← 克劳狄乌斯·埃利安

论动物的本性

§1.21-1.24

蜘蛛与蚂蚁的灵性及海鲷与毒蛇的习性

本段记述了自然界中诸般奇妙的动物本能:蜘蛛由自身腹部吐丝织就精妙之网,蚂蚁顺应新月闭门不出,海鲷因痴恋山羊而遭渔夫利用诱捕,以及雌雄蝰蛇在交配与繁衍中彼此残杀的恶毒天性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.21

ὑφαντικὴν καὶ ταλασίαν τὴν θεὸν τὴν Ἐργάνην ἐπινοῆσαί φασιν ἄνθρωποι· τὴν δὲ ἀράχνην ἡ φύσις σοφὴν ἐς ἱστουργίαν ἐδημιούργησε. καὶ φιλοτεχνεῖ οὐ κατὰ μίμημα, οὐδὲ ἔξωθεν λαμβάνει τὸ νῆμα, ἀλλʼ ἐκ τῆς οἰκείας νηδύος τοὺς μίτους ἐξάγουσα εἶτα μέντοι τοῖς κούφοις τῶν πτηνῶν θήρατρα ἀποφαίνει, ὡς δίκτυα ἐκπεταννῦσα. καὶ διʼ ὧν ἐξυφαίνει παρὰ τῆς γαστρὸς λαβοῦσα, διὰ τῶνδε ἐκείνην ἐκτρέφει πάνυ φιλεργοῦσα, ὡς καὶ τῶν γυναικῶν τὰς μάλιστα εὔχειρας καὶ νῆμα ἀσκητὸν ἐκπονῆσαι δεινὰς μὴ ἀντιπαραβάλλεσθαι·1 νενίκηκε γὰρ τῇ λεπτότητι καὶ τὴν τρίχα.

世人说工巧女神发明了纺织与毛纺;然而大自然造就的蜘蛛却精于织造之术。它施展技能并非出于模仿,亦非从外界获取丝线,而是从自身腹中抽出丝缕,随后宛如张网一般铺展开来,作为捕获轻捷飞虫的圈套。它自腹部取线纺织,正是凭借这些织物极其勤勉地滋养着那个腹部,以至于即便最灵巧敏捷、长于精制丝线的妇人亦无法与它相媲美;盖因在精细程度上,它甚至胜过了发丝。

§1.22

Βαβυλωνίους τε καὶ Χαλδαίους σοφοὺς τὰ οὐράνια ᾅδουσιν οἱ συγγραφεῖς· μύρμηκες δὲ οὔτε ἐς οὐρανὸν ἀναβλέποντες οὔτε τὰς τοῦ μηνὸς ἡμέρας ἐπὶ δακτύλων ἀριθμεῖν ἔχοντες ὅμως δῶρον ἐκ φύσεως εἰλήχασι παράδοξον· τῇ γὰρ ἡμέρᾳ τοῦ μηνὸς τῇ νέᾳ ἔσω τῆς ἑαυτῶν στέγης οἰκουροῦσι, τὴν ὀπὴν οὐχ ὑπερβαίνοντες ἀλλὰ ἀτρεμοῦντες.

著述家们称颂巴比伦人与迦勒底人精通天象;然而蚂蚁既不仰望苍穹,亦无法用手指计数一月的日数,却依然从大自然那里领受了一份神奇的恩赐:盖因在一月的新月之日,它们便留守在自己的巢穴内部,不出孔隙半步,而是静止不动。

§1.23

οἰκία τῷ σαργῷ τῷ ἰχθύι πέτραι τε καὶ σήραγγες, ἔχουσαι μέντοι διασφάγας μικρὰς, ὡς αὐγὴν ἡλίου κατιέναι καὶ φωτὸς ὑποπιμπλάναι τὰς διαστάσεις τάσδε· χαίρουσι γὰρ οἱ σαργοὶ φωτὶ μὲν παντί, τῆς δὲ ἀκτῖνος τοῦ ἡλίου καὶ μᾶλλον διψῶσιν. οἰκοῦσι δὲ ἐν ταὐτῷ πολλοί· δίαιται δὲ αὐτοῖς καὶ ἤθη τὰ τῆς θαλάσσης βράχη, καὶ τῇ γῇ γειτνιῶσι μάλα ἀσμένως. φιλοῦσι δέ πως αἶγας ἰσχυρῶς. ἐὰν γοῦν πλησίον τῆς ᾐόνος νεμομένων ἡ σκιὰ μιᾶς ἢ δευτέρας ἐν τῇ θαλάττῃ φανῇ, οἳ δὲ ἀσμένως προσνέουσι καὶ ἀναπηδῶσιν, ὡς ἡδόμενοι, καὶ προσάψασθαι τῶν αἰγῶν ποθοῦσιν ἐξαλλόμενοι, καίτοι οὐ πάνυ τι ὄντες ἁλτικοὶ τὴν ἄλλως·2 νηχόμενοι δὲ καὶ ὑπὸ τοῖς κύμασιν ὅμως τῆς τῶν αἰγῶν ὀσμῆς ἔχουσιν αἴσθησιν, καὶ ὑφʼ ἡδονῆς προελθεῖν ἐπʼ αὐτὰς σπεύδουσιν. ἐπεὶ τοίνυν δυσέρωτές εἰσιν, ἐξ ὧν ποθοῦσιν ἐκ τούτων ἁλίσκονται. ἁλιεὺς γὰρ ἀνὴρ αἰγὸς δορᾷ ἑαυτὸν περιαμπέχει, σὺν αὐτοῖς τοῖς κέρασι δαρείσης αὐτῆς· λαμβάνει δὲ ἄρα τὸν ἥλιον κατὰ νώτου ἐπιβουλεύων ὁ θηρατὴς τῇ ἄγρᾳ, εἶτα καταπάττει τῆς θαλάττης, ὑφʼ ἣν οἰκοῦσιν οἱ προειρημένοι, ἄλφιτα αἰγείῳ ζωμῷ διαβραχέντα. ἑλκόμενοι δὲ οἱ σαργοὶ ὡς ὑπό τινος ἴυγγος τῆς ὀσμῆς τῆς προειρημένης προσίασι, καὶ σιτοῦνται μὲν τῶν ἀλφίτων, κηλοῦνται δὲ ὑπὸ τῆς δορᾶς. αἱρεῖ δὲ αὐτῶν πολλοὺς ἀγκίστρῳ σκληρῷ καὶ ὁρμιᾷ λίνου λευκοῦ· ἐξῆπται δὲ οὐχὶ καλάμου, ἀλλὰ ῥάβδου κρανείας· δεῖ γὰρ τὸν ἐμπεσόντα ἀνασπάσαι ῥᾷστα, ἵνα μὴ τοὺς ἄλλους ἐκταράξῃ. θηρῶνται δὲ καὶ ἀπὸ χειρός, ἐάν τις τὰς ἀκάνθας, ἃς ἐγείρουσιν ἐς τὸ ἑαυτοῖς ἀμύνειν, ἐς τὸ κάτω μέρος ἀπό γε τῆς κεφαλῆς ἡσυχῆ κατάγων εἶτα κλίνῃ καὶ πιέσας τῶν πετρῶν ἐκσπάσῃ, ἐς ἃς ἑαυτοὺς ὑπὲρ τοῦ λαθεῖν ὠθοῦσιν.

岩石与洞穴乃是海鲷的居所,这些地方带有狭小的裂隙,以便阳光透入并将这些间隙充满光亮;因为海鲷固然喜爱一切光亮,却尤为渴求太阳的光芒。许多海鲷群居于同处;它们的栖息之所与常居之处乃是浅海,且极乐于与陆地为邻。不知何故,它们对山羊怀有异乎寻常的狂热喜爱。倘若有一两只在岸边吃草的山羊的倒影显现在海面上,它们便欣然游近并欢跃而起,宛如无比欣喜一般,并竭力腾跃渴望触及山羊,尽管在通常情况下它们根本不是善跳之鱼;即便游弋在波涛之下,它们依然能嗅到山羊的气味,并在快感的驱使下急切地向其靠近。因此,正因为它们沉溺于这种畸恋,便恰恰被其所渴求之物所捕获。盖因渔夫会将连角剥下的山羊皮裹在自己身上;这位意欲暗算猎物的猎手使太阳位于自己身后,随后向上述游鱼栖居的海面播撒浸透了羊肉汤的大麦粉。海鲷宛如受某种咒符牵引般被上述气味吸引而靠近,它们吞食大麦粉,同时被羊皮所迷惑。渔夫遂用坚硬的鱼钩与白麻钓线捕获它们当中的许多;这钓线并非系在芦苇上,而是系在山茱萸木竿上;因为必须极其容易地将上钩之鱼迅速拉起,以免惊扰其他同类。它们亦可用手捕捉,倘若有人将其为了自卫而竖起的棘刺从头部向下方轻轻抚平压下,随后用力按压,将它们从为了躲避而钻入的岩石缝隙中拖拽出来即可。

§1.24

ὁ ἔχις περιπλακεὶς τῇ θηλείᾳ μίγνυται· ἣ δὲ ἀνέχεται τοῦ νυμφίου καὶ λυπεῖ οὐδὲ ἕν. ὅταν δὲ πρὸς τῷ τέλει τῶν ἀφροδισίων ὦσι, πονηρὰν ὑπὲρ τῆς ὁμιλίας τὴν φιλοφροσύνην ἐκτίνει ἡ νύμφη τῷ γαμέτῃ· ἐμφῦσα γὰρ αὐτοῦ τῷ τραχήλῳ, διακόπτει αὐτὸν αὐτῇ κεφαλῇ·3 καὶ ὃ μὲν τέθνηκεν, ἣ δὲ ἔγκαρπον ἔχει τὴν μίξιν καὶ κύει. τίκτει δὲ οὐκ ᾠά, ἀλλὰ βρέφη, καὶ ἔστιν ἐνεργὰ ἤδη κατὰ τὴν αὑτῶν φύσιν τὴν κακίστην. διεσθίει γοῦν τὴν μητρῴαν νηδύν, καὶ πρόεισι παραυτὰ τιμωροῦντα τῷ πατρί. τί οὖν

雄蝰蛇通过缠绕雌蛇进行交配;雌蛇容忍新郎,全不施加任何伤害。然而当交媾行将结束之际,新娘却因这结合而给予丈夫恶毒的答谢:盖因它死死咬住丈夫的颈部,连头带颈将其整个咬断;于是雄蛇毙命,而雌蛇则从交配中受孕怀胎。它所产下的并非卵,而是活生生的幼蛇,且按照它们极其险恶的本性已然能够活动。它们径直咬破母腹,即刻破腹而出,为父复仇。那么何以

语法注3 条
  1. 1.21ὡς καὶ τῶν γυναικῶν τὰς μάλιστα εὔχειρας καὶ νῆμα ἀσκητὸν ἐκπονῆσαι δεινὰς μὴ ἀντιπαραβάλλεσθαι

    由 ὡς(相当于 ὥστε)引导的结果不定式结构,带有否定词 μή,表示结果或程度,意为“以至于即便是最巧手的妇人……亦无法与之相比”。ἀντιπαραβάλλεσθαι 呈中动/被动态,前面的宾格名词短语充当不定式的主语。

  2. 1.23τὴν ἄλλως

    宾格副词性成语,省略了阴性名词(如 ὁδόν),意为“通常”、“在其他情况下”或“平素”(故整句为“尽管平素它们根本不是善跳之鱼”)。

  3. 1.24αὐτῇ κεφαλῇ

    强意代词 αὐτός 与名词 κεφαλῇ 一致构成的“伴随与格”(comitative dative),省去了前置词 σύν,构成习语,意为“连同头部本身一起”或“连头带脑”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0545.tlg001.humanitext-grc2:1.21-1.24