← 克劳狄乌斯·埃利安

论动物的本性

§1.25-1.31

鬣狗变性与章鱼豪猪等自卫习性

本段记述了多种动物的习性:雌雄年年互换的鬣狗、为专属配偶争斗的海斑鲷、饥饿时自食触腕并再生的章鱼、从死马骨髓滋生的黄蜂、以幻术蛊惑人鸟的猫头鹰、以死相拼刺毙海鲈的明虾,以及用背刺御敌的豪猪。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.25

οἱ Ὀρέσται καὶ οἱ Ἀλκμαίωνες πρὸς ταῦτα, ὦ τραγῳδοὶ φίλοι; τὴν ὕαιναν τῆτες μὲν ἄρρενα εἰ θεάσαιο, τὴν αὐτὴν ἐς νέωτα ὄψει θῆλυν· εἰ δὲ θῆλυν νῦν, μετὰ ταῦτα ἄρρενα· κοινωνοῦσί τε ἀφροδίτης ἑκατέρας, καὶ γαμοῦσί τε καὶ γαμοῦνται, ἀνὰ ἔτος πᾶν ἀμείβουσαι τὸ γένος. οὐκοῦν τὸν Καινέα καὶ τὸν Τειρεσίαν ἀρχαίους ἀπέδειξε1 τὸ ζῷον τοῦτο οὐ κόμποις ἀλλὰ τοῖς ἔργοις αὐτοῖς.

亲爱的悲剧诗人们啊,面对这些,俄瑞斯忒斯们与阿尔克迈翁们又能说什么呢?至于鬣狗,倘若你今年见它是雄性,来年便会见同一只变为雌性;若如今是雌性,此后便为雄性;它们兼具两性的交媾之乐,既娶亦嫁,每年变换一次性别。因此,这种生灵并非凭空夸口,而是以切实的作为证明了凯纽斯与忒瑞西阿斯不过是落伍的前人罢了。

§1.26

μάχονται μὲν ὑπὲρ τῶν θηλειῶν ὡς ὑπὲρ ὡραίων γυναικῶν καὶ οἱ τράγοι πρὸς τράγους καὶ οἱ ταῦροι πρὸς ταύρους καὶ ὑπὲρ οἰῶν οἱ κριοὶ πρὸς τοὺς ἀντερῶντας· ὀργῶσι δὲ ἐπὶ τὰς θηλείας καὶ οἱ θαλάττιοι κάνθαροι. γίνονται δὲ ἐν τοῖς καλουμένοις λεπροῖς χωρίοις, καὶ εἰσὶ ζηλότυποι, καὶ ἴδοις ἂν μάχην ὑπὲρ τῶν θηλειῶν καρτεράν· καὶ ἔστιν ὁ ἀγὼν οὐχ ὑπὲρ πολλῶν, ὡς τοῖς σαργοῖς, ἀλλʼ ὑπὲρ τῆς ἰδίας συννόμου, ὡς ὑπὲρ γαμετῆς τῷ Μενέλεῳ πρὸς τὸν Πάριν.

公山羊对公山羊、公牛对公牛为了雌性,公羊对情敌为了母羊而交战,宛如为了美丽的妇人争斗一般;海斑鲷亦同样为雌鱼而情欲炽烈。它们生活在所谓的荒粝粗糙之地,极具嫉妒之心,人们常能见到为了争夺雌鱼而展开的激烈搏斗;且这场争斗并非如海鲷那般为了争夺群体,而是为了各自专属的配偶,宛如墨涅拉俄斯为了结发妻子而与帕里斯对决一般。

§1.27

Ἑστιᾶται μὲν ἄλλαις καὶ ἄλλαις τροφαῖς ὁ πολύπους· ἔστι γὰρ καὶ φαγεῖν δεινὸς καὶ ἐπιβουλεῦσαι σφόδρα πανοῦργος· τὸ δὲ αἴτιον, παμβορώτατος θηρίων θαλαττίων ἐστί. καὶ ἡ ἀπόδειξις, εἴ τις αὐτῷ γένοιτο ἀθηρία, τῶν ἑαυτοῦ πλοκάμων παρέτραγε, καὶ τὴν γαστέρα κορέσας τὴν σπάνιν τῆς ἄγρας ἠκέσατο·2 εἶτα ἀναφύει τὸ ἐλλεῖπον, ὥσπερ οὖν τῆς φύσεως τοῦτό οἱ ἐν τῷ λιμῷ παρασκευαζούσης ἕτοιμον τὸ δεῖπνον.

章鱼以形形色色的食物为食;盖因它既极善吞食,又极精于谋算行诈;其缘由在于,它是海洋生物中最贪婪无度者。证据便是:倘若它遭遇捕食不利,便会啃食自身的触腕,填饱肚腹以弥补猎物的匮乏;随后它又能重新长出缺失的部分,宛如大自然在饥荒之时专门为它备下了这顿现成的筵席。

§1.28

ἵππος ἐρριμμένος σφηκῶν γένεσίς ἐστιν. ὃ μὲν γὰρ ὑποσήπεται, ἐκ δὲ τοῦ μυελοῦ ἐκπέτονται οἱ θῆρες οὗτοι, ὠκίστου ζῴου πτηνὰ ἔκγονα, τοῦ ἵππου οἱ σφῆκες.

遗弃的倒毙马匹乃是黄蜂的由生之处。盖因当马匹逐渐腐烂之际,这些生灵便从骨髓中飞出——最敏捷之兽的带翼后裔,正是源于马体的黄蜂。

§1.29

αἱμύλον ζῷον καὶ ἐοικὸς ταῖς φαρμακίσιν ἡ γλαῦξ. καὶ πρώτους μὲν αἱρεῖ τοὺς ὀρνιθοθήρας ᾑρημένη.3 περιάγουσι γοῦν αὐτὴν ὡς παιδικὰ ἢ καὶ νὴ Δία περίαπτα ἐπὶ τῶν ὤμων. καὶ νύκτωρ μὲν αὐτοῖς ἀγρυπνεῖ καὶ τῇ φωνῇ οἱονεί τινι ἐπαοιδῇ γοητείας ὑπεσπαρμένης αἱμύλου τε καὶ θελκτικῆς τοὺς ὄρνιθας ἕλκει καὶ καθίζει πλησίον ἑαυτῆς· ἤδη δὲ καὶ ἐν ἡμέρᾳ θήρατρα ἕτερα τοῖς ὄρνισι προσείει μωκωμένη καὶ ἄλλοτε ἄλλην ἰδέαν προσώπου στρέφουσα, ὑφʼ ὧν κηλοῦνται καὶ παραμένουσιν ἐνεοὶ πάντες ὄρνιθες, ᾑρημένοι δέει καὶ μάλα γε ἰσχυρῷ ἐξ ὧν ἐκείνη μορφάζει. ὁ λάβραξ καρίδος ἥττηται, καὶ εἴη ἄν, ἵνα τι καὶ παίσας εἴπω, ἰχθύων ὀψοφαγίστατος. οὐκοῦν ἕλειοι ὄντες τὰς ἑλείους ἐλλοχῶσιν. εἰσὶ γὰρ τῷ γένει τριτταί· καὶ αἳ μὲν αὐτῶν οἵας προεῖπον, αἳ δὲ ἐκ φυκίων, πετραῖαί γε μὴν αἱ τρίται. ἀμύνεσθαι δὲ αὐτοὺς ἀδυνατοῦσαι αἱροῦνται συναποθνήσκειν. καὶ τό γε σόφισμα εἰπεῖν οὐκ ὀκνήσω αὐτῶν. ὅταν γοῦν αἴσθωνται λαμβανόμεναι, τὸ ἐξέχον τῆς κεφαλῆς ʽἔοικε δὲ τριήρους ἐμβόλῳ καὶ μάλα γε ὀξεῖ, καὶ ἄλλως ἐντομὰς ἔχει δίκην πριόνοςʼ τοῦτο τοίνυν αἱ γενναῖαι σοφῶς ἐπιστρέψασαι πηδῶσί τε καὶ ἀναθόρνυνται κοῦφα καὶ ἁλτικά. κέχηνε δὲ ὁ λάβραξ μέγα, καὶ ἔστιν οἱ τὰ τῆς δέρης ἁπαλά. οὐκοῦν ὃ μὲν συλλαβὼν τὴν καρίδα καμοῦσαν οἴεται δεῖπνον ἕξειν, ἣ δὲ ἐν ἐξουσίᾳ τε καὶ εὐρυχωρίᾳ σκιρτᾷ τῆς φάρυγγος ὡς ἂν εἴποις καταχορεύουσα· εἶτα ἐμπήγνυται τῷ δειλαίῳ θηρατῇ τὰ κέντρα, καὶ ἑλκοῦταί οἱ τὰ ἔνδον καὶ ἀνοιδήσαντα αἷμα ἐκβάλλει πολὺ καὶ ἀποπνίγει, καὶ καινότατα δήπου ἀποκτείνασα ἀνῄρηται.4

猫头鹰乃是狡黠的动物,酷似施弄巫术的女巫。它虽被捕获,却反先将捕鸟人俘获。至少捕鸟人会将它如娈童甚至如护身符一般顶在肩头携行。夜间它为他们守夜不眠,以宛如掺杂了狡黠魅惑巫术之咒语的鸣声引来鸟雀,令其栖止于自己身旁;甚至在白昼,它亦向鸟群摆弄出另一套机关,百般戏弄并不断变换面部姿态,所有鸟雀皆受其迷惑,因它那变幻莫测的鬼脸所引发的剧烈恐惧而惊愕呆立。 海鲈对明虾难以抗拒,若允许我戏言一句,它可谓鱼类中最讲究口腹之欲的饕餮之客。因此,栖息于沼泽的海鲈便埋伏捕食沼泽明虾。盖因虾类共有三种:一类如前所述,一类居于海藻中,第三类则居于岩礁之间。虾群自知无力抵御海鲈,便选择同归于尽。我当毫不犹豫地道出它们的奇谋。当它们察觉自己被捕获之时,这些英勇的生灵便巧妙地调转头部的突出部分——此物酷似三列桨战船尖锐无比的冲角,且带有锯齿般的刻痕——并轻盈腾跃跳动。海鲈口张得极大,且咽喉部位极为娇嫩。于是海鲈以为擒获了精疲力竭的明虾便可大快朵颐;然而明虾却在自由而宽敞的咽喉深处欢跃腾挪,宛如跳起凯旋之舞一般;继而将尖刺深深扎入这可怜的捕食者体内,使其内脏溃烂肿胀,大量呕血直至窒息;明虾以如此前所未闻的奇异方式诛杀了对手,自己亦一同殒命。

§1.31

ὀνύχων ἀκμαῖς καὶ ὀδόντων διατομαῖς θαρροῦσι καὶ ἄρκτοι καὶ λύκοι καὶ πάρδοι καὶ λέοντες· τὴν δὲ ὕστριχα ἀκούω ταῦτα μὲν οὐκ ἔχειν, οὐ μὴν ὅπλων ὑπὸ τῆς φύσεως ἀμυντηρίων ἀπολελεῖφθαι ἐρήμην. τοῖς γοῦν ἐπιοῦσιν ἐπὶ λύμῃ τὰς ἄνωθεν τρίχας οἱονεὶ βέλη ἐκπέμπει, καὶ εὐστόχως βάλλει πολλάκις, τὰ νῶτα φρίξασα· καὶ ἐκεῖναί γε πηδῶσιν, ὥσπερ οὖν ἔκ τινος ἀφειμέναι νευρᾶς.

熊、狼、豹、狮皆依仗利爪与牙刃;但我听闻豪猪虽无此类利器,却绝非被大自然弃置于毫无防卫武器的境地。面对图谋加害的进犯者,它耸起背脊,将背上的毛刺如箭矢般射出,且往往能准确命中;那些硬刺飞射而出,恰如自弓弦上骤然射出一般。

语法注5 条
  1. 1.25τὸν Καινέα καὶ τὸν Τειρεσίαν ἀρχαίους ἀπέδειξε

    此处作“证明了凯纽斯与忒瑞西阿斯乃是过时/落伍之人”。宾语补足语形容词 ἀρχαίους 不单指“古老的”,在语境中含有强烈的修辞对比意味,即鬣狗每年变换性别的真实生理现象,使得神话中仅经历过一两次性别转变的人物显得相形见绌、化为陈旧的历史谈资。

  2. 1.27παρέτραγε, καὶ τὴν γαστέρα κορέσας τὴν σπάνιν τῆς ἄγρας ἠκέσατο

    不定过去时动词 παρέτραγε 与 ἠκέσατο 为表述动物习性与普遍事实的格言式/经验性不定过去时(gnomic/empirical aorist)。在现在时动词(如 ἀναφύει)的语境中配合条件从句(εἴ τις... γένοιτο),表达“便会咬食自身触腕以补匮乏”的习惯性事实。

  3. 1.29πρώτους μὲν αἱρεῖ τοὺς ὀρνιθοθήρας ᾑρημένη

    通过主动态动词 αἱρεῖ 与被动态分词 ᾑρημένη 的同词异形并置(polyptoton)构成的修辞反讽。分词 ᾑρημένη 具让步含义(“虽已被捕”),生动描绘出猫头鹰反而先将捕鸟人自身魅惑/俘获的悖论情境。

  4. 1.30καινότατα δήπου ἀποκτείνασα ἀνῄρηται

    主动态分词 ἀποκτείνασα(“诛杀之后”)与被动主干动词 ἀνῄρηται(“被消灭/丧命”)构成对立,以极具戏剧性的笔触印证了前文所述明虾甘愿与天敌“同归于尽”(συναποθνήσκειν)的主题。

  5. 1.25τί οὖν οἱ Ὀρέσται καὶ οἱ Ἀλκμαίωνες πρὸς ταῦτα, ὦ τραγῳδοὶ φίλοι;

    承接前一段落末尾的“τί οὖν”,此句为省略主要谓语动词(如 ἂν εἴποιεν)的修辞疑问句。专有名词“οἱ Ὀρέσται καὶ οἱ Ἀλκμαίωνες”使用复数表示类指(“像俄瑞斯忒斯与阿尔克迈翁这样的人”),引用希腊悲剧中著名的弑母复仇者,以与前文蝰蛇幼崽破腹弑母之举形成对照。

    未在正文中定位

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0545.tlg001.humanitext-grc2:1.25-1.31