- 底本
- Aelian. Claudii Aeliani De Natura Animalium Libri xvii, Vol. 1. Hercher, Rudolf, editor. Leipzig: Teuber, 1864.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0545.tlg001.humanitext-grc2:1.32-1.36
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者记述了海鳝、章鱼与龙虾之间的克制争斗,海鳝破网逃逸与乌贼喷墨遁形的方式,鸟类抵御邪眼的药草与奇石,以及电鳐、植物与野兽遗迹引发麻痹的神秘力量。
ἦ δεινὸν κακὸν καὶ νόσημα ἄγριον ἔχθρα καὶ μῖσος συμφυές, εἴπερ οὖν καὶ τοῖς ἀλόγοις ἐντέτηκε καὶ αὐτοῖς ἐστι δυσέκνιπτα. μύραινα γοῦν πολύποδα μισεῖ, καὶ πολύπους καράβῳ πολέμιος, καὶ μυραίνῃ κάραβος ἔχθιστός ἐστι. μύραινα μὲν γὰρ ταῖς ἀκμαῖς τῶν ὀδόντων τὰς πλεκτάνας τῷ πολύποδι διακόπτει, εἶτα μέντοι καὶ ἐς τὴν γαστέρα ἐσδῦσα αὐτῷ τὰ αὐτὰ δρᾷ, καὶ εἰκότως· ἣ μὲν γὰρ νηκτική, ὃ δὲ ἔοικεν ἕρποντι· εἰ δὲ καὶ τρέποιτο τὴν χρόαν κατὰ τὰς πέτρας, ἔοικεν αὐτῷ τὸ σόφισμα συμφέρειν οὐδὲ ἓν τοῦτο· ἔστι γὰρ συνιδεῖν ἐκείνη δεινὴ τοῦ ζῴου τὸ παλάμημα. τούς γε μὴν καράβους αὐτοὶ συλλαβόντες1 ἐς πνῖγμα, ὅταν νεκροὺς ἐργάσωνται, τὰ κρέα ἐκμυζῶσιν αὐτῶν. κέρατα δὲ τὰ ἑαυτοῦ ὁ κάραβος ἀνεγείρας καὶ θυμωθεὶς ἐς αὐτά, προκαλεῖται μύραιναν. οὐκοῦν ἣ μὲν τοῦ ἀντιπάλου τὰ κέντρα, ὅσα οἱ προβέβληται, ταῦτα οὐκ ἐννοοῦσα καταδάκνει· ὃ δὲ τὰς χηλὰς οἱονεὶ χεῖρας προτείνας, τῆς δέρης παρʼ ἑκάτερα ἐγκρατῶς ἐχόμενος οὐ μεθίησιν· ἣ δὲ ἀσχάλλει καὶ ἑαυτὴν ἑλίττει καὶ περιβάλλει τῶν ὀστράκων ταῖς ἀκμαῖς, ὧνπερ οὖν ἐς αὐτὴν πηγνυμένων μαλκίει τε καὶ ἀπαγορεύει, καὶ τελευτῶσα παρειμένη κεῖται· ὃ δὲ τὴν ἀντίπαλον ποιεῖται δεῖπνον.
确实,仇衅与生就的憎恨乃是可怕的祸患与野蛮的痼疾,倘若它们当真亦深植于无理性的动物之中且同样难以洗涤。至少海鳝憎恨章鱼,章鱼是龙虾的死敌,而龙虾对海鳝而言亦是最大的对头。盖因海鳝以锋利的齿刃咬断章鱼的触手,随后甚至潜入其肚腹实施同样的摧残,而这也合乎常理:因海鳝擅长游泳,而章鱼酷似爬行之物;即使章鱼顺应礁石变换体色,这套机巧对它而言亦似乎毫无裨益,因海鳝极善洞察此兽的狡计。章鱼群则紧紧勒住龙虾使其窒息,将其制死后吸食其肉。然而龙虾竖起触角并运怒其上,向海鳝发起挑战。海鳝未顾及对手伸展出的硬刺便猛咬下去;龙虾则如伸手般探出双螯,牢固钳住海鳝颈项两侧而不肯松脱。海鳝痛苦挣扎,翻卷身躯缠裹住龙虾甲壳的锋锐棱角;随着利角扎入体内,海鳝渐渐麻痹力竭,最终瘫软倒地;龙虾遂将这名对手化作盘中美餐。
τὴν μύραιναν τὸν ἰχθὺν τρέφει τὰ πελάγη. ὅταν δὲ αὐτὴν τὸ δίκτυον περιλάβῃ, διανήχεται καὶ ζητεῖ ἢ βρόχον ἀραιὸν ἢ ῥῆγμα τοῦ δικτύου πάνυ σοφῶς· καὶ ἐντυχοῦσα τούτων τινὶ καὶ διεκδῦσα ἐλευθέρα νήχεται αὖθις· εἰ δὲ τύχοι μία τῆσδε τῆς εὐερμίας, καὶ αἱ λοιπαὶ ὅσαι τοῦ αὐτοῦ γένους συνεαλώκασι κατὰ τὴν ἐκείνης φυγὴν ἐξίασιν, ὡς ὁδόν τινα λαβοῦσαι παρʼ ἡγεμόνος.
大海孕育了海鳝这种鱼。每当渔网围拢住海鳝时,它便四处巡游,极富智慧地寻找稀疏的网孔或网破裂之处;一旦遇上其中之一便穿钻而出,再次自由游曳。若有一条碰上此等好运,被一同捕获的同种其余海鳝皆沿着它的逃遁路径脱身,宛如从领路人处获得了指引的道路一般。
τὴν σηπίαν ὅταν μέλλωσιν αἱρεῖν οἱ τούτων ἀγαθοὶ θηραταί, συνεῖσα ἐκείνη παρῆκε τὸ ἐξ ἑαυτῆς ὑπόσφαγμα, καὶ καταχεῖται ἑαυτῆς, καὶ περιλαμβάνει καὶ ἀφανίζει πᾶσαν, καὶ κλέπτεται τὴν ὄψιν2 ὁ ἁλιεύς· καὶ ἣ μὲν ἐν ὀφθαλμοῖς ἐστιν, ὃ δὲ οὐχ ὁρᾷ. τοιοῦτόν τι καὶ τῷ Αἰνείᾳ νέφος περιβαλὼν ἠπάτησε τὸν Ἀχιλλέα ὁ Ποσειδῶν, ὡς Ὅμηρος λέγει.
每当擅长捕捉乌贼的熟练渔夫将要捕获它时,乌贼有所察觉,便释出体内的墨汁浇注在自身四周,墨汁笼罩并掩盖其通体,渔夫的视线遂被遮蔽;它虽近在眼前,渔夫却不见其形。正如荷马所言,波塞冬亦曾以这般的云雾笼罩埃涅阿斯而蒙蔽了阿喀琉斯。
βασκάνων ὀφθαλμοὺς καὶ γοήτων φυλάττεται καὶ τῶν ζῴων τὰ ἄλογα φύσει τινὶ ἀπορρήτῳ καὶ θαυμαστῇ. ἀκούω γοῦν βασκανίας ἀμυντήριον τὰς φάττας δάφνης κλωνία ἀποτραγούσας λεπτὰ εἶτα μέντοι ταῖς ἑαυτῶν καλιαῖς ἐντιθέναι τῶν νεοττίων φειδοῖ· ἰκτῖνοι δὲ ῥάμνον, κίρκοι δὲ πικρίδα, αἵ γε μὴν τρυγόνες τὸν τῆς ἴρεως καρπόν, ἄγνον δὲ κόρακες, οἱ δὲ ἔποπες τὸ ἀδίαντον, ὅπερ οὖν καὶ καλλίτριχον καλοῦσί τινες, ἀριστερεῶνα δὲ κορώνη, καὶ κιττὸν ἅρπη, καρκίνον δὲ ἐρωδιός, πέρδιξ δὲ καλάμου φόβην, θαλλὸν δὲ αἱ κίχλαι μυρρίνης. προβάλλεται δὲ καὶ κόρυδος ἄγρωστιν, ἀετοὶ δὲ τὸν λίθον, ὅσπερ οὖν ἐξ αὐτῶν ἀετίτης κέκληται. λέγεται δὲ οὗτος ὁ λίθος καὶ γυναιξὶ κυούσαις ἀγαθὸν εἶναι, ταῖς ἀμβλώσεσι πολέμιος ὤν.
无理性的动物亦凭借某种隐秘而奇妙的天性防备妒忌者的邪眼与巫师。至少我听闻斑尾林鸽为了防范邪眼,会啄折纤细的月桂枝条,出于对雏鸟的爱惜而将其铺在巢中;鸢用鼠李,鹰用苦荬,斑鸠用鸢尾果实,渡鸦用黄荆,戴胜用铁线蕨——有人亦称其为美发草——乌鸦用马鞭草,鹘用常春藤,苍鹭用螃蟹,石鸡用芦苇穗,鸫用香桃木嫩枝。凤头百灵以狗牙根作为屏障,雕则备有因其而得名的鹰石。据说此石对孕妇亦大有裨益,能够抵御流产。
ὁ ἰχθὺς ἡ νάρκη ὅτου ἂν καὶ προσάψηται τὸ ἐξ αὐτῆς ὄνομα ἔδωκέ τε καὶ ναρκᾶν ἐποίησεν. ἡ δὲ ἐχενηὶς ἐπέχει τὰς ναῦς, καὶ ἐξ οὗ ποιεῖ καλοῦμεν αὐτήν. κυούσης δὲ ἁλκυόνος ἵσταται μὲν τὰ πελάγη, εἰρήνην δὲ καὶ φιλίαν ἄγουσιν ἄνεμοι. κύει δὲ ἄρα χειμῶνος μεσοῦντος, καὶ ὅμως ἡ τοῦ ἀέρος γαλήνη δίδωσιν εὐημερίαν, καὶ ἁλκυονείας τηνικάδε τῆς ὥρας ἄγομεν ἡμέρας. ἴχνος δὲ λύκου πατεῖ κατὰ τύχην ἵππος, καὶ νάρκη περιείληφεν αὐτόν. εἰ δὲ ὑπορρίψειας ἀστράγαλον λύκου τετρώρῳ θέοντι, τὸ δὲ ὡς πεπηγὸς ἑστήξεται,3 τῶν ἵππων τὸν ἀστράγαλον πατησάντων. λέων δὲ φύλλοις πρίνου τὸ ἴχνος ἐπιβάλλει, καὶ ναρκᾷ· δὲ καὶ ὁ λύκος, εἰ καὶ μόνον προσπελάσειε πετήλοις σκίλλης. ταῦτά τοι καὶ αἱ ἀλώπεκες ἐς τὰς εὐνὰς τῶν λύκων ἐμβάλλουσι, καὶ εἰκότως· διὰ γὰρ τὴν ἐξ αὐτῶν ἐπιβουλὴν νοοῦσιν ἔχθιστα αὐτοῖς.
电鳐无论触碰何物,皆赋予其自身的名号并令其麻木。吸盘鱼能够阻滞船只,我们正是依其所为而命其名。当翠鸟孵卵之时,海洋归于平息,风亦带来和平与友睦。它正值仲冬之际抱卵,大气的宁谧却赐予明朗晴和,我们在岁时的这个阶段迎来翠鸟之日。马若偶然踩中狼的足迹,麻痹便将其笼罩。倘若将狼的距骨抛向奔驰的四马战车下方,一旦马匹踩上这块距骨,战车便会如冻结般凝止不动。狮子将脚踩在刺叶栎的叶片上亦会麻痹;狼若仅仅接近海葱的叶片,同样会陷入僵木。因此狐狸将海葱叶投入狼穴之中,这也合乎常理;因忌惮狼对自身的图谋,狐狸对其怀有极深的仇恨。
- 1.32τούς γε μὴν καράβους αὐτοὶ συλλαβόντες
主格代词 αὐτοί 指代三者克制关系(海鳝、章鱼、龙虾)中的“章鱼群(πολύποδες)”,承接上文被海鳝捕食的角色,转换为捕食龙虾的主体;此处由前文指代单数的 ὁ πολύπους 转为表示物种整体的复数主语。
- 1.34κλέπτεται τὴν ὄψιν
动词 κλέπτεται 处于被动态,表示“被剥夺”,宾格 τὴν ὄψιν 为表示受损部位或方面的关系宾格(限制宾格),构成“渔夫的视线被剥夺/蒙蔽”的被动表述。
- 1.36τετρώρῳ θέοντι, τὸ δὲ ὡς πεπηγὸς ἑστήξεται
与格短语 τετρώρῳ θέοντι 依附于复合动词 ὑπορρίψειας,作表示不利影响的与格(“在疾驰的四马战车之下”)。后文的代词 τὸ δέ 指代实质化中性名词 τέτρωρον(四马战车)作为 ἑστήξεται 的主语,随后的属格独立结构 τῶν ἵππων ... πατησάντων 则补充说明其动作触发的条件。
