← 克劳狄乌斯·埃利安

论动物的本性

§1.17-1.20

海豚的母爱与海牛及蝉的特殊习性

本节论述了海狗将幼仔纳于腹中避险的习性、雌海豚为救负伤幼仔不惜牺牲自身的崇高母爱、海牛以庞大躯体覆压潜水者致其窒息的捕食方式,以及雄蝉以腰腹鸣唱的生理特征。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.17

κύων δὲ θαλαττία τεκοῦσα ἔχει συννέοντα τὰ σκυλάκια ἤδη καὶ οὐκ ἐς ἀναβολάς. ἐὰν δὲ δείσῃ τι τούτων, ἐς τὴν μητέρα ἐσέδυ αὖθις κατὰ τὸ ἄρθρον· εἶτα τοῦ δέους παραδραμόντος τὸ δὲ πρόεισιν, ὥσπερ οὖν ἀνατικτόμενον αὖθις.

另一方面,雌海狗(鲨类)一旦产仔,便立即毫不耽搁地携幼崽一同游弋。这些幼仔中若有受惊者,便会穿过生殖孔再次潜入母腹之内;待到恐慌过去,它便重新外出,宛如再度诞生一般。

§1.18

θαυμάζουσιν ἄνθρωποι τὰς γυναῖκας ὡς ἄγαν φιλοτέκνους· ὁρῶ δὲ ὅτι καὶ τεθνεώτων υἱῶν ἢ θυγατέρων ἔζησαν μητέρες, καὶ τῷ χρόνῳ τοῦ πάθους εἰλήφασι λήθην τῆς λύπης μεμαρασμένης. δελφὶς δὲ ἄρα θῆλυς φιλοτεκνότατος ἐς τὰ ἔσχατα ζῴων ἐστί. τίκτει μὲν γὰρ δύο ὅταν δὲ ἁλιεὺς ἢ τρώσῃ τὸν παῖδα αὐτῆς τῇ τριαίνῃ ἢ τῇ ἀκίδι βάλῃ ἡ μὲν ἀκὶς τὰ ἄνω τέτρηται, καὶ ἐνῆπται σχοῖνος μακρὰ αὐτῇ, οἱ δὲ ὄγκοι ἐσδύντες ἔχονται τοῦ θηρός. καὶ ἕως μὲν ἔτι ῥώμης ὁ δελφὶς ὁ τραυματίας μετείληχε, χαλᾷ ὁ θηρατὴς τὴν σχοῖνον, ἵνα μή ποτε ἄρα ὑπὸ τῆς βίας ἀπορρήξῃ αὐτήν, καὶ γένηταί οἱ δύο κακώ, ἔχων τε ἀπέλθῃ τὴν ἀκίδα ὁ δελφὶς καὶ ἀθηρίᾳ περιπέσῃ αὐτός· ὅταν δὲ αἴσθηται καμόντα καί πως παρειμένον ἐκ τοῦ τραύματος, ἡσυχῆ παρʼ αὐτὴν ἄγει τὴν ναῦν, καὶ ἔχει τὴν ἄγραν. ἡ δὲ μήτηρ οὐκ ὀρρωδεῖ τὸ πραχθέν, οὐδὲ ἀναστέλλεται δείσασα, ἀλλʼ ἀπορρήτῳ φύσει τῷ πόθῳ τοῦ παιδὸς ἕπεται· καὶ δείματα ὁπόσα ἐθέλεις εἰ ἐπάγοις, ἣ δὲ οὐκ ἐκπλήττεται, τὸν παῖδα οὐχ ὑπομένουσα ἀπολιπεῖν ἐν ταῖς φοναῖς ὄντα, ἀλλὰ καὶ ἐκ χειρὸς αὐτὴν πατάξαι πάρεστιν· οὕτως ὁμόσε χωρεῖ τοῖς βάλλουσιν, ὥσπερ οὖν ἀμυνουμένη. καὶ ἐκ τούτων συναλίσκεται τῷ παιδί, σωθῆναι παρὸν καὶ ἀπελθεῖν αὐτήν.1 εἰ δὲ ἄμφω τὰ ἔκγονα αὐτῇ παρείη, καὶ νοήσειε τετρῶσθαι τὸν ἕτερον καὶ ἄγεσθαι, ὡς προεῖπον, διώκει τὸν ὁλόκληρον καὶ ἀπελαύνει τὴν τε οὐρὰν ἐπισείουσα καὶ δάκνουσα τῷ στόματι, καὶ φυσᾷ φύσημά τι ἄσημον μέν, ᾗ δύναται, σύνθημα δὲ τῆς φυγῆς ἐνδιδοῦσα σωτήριον. καὶ ὅ μὲν ἀπαλλάττεται, μένει δὲ αὐτὴ ἔστʼ ἂν αἱρεθῇ, καὶ συναποθνήσκει τῷ ἑαλωκότι.

世人赞美妇人极其慈爱子女;然而我观察到,即便儿女夭折,母亲们亦能继续偷生,且随着岁月流逝、悲伤衰退,她们终将忘却昔日的苦痛。然而雌海豚对后代的爱护,在一切生灵中可谓臻于极致。它通常产下两仔;而当渔夫用三叉戟刺伤其幼仔,或用鱼叉的利镞将其射中时——那利镞上端穿有孔隙并系着长绳,其倒钩深刺入体内而紧扣猎物——只要负伤的幼仔尚存气力,猎人便放松绳索,以免它在狂暴之下挣断绳索,致使双重祸患降临于身,即海豚带着鱼叉逃脱,而自己则一无所获;但当察觉到幼仔因伤势而力竭且几近瘫软时,渔夫便悄然将〔它〕拉至船身旁,将猎物捕获。然而母亲面对所发生的一切毫不畏缩,亦不因恐惧而退避,反而因不可言喻的天然本能,出于对骨肉的依恋而尾随不舍;即便你施加所能想到的种种恐怖,她亦毫不惊慌,无法忍受在幼仔惨遭杀戮之际将其遗弃,人们甚至能够伸手直接捶打她;她就这样直冲投掷武器者而去,宛如要奋起护卫。正因如此,她竟与幼仔一同被擒,尽管她本可获救并远走高飞。但倘若两只幼仔皆在身旁,且察觉到其中一只如我先前所言负伤并被拖曳而去,她便会追逐那完好的一只,摇动尾部并用口轻咬将其驱离,尽其所能吹出虽不明晰却足以救命的气流以作为逃亡的信号。那只幼仔遂得以脱身,而母亲自己则留守直至被捕,与被俘的骨肉同归于尽。

§1.19

ὁ βοῦς ὁ θαλάττιος ἐν πηλῷ τίκτεται, καὶ ἔστιν ἐξ ὠδίνων βράχιστος, γίνεται δὲ ἐκ βραχίστου μέγιστος. καὶ τὰ μὲν ὑπὸ τὴν νηδὺν λευκός ἐστι, τὰ νῶτα δὲ καὶ τὸ πρόσωπον καὶ τὰς πλευρὰς μέλας δεινῶς· στόμα δὲ αὐτῷ ἐμπέφυκε σμικρόν, οἱ δὲ ὀδόντες, μεμυκότος οὐκ ἂν αὐτοὺς ἴδοις·2 ἔστι δὲ μήκιστος καὶ πλατύτατος. σιτεῖται μὲν οὖν καὶ τῶν ἰχθύων πολλούς, μάλιστα δὲ σαρκῶν ἀνθρωπείων ἐσθίων ὑπερήδεται. σύνοιδε δὲ αὑτῷ ὅτι ῥώμην ἥκιστός ἐστι, μόνῳ δὲ ἐπιθαρρεῖ τῷ μεγέθει. καὶ διὰ τοῦτο ὅταν ἴδῃ τινὰ ἢ νηχόμενον ἢ πονούμενον ἐν ταῖς ὑδροθηρίαις, μετεωρίσας ἑαυτὸν καὶ ἐπικυρτώσας ἐπινήχεταί οἱ βαρὺς ἄνω ἐγκείμενός τε καὶ πιέζων καὶ ἐπαρτῶν δεῖμά τι, ὑπερπετάσας τὸ πᾶν σῶμα τῷ δειλαίῳ ὡς στέγην, ἀναδῦναί τε καὶ ἀναπνεῦσαι κωλύων αὐτόν. οὐκοῦν ἐπισχεθέντος οἱ τοῦ πνεύματος, ὃ μέν, οἷα εἰκός, ἀποθνήσκει, ὃ δὲ ἐμπεσὼν ἔχει τῆς παραμονῆς μισθὸν ὃ μάλιστα λιχνεύει δεῖπνον.

海牛(巨大鳐类)产于泥淖之中,初离产褥时极为短小,却能由至小长至极大。其腹下皆呈白色,而背部、面部与两胁则漆黑异常;它天生口小,至于其牙齿,当其紧闭口吻时人们绝难得见;其身形极长且极宽。它固然以多种游鱼为食,但尤以噬食人肉为至乐。然而它自知体魄孱弱无力,唯独仰仗其庞大的躯体。因此,每当瞥见有人在水中游泳或潜水劳作时,它便耸起身躯、弓起背脊游至其上方,自上沉重地压覆迫近,降下可怖的阴影,宛如屋顶般将庞大身躯整个遮蔽在这可怜之人头上,阻遏其上浮与喘息。于是此人气息受阻,理所当然地气绝身亡;而海牛随之下扑,便获得了守候的报酬——那它最为垂涎的盛宴。

§1.20

τὰ μὲν ἄλλα τῶν ᾠδικῶν ὀρνέων εὐστομεῖ καὶ τῇ γλώττῃ φθέγγεται δίκην ἀνθρώπου· οἱ δὲ τέττιγες κατὰ τὴν ἰξύν εἰσι λαλίστατοι. καὶ σιτοῦνται μὲν τῆς δρόσου, τὰ δὲ ἐξ ἕω ἐς πλήθουσαν ἀγορὰν3 σιωπῶσιν, ἡλίου δὲ ὑπαρχομένου τῆς ἀκμῆς, τὸν ἐξ ἑαυτῶν μεθιᾶσι κέλαδον, φιλόπονοί τινες ὡς ἂν εἴποις χορευταί, ὑπὲρ κεφαλῆς καὶ τῶν παρανεμόντων καὶ τῶν ὁδῷ χρωμένων καὶ τῶν ἀμώντων κατᾴδοντες. καὶ τοῦτο μὲν τὸ φιλόμουσον ἔδωκε τοῖς ἄρρεσιν ἡ φύσις· τέττιξ δὲ θήλεια ἄφωνός ἐστι, καὶ ἔοικε σιωπᾶν δίκην νύμφης αἰδουμένης.

其他鸣禽皆善于啼啭,宛如人类般以舌发音;然而鸣蝉却以腰腹最为善鸣。它们以甘露为食,自清晨至集市喧闹时皆保持静默;而当太阳渐至中天炽烈之时,它们便从体内释放出阵阵鸣响,宛如一群辛勤的舞者,在牧人、行路人以及收割者的头顶上空齐声歌唱。大自然将这种对乐律的挚爱唯独赋予了雄性;雌蝉则全无声息,恰如含羞的新娘般守口如瓶。

语法注3 条
  1. 1.18σωθῆναι παρὸν καὶ ἀπελθεῖν αὐτήν

    非人称动词分词中性单数宾格构成的“宾格绝对独立结构”(accusativus absolutus)。παρόν 在此表让步(“尽管……本是可能的”),不定式 σωθῆναι καὶ ἀπελθεῖν 充当其逻辑主语,αὐτήν 为不定式的逻辑主语(宾格)。

  2. 1.19οἱ δὲ ὀδόντες, μεμυκότος οὐκ ἂν αὐτοὺς ἴδοις

    句首的 οἱ δὲ ὀδόντες 为悬空主格(nominativus pendens),在随后的主句中由宾格代词 αὐτούς 复指。此外,μεμυκότος 是省略了逻辑主语(隐含 τοῦ στόματος 或 αὐτοῦ)的属格绝对独立结构,意为“当闭合时”。

  3. 1.20ἐς πλήθουσαν ἀγορὰν

    希腊传统的时段习语,指“集市喧闹之时(大约上午中段至正午之前)”。与介词 ἐς 连用,表示时间的终点:“自清晨直至集市喧闹繁忙之时”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0545.tlg001.humanitext-grc2:1.17-1.20