将雌鱼亦拖入其中。于是它们一拥而入,尽皆被捕,鹦嘴鱼便为这情欲的冲动付出了这般代价。
ὁ ἰχθὺς ὁ κέφαλος τῶν ἐν τοῖς ἕλεσι βιούντων ἐστί, καὶ πεπίστευται τῆς γαστρὸς κρατεῖν καὶ διαιτᾶσθαι πάνυ σωφρόνως. ζῴῳ μὲν γὰρ οὐκ ἐπιτίθεται, ἀλλὰ πρὸς πάντας τοὺς ἰχθῦς ἔνσπονδος εἶναι πέφυκεν· ὅτῳ δʼ ἂν ἐντύχῃ κειμένῳ, τοῦτό οἱ δεῖπνόν ἐστιν. οὐ πρότερον δὲ αὐτοῦ προσάπτεται, πρὶν ἢ τῇ οὐρᾷ κινῆσαι. καὶ ἀτρεμοῦντος μὲν ἔχει τὴν ἄγραν, κινηθέντος δὲ ἀνεχώρησεν.
鲻鱼属于生活在沼泽中的鱼类,人们相信它能节制食欲,生活极为适度。因为它从不攻击活物,天生便与所有鱼类相安无事;凡是它碰见静止躺卧之物,便成为其美餐。然而在用尾巴拨动它之前,它绝不触碰。若物体纹丝不动,它便将猎物吃下;若物体动弹,它便退去。
- 1.praefἐπὶ πολλοῖς τοῖς πρώτοις καὶ σοφοῖς γεγόναμεν
介词 ἐπί 接与格在此表示时间上的先后顺序(“在……之后”),指在许多前代智者(τοῖς πρώτοις καὶ σοφοῖς)之后降生(γεγόναμεν)。紧随其后的 ἡ τοῦ χρόνου λῆξις(时代的后至)印证了这一时间性的解释。
- 1.1οἳ δὲ θείᾳ τινὶ δωρεᾷ προσίασι
οἳ δέ 虽然呈现关系代词形式,但在此处作为前接条件句(ἐὰν δὲ Ἕλλην κατάρῃ ξένος)的主句(归结句)主语,发挥指示代词的功能。亦可视为带有归结连词 δέ(apodotic δέ)的代词用法。
- 1.2λαγνίστατος δὲ ἄρα ἰχθύων ἁπάντων ἦν
未完成过去时 ἦν 与 ἄρα 连用,构成表示叙述者认识到既成事实的“发现的未完成时”(imperfect of discovery/philosophical imperfect)。在语境中它用来陈述鱼类的普遍天性,而非过去的孤立事件。
