← 克劳狄乌斯·埃利安

论动物的本性

§1.13-1.16

鱼类的配偶忠贞与护幼习性

埃利安记述了鱼类的忠贞与父爱,分别描绘了恪守一夫一妇的埃特奈奥斯、为众多配偶与后代舍命护卫的海黑鲈,以及将幼仔含入口中避险的青鱼。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.13

ἦσαν δὲ ἄρα καὶ σωφρονεῖν ἰχθύες ἀγαθοί. ὁ γοῦν αἰτναῖος οὕτω λεγόμενος, ἐπὰν τῇ ἑαυτοῦ συννόμῳ οἱονεὶ γαμετῇ τινι συνδυασθεὶς κληρώσηται τὸ λέχος, ἄλλης οὐχ ἅπτεται, καὶ οὐ δεῖται συμβολαίων ἐς πίστιν, οὐ προικός, οὐδὲ μὴν δέδοικε κακώσεως δίκην ὁ αἰτναῖος, οὐδὲ αἰδεῖται Σόλωνα. ὦ νόμοι γενναῖοι καὶ πολύσεμνοι, οἷς ἀκόλαστοι ἄνθρωποι οὐκ αἰδοῦνται μὴ πείθεσθαι.1

由此可见,鱼类中亦有长于节制与忠贞者。无论如何,那被称为埃特奈奥斯者,一旦与自己的伴侣结为连理,宛如明媒正娶的妻子般共享床榻,便不再沾染其他雌性;它既不需要维持信义的契约,亦无需嫁妆,这埃特奈奥斯既不畏惧虐待之诉,亦不敬畏梭伦之法。哦,高贵而尊严的法律啊,放荡的人类违背它们时竟毫无羞耻之心!

§1.14

κοσσύφῳ δὲ τῷ θαλαττίῳ ἤθη τε καὶ διατριβαὶ αἱ πέτραι καὶ αἱ σηραγγώδεις ὑποδρομαί. γαμοῦσι δὲ οὗτοι ἕκαστος πολλάς, καὶ τῶν ὀπῶν οἱονεὶ θαλάμων ταῖς νύμφαις ἀφίστανται. καὶ τοῦτο μὲν τὸ τοῦ γάμου θρυπτικὸν καὶ τὸ ἐς πολλὰς ἔχειν τὴν ὁρμὴν νενεμημένην φαίης ἂν εἶναι τρυφώντων ἐς εὐνὴν βαρβάρων καί, ὡς ἂν εἴποις σὺν παιδιᾷ σπουδάσας, βίον Μηδικόν τε καὶ Περσικόν. ἔστι δὲ ἰχθύων ζηλοτυπώτατος καὶ τὴν ἄλλως μέν, οὐχ ἥκιστα δὲ ὅταν αἱ νύμφαι τίκτωσιν αὐτῷ. εἰ δὲ λαμυρώτερον ταῦτα τῇ καταχρήσει τῶν ὀνομάτων εἴρηται, δίδωσιν ἡμῖν τὰ ἐκ τῆς φύσεως πραττόμενα τὴν τῶν τοιούτων ἐξουσίαν. αἳ μὲν γὰρ ὠδίνων ἤδη πειρώμεναι ἠρεμοῦσί τε καὶ ἔνδον μένουσιν, ὁ δὲ ἄρρην, οἷα δήπου γαμέτης, περιθυρῶν τὰς ἐπιβουλὰς φυλάττει τὰς ἔξωθεν φόβῳ τῶν βρεφῶν. ἔοικε γὰρ καὶ τὰ μήπω γεννώμενα φιλεῖν καὶ δέει πατρικῷ ἁλισκόμενος ἐντεῦθεν ὀρρωδεῖν ἤδη, καὶ διημερεύει μὲν ἐπὶ τῇ φρουρᾷ πάντων ἄγευστος, καὶ ἡ φροντὶς αὐτὸν τρέφει· δείλης δὲ ὀψίας γενομένης ἀφεῖται τῆς ἀνάγκης τῆσδε, καὶ μαστεύει τροφήν, καὶ οὐκ ἀτυχεῖ αὐτῆς. καὶ ἑκάστη δὲ ἄρα εὑρίσκει τῶν ἔνδον, εἴτε ἐπʼ ὠδῖσιν εἴη εἴτε ἤδη λεχώ, φυκία πολλὰ τῶν ἐν ταῖς ὀπαῖς καὶ περὶ τὰς πέτρας, ἅ οἱ δεῖπνόν ἐστιν. ἐπιβουλεύειν κοσσύφῳ δεινὸς ἁλιεὺς ἐφαρμόσας ἀγκίστρῳ μόλυβδον βαρὺν καὶ ἐνείρας τῷ ἀγκίστρῳ καρίδα μεγάλην καθίησι τὸ δέλεαρ. καὶ ὃ μὲν ὑποκινεῖ τὴν ὁρμιὰν ἐγείρων τε καὶ θήγων ἐς τὴν τροφὴν τὸ θήραμα, ἡ καρὶς δὲ κινουμένη εἶτα μέντοι δόξαν τινὰ ἀποστέλλει μελλούσης ἐς τὰς ὀπὰς τὰς τοῦ κοσσύφου παριέναι.2 τῷ δὲ ἄρα τοῦτο ἔχθιστον· καὶ διὰ ταῦτα αἰσθανόμενος, ὡς ἔχει θυμοῦ, ἵεται ἀφανίζειν τὴν ἐχθίστην (οὐ γάρ οἱ μέλει τῆς γαστρὸς τηνικαῦτα), καὶ συνθλάσας αὐτὴν ἀπαλλάττεται, προτιμότερον τροφῆς καὶ πρεσβύτερον τὸ μὴ κατακοιμίσαι τὴν φυλακὴν πεπιστευκὼς εἶναι.3 τῶν δὲ ἄλλων ὅταν τι μέλλῃ τῶν προσπιπτόντων ἐσθίειν, ὑποθλάσας εἶτα εἴασε κεῖσθαι· καὶ ἰδὼν τεθνηκός, ἐξ αὐτοῦ τρώγει ἤδη. οἱ δὲ θήλεις κόσσυφοι, ἕως μὲν ἄρρενα ὁρῶσι προασπίζοντα, ὡς ἂν εἴποις, μένουσιν ἔνδον καὶ τὸ τῆς οἰκουρίας φυλάττουσι σχῆμα· ὅταν δὲ ἀφανισθῇ, ἀλύουσιν αἵδε, προάγει τε αὐτὰς καὶ ἐξάγει ἡ ἀθυμία καὶ ἐνταῦθα ἑαλώκασι. τί πρὸς ταῦτα οἱ ποιηταὶ λέγουσιν οἱ τήν τε Εὐάδνην ἡμῖν τὴν Ἴφιδος καὶ τὴν Ἄλκηστιν τὴν Πελίου παῖδα ἐνδόξως θρυλοῦντες;

对于海黑鲈而言,礁石与岩洞深处乃是其居所与盘桓之地。它们每一条雄鱼皆迎娶多位雌鱼,并将岩洞宛如洞房般让予新娘们。这种在婚事上的奢靡放纵,以及将情欲分散于多者之上的做派,人们或会说它酷似沉溺于床笫之欢的蛮族,且若戏谑中兼带严谨而言,可谓米底与波斯式的生活方式。然而,它平日里便是鱼类中最具嫉妒心者,而当新娘们为它诞育后代之时尤甚。即便这些叙述因借用人伦词汇而略显大胆,但大自然的造化实迹却赋予了我们使用此类言辞的权柄。因为当雌鱼已然历经分娩之痛而安卧于内时,雄鱼却宛如真正的夫君,在洞门外徘徊巡视,出于对幼仔的担忧而防范着外界的侵袭。它似乎连尚未出生的骨肉亦深怀慈爱,为父之忧使其自彼时起便已心生畏惧;它整日守卫而不沾粒食,唯以忧思为养料。直至暮色深沉之际,它方从这一迫切职责中解脱,寻觅食物且必有所获。而洞穴内的每一条雌鱼,无论是正在阵痛还是业已产子,亦皆能在洞穴中及岩石旁找到大量海藻作为餐食。精于诱捕海黑鲈的渔夫将沉重的铅坠系于鱼钩之上,并将一只大虾穿在钩上,沉下诱饵。渔夫微动钓线,唤醒并激发猎物对食物的渴望,而晃动的大虾随即展现出将要侵入海黑鲈洞穴的态势。对雄鱼而言,此乃最可憎恨之事;于是察觉到这一点的它,凭着满腔怒火疾驰而去以消灭这至恨之物(因为此时它全然不顾及肚腹),将其碾碎后便转身离去,坚信不使守备松懈废弛乃是远比进食更为高尚而紧要之事。然而若换作其他偶遇之物而它打算食用时,它会先将其轻微碾碎并任其搁置,见其已死方始进食。至于雌性海黑鲈,只要见到雄鱼在前方宛如持盾护卫,便留在洞内恪守居家操持之态;而一旦雄鱼消失,她们便茫然失措,沮丧之情驱使并引诱她们外出,从而在此刻落网。对此,那些极尽赞美之词传唱伊菲斯之女埃瓦德涅与珀利阿斯之女阿尔刻斯提斯的诗人们,又能说些什么呢?

§1.16

πατὴρ δὲ ἐν ἰχθύσιν ὁ γλαῦκος οἷός ἐστι. τὰ γεννώμενα ἐκ τῆς συννόμου παραφυλάττει ἰσχυρῶς, ἵνα ἀνεπιβούλευτά τε καὶ ἀσινῆ ᾖ. καὶ ἕως φαιδρὰ καὶ ἔξω δέους διανήχεται, ὃ δὲ τὴν φρουρὰν οὐκ ἀπολιμπάνει, ἀλλὰ πῇ μὲν οὐραγεῖ, πῇ δὲ οὔ, ταύτην δὲ παρανήχεται τὴν πλευρὰν ἢ ἐκείνην· ἐὰν δὲ δείσῃ τῶν τι νηπίων, ὃ δὲ χανὼν ἐσεδέξατο τὸ βρέφος· εἶτα τοῦ φόβου παραδραμόντος τὸν καταφυγόντα ἀνεμεῖ οἷον ἐδέξατο, καὶ ἐκεῖνος πάλιν νήχεται.

在鱼类之中,青鱼作为父亲亦是何等卓越!它竭力护卫伴侣所生的幼仔,务使其免遭暗算与伤害。只要幼仔们欢快无惧地游动,它便绝不擅离职守,或殿后护送,或不殿后,随护于这一侧或那一侧;若幼仔中稍有惊惧者,它便张开大口将幼仔纳于口中;待到恐慌过去,它便将避难者完好如初地吐出,而幼仔亦得以再度畅游。

语法注3 条
  1. 1.13οἷς ἀκόλαστοι ἄνθρωποι οὐκ αἰδοῦνται μὴ πείθεσθαι

    双重否定结构,由否定动词 οὐκ αἰδοῦνται(不感羞耻)接带 μή 的不定式(μὴ πείθεσθαι,不服从)构成,意为“对于不遵从法律竟然毫不感到羞耻”,强烈谴责了人类放纵违法的行径。

  2. 1.15δόξαν τινὰ ἀποστέλλει μελλούσης ἐς τὰς ὀπὰς τὰς τοῦ κοσσύφου παριέναι

    名词 δόξαν(外观、印象)统领阴性属格分词 μελλούσης,后者呼应前文的 ἡ καρὶς(虾),构成紧凑的修饰结构,意为“展现出(虾)即将进入海黑鲈洞穴的情态”。

  3. 1.15προτιμότερον τροφῆς καὶ πρεσβύτερον τὸ μὴ κατακοιμίσαι τὴν φυλακὴν πεπιστευκὼς εἶναι

    完成体分词 πεπιστευκώς 引导带宾格的不定式结构:带冠词的不定式短语 τὸ μὴ κατακοιμίσαι τὴν φυλακήν(不使警备松弛沉睡)作主语,比较级形容词 προτιμότερον 与 πρεσβύτερον(更为尊贵与优先)作表语,并带比较属格 τροφῆς(比起食物)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0545.tlg001.humanitext-grc2:1.13-1.16