← 波利比奥斯

历史

§8.3.1-8.3.6

罗马军队围攻叙拉古与阿基米德

随着叙拉古被亲迦太基领袖占领,罗马军队开始从陆海两路发起围攻,然而他们的预期却完全被阿基米德一人的智慧与严密防御准备所打破。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.3.1

ὅτε δὴ τὰς Συρακούσας Ἐπικύδης τε καὶ Ἱπποκράτης κατέλαβον, ἑαυτούς τε καὶ τοὺς ἄλλους τῶν πολιτῶν τῆς Ῥωμαίων φιλίας ἀλλοτριώσαντες, οἱ Ῥωμαῖοι προσπεπτωκυίας αὐτοῖς ἤδη καὶ τῆς Ἱερωνύμου τοῦ Συρακοσίων τυράννου καταστροφῆς Ἄππιον Κλαύδιον ἀντιστράτηγον καταστήσαντες αὐτῷ μὲν τὴν πεζὴν συνέστησαν δύναμιν, τὸν δὲ νηΐτην αὐτοῖς στόλον ἐπετρόπευσε Μάρκος Κλαύδιος.1

当埃皮居德斯与希波克拉底占领叙拉古,并使自己及其他市民与罗马人的友谊疏远时,罗马人因叙拉古僭主希洛尼摩斯覆灭的消息已传到他们那里,便任命阿庇乌斯·克劳狄为副政务官,将陆军部队交托给他,而马尔库斯·克劳狄则为他们统帅海军舰队。

§8.3.2

οὗτοι μὲν δὴ τὴν στρατοπεδείαν ἐβάλοντο μικρὸν ἀποσχόντες τῆς πόλεως, τὰς δὲ προσβολὰς ἔκριναν ποιεῖσθαι τῇ μὲν πεζῇ δυνάμει κατὰ τοὺς ἀπὸ τῶν Ἑξαπύλων τόπους, τῇ δὲ ναυτικῇ τῆς Ἀχραδίνης κατὰ τὴν Σκυτικὴν προσαγορευομένην στοάν, καθʼ ἣν ἐπʼ αὐτῆς κεῖται τῆς κρηπῖδος τὸ τεῖχος παρὰ θάλατταν.

他们在离城不远的地方安营扎寨,决定以陆军部队向赫克萨皮隆一带发起进攻,而以海军向阿克拉迪纳那被称为“斯基泰柱廊”的地方发起进攻,在那里,城墙就建在紧邻大海的基石之上。

§8.3.3

ἑτοιμασάμενοι δὲ γέρρα καὶ βέλη καὶ τἄλλα τὰ πρὸς τὴν πολιορκίαν, ἐν ἡμέραις πέντε διὰ τὴν πολυχειρίαν ἤλπισαν καταταχήσειν τῇ παρασκευῇ τοὺς ὑπεναντίους, οὐ λογισάμενοι τὴν Ἀρχιμήδους δύναμιν, οὐδὲ προϊδόμενοι διότι μία ψυχὴ τῆς ἁπάσης ἐστὶ πολυχειρίας ἐν ἐνίοις καιροῖς ἀνυστικωτέρα.2 πλὴν τότε διʼ αὐτῶν ἔγνωσαν τῶν ἔργων τὸ λεγόμενον.

他们准备了掩体、投射兵器以及其他攻城器具,由于人手众多,他们希望在五天之内凭借这些装备战胜对手,却没有考虑到阿基米德的力量,也没有预料到在某些时候,一个人的智慧比所有众多的人手更有效。然而,当时他们通过事实本身领悟了这句俗话。

§8.3.4

οὔσης γὰρ ὀχυρᾶς τῆς πόλεως διὰ τὸ κεῖσθαι κύκλῳ τὸ τεῖχος ἐπὶ τόπων ὑπερδεξίων καὶ προκειμένης ὀφρύος, πρὸς ἣν καὶ μηδενὸς κωλύοντος οὐκ ἂν εὐμαρῶς τις δύναιτο πελάσαι3 πλὴν κατά τινας τόπους ὡρισμένους, τοιαύτην ἡτοίμασε παρασκευὴν ὁ προειρημένος ἀνὴρ ἐντὸς τῆς πόλεως, ὁμοίως δὲ καὶ πρὸς τοὺς κατὰ θάλατταν ἐπιπορευομένους, ὥστε μηδὲν ἐκ τοῦ καιροῦ4 δεῖν ἀσχολεῖσθαι τοὺς ἀμυνομένους, πρὸς πᾶν δὲ τὸ γινόμενον ὑπὸ τῶν ἐναντίων ἐξ ἑτοίμου ποιεῖσθαι τὴν ἀπάντησιν.

因为城墙环绕在居高临下的地势和突出的悬崖之上,城市显得十分坚固,即使在无人阻拦的情况下,除了某些特定的地点外,人们也无法轻易接近它。前述的那个人在城内做好了这样的防御准备,同样也针对从海上进犯的敌人做好了准备,以至于防守者根本不需要因临时的紧急情况而手忙脚乱,而是能够对敌人采取的一切行动立即做出应对。

§8.3.6

πλὴν ὁ μὲν Ἄππιος ἔχων γέρρα καὶ κλίμακας ἐνεχείρει προσφέρειν ταῦτα τῷ συνάπτοντι τείχει τοῖς Ἑξαπύλοις ἀπὸ τῶν ἀνατολῶν.

于是,阿庇乌斯带着掩体和梯子,企图从东侧将这些工具靠上与赫克萨皮隆相连的城壁。

语法注4 条
  1. 8.3.1οἱ Ῥωμαῖοι... Ἄππιον Κλαύδιον ἀντιστράτηγον καταστήσαντες αὐτῷ μὲν τὴν πεζὴν συνέστησαν δύναμιν, τὸν δὲ νηΐτην αὐτοῖς στόλον ἐπετρόπευσε Μάρκος Κλαύδιος

    主句的结构。主语名词短语 οἱ Ῥωμαῖοι 连同分词 καταστήσαντες 作为第一个动词 συνέστησαν 的主语,但在与之对比的 δέ 从句(τὸν δὲ...)中,主语切换为了 Μάρκος Κλαύδιος。这是古希腊语中利用 μὲν... δέ 对比在主句中进行主语切换的常见不一致(anacoluthon)句式结构。

  2. 8.3.3μία ψυχὴ τῆς ἁπάσης ἐστὶ πολυχειρίας ... ἀνυστικωτέρα

    比较级形容词 ἀνυστικωτέρα(更有效的)支配着比较属格 τῆς ἁπάσης ... πολυχειρίας(所有人手的众多)。该表达旨在强调“一个人的智慧”(指阿基米德)比任何庞大的人数或人手都更为有效。

  3. 8.3.4πρὸς ἣν καὶ μηδενὸς κωλύοντος οὐκ ἂν εὐμαρῶς τις δύναιτο πελάσαι

    关系代词 ἣν 的先行词是 ὀφρύος(悬崖)。此处插入的属格独立结构 μηδενὸς κωλύοντος(即使无人阻拦,具让步意味)与表示潜在可能性的 ἄν + 祈愿法 δύναιτο 相结合,描述了一种假设性情境:“即使在无人阻拦的情况下,人们也无法轻易接近。”

  4. 8.3.5ἐκ τοῦ καιροῦ

    字面意为“由当时的情况出发”的副词短语,在此意为“临机应变地”或“仓促急就地”。它表明由于阿基米德事先周密的准备,防守方完全不需要在面对突发状况时现行拼凑、手忙脚乱地应对。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・修订记录(1 处,最近 2026-09-21)
  • 2026-09-21 AI校阅 — 译文 1 处
urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:8.3.1-8.3.6