- 底本
- Polybius. Vols. 1-4. Büttner-Wobst, Theodor, editor. Leipzig: Teubner, 1893.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:8.4.1-8.4.11
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-08
马尔库斯率领的罗马海军对阿克拉迪纳发起进攻,文中详细描述了在结合的五级战船上架设的名为“桑布卡”的巨大攻城梯的构造与使用方法。
ὁ δὲ Μάρκος ἑξήκοντα σκάφεσι πεντηρικοῖς ἐποιεῖτο τὸν ἐπίπλουν ἐπὶ τὴν Ἀχραδίνην, ὧν ἕκαστον πλῆρες ἦν ἀνδρῶν ἐχόντων τόξα καὶ σφενδόνας καὶ γρόσφους, διʼ ὧν ἔμελλον τοὺς ἀπὸ τῶν ἐπάλξεων μαχομένους ἀναστέλλειν.
另一方面,马尔库斯率领六十艘五级战船从海上对阿克拉迪纳发起进攻,每艘船上都载满了配备弓箭、投石器和轻捷标枪的士兵,意图借此压制在城墙垛口上防守的敌军。
ἅμα δὲ τούτοις ὀκτὼ πεντήρεσι, παραλελυμέναις τοὺς ταρσούς,1 ταῖς μὲν τοὺς δεξιούς, ταῖς δὲ τοὺς εὐωνύμους, καὶ συνεζευγμέναις πρὸς ἀλλήλας σύνδυο κατὰ τοὺς ἐψιλωμένους τοίχους, προσῆγον πρὸς τὸ τεῖχος διὰ τῆς τῶν ἐκτὸς τοίχων εἰρεσίας τὰς λεγομένας σαμβύκας.
与此同时,他们利用另外八艘五级战船——这些战船的桨叶已被拆除(有的拆除了右舷,有的拆除了左舷),并且将它们无桨的船侧两两结合在一起——通过外侧船侧的划桨,将所谓的“桑布卡”攻城器逼近城墙。
τὸ δὲ γένος τῆς κατασκευῆς τῶν εἰρημένων ὀργάνων ἐστὶ τοιοῦτο.
上述器械的构造性质如下。
κλίμακα τῷ πλάτει τετράπεδον ἑτοιμάσαντες, ὥστʼ ἐξ ἀποβάσεως ἰσοϋψῆ γενέσθαι τῷ τείχει, ταύτης ἑκατέραν τὴν πλευρὰν δρυφακτώσαντες καὶ σκεπάσαντες ὑπερπετέσι θωρακίοις, ἔθηκαν πλαγίαν2 ἐπὶ τοὺς συμψαύοντας τοίχους τῶν συνεζευγμένων νεῶν, πολὺ προπίπτουσαν τῶν ἐμβόλων.
他们准备了一具宽度为四英尺的梯子,使其高度在登陆时恰好与城墙同高。他们用栏杆围住梯子的两侧,并用上方的防护屏障进行遮蔽,然后将它平放在结合战船相接触的船侧上,使其向船首前方大大突出。
πρὸς δὲ τοῖς ἱστοῖς ἐκ τῶν ἄνω μερῶν τροχιλίαι προσήρτηντο σὺν κάλοις.
在桅杆的上部,附有带绳索的滑轮。
λοιπὸν ὅταν ἐγγίσωσι τῆς χρείας,3 ἐνδεδεμένων τῶν κάλων εἰς τὴν κορυφὴν τῆς κλίμακος, ἕλκουσι διὰ τῶν τροχιλιῶν τούτους ἑστῶτες ἐν ταῖς πρύμναις· ἕτεροι δὲ παραπλησίως ἐν ταῖς πρώρραις ἐξερείδοντες ταῖς ἀντηρίσιν ἀσφαλίζονται τὴν ἄρσιν τοῦ μηχανήματος.
接着,当他们接近需要使用的高度和距离时,绳索已被系在梯子的顶端,站在船尾的人通过滑轮拉动绳索;而另一些人在船首以类似的方式用支柱支撑,以确保该机械的升起。
κἄπειτα διὰ τῆς εἰρεσίας τῆς ἀφʼ ἑκατέρου τῶν ἐκτὸς ταρσῶν ἐγγίσαντες τῇ γῇ τὰς ναῦς, πειράζουσι προσερείδειν τῷ τείχει τὸ προειρημένον ὄργανον.
随后,他们通过外侧两侧桨叶的划动使战船靠近陆地,企图将上述器械靠在城墙上。
ἐπὶ δὲ τῆς κλίμακος ἄκρας ὑπάρχει πέτευρον ἠσφαλισμένον γέρροις τὰς τρεῖς ἐπιφανείας, ἐφʼ οὗ τέτταρες ἄνδρες ἐπιβεβηκότες ἀγωνίζονται, διαμαχόμενοι πρὸς τοὺς εἴργοντας ἀπὸ τῶν ἐπάλξεων τὴν πρόσθεσιν τῆς σαμβύκης.
在梯子的顶端有一个平台,其三面用编枝盾牌加以防护,四名士兵站在上面战斗,与那些试图在垛口阻止桑布卡架设的敌人抗争。
ἐπὰν δὲ προσερείσαντες ὑπερδέξιοι γένωνται τοῦ τείχους, οὗτοι μὲν τὰ πλάγια τῶν γέρρων παραλύσαντες ἐξ ἑκατέρου τοῦ μέρους ἐπιβαίνουσιν ἐπὶ τὰς ἐπάλξεις ἢ τοὺς πύργους.
当他们将器械靠上城墙并居高临下时,这些士兵便拆除两侧编枝盾牌的侧板,登上垛口或塔楼。
οἱ δὲ λοιποὶ διὰ τῆς σαμβύκης ἕπονται τούτοις, ἀσφαλῶς τοῖς κάλοις βεβηκυίας τῆς κλίμακος4 εἰς ἀμφοτέρας τὰς ναῦς.
其余的人则沿着桑布卡紧随其后,此时梯子通过绳索牢牢固定在两艘战船上。
εἰκότως δὲ τὸ κατασκεύασμα τῆς προσηγορίας τέτευχε ταύτης· ἐπειδὰν γὰρ ἐξαρθῇ, γίνεται τὸ σχῆμα τῆς νεὼς ταύτης καὶ τῆς κλίμακος ἑνοποιηθὲν παραπλήσιον σαμβύκῃ.
这一装置获得这个名称是理所当然的;因为当它被升起时,战船与梯子融为一体的形状与桑布卡琴(一种竖琴)极为相似。
- 8.4.2παραλελυμέναις τοὺς ταρσούς
被动完成分词 παραλελυμέναις 带有表示关系(或限定)宾格 τοὺς ταρσούς(意为“桨叶”),用以说明船只被拆除的具体部位。
- 8.4.4πλαγίαν
形容词 πλάγιος 的阴性单数宾格形式,用作宾语 κλίμακα(梯子)的叙述性补语,表示他们将其“横向、平整地”放置。
- 8.4.6ὅταν ἐγγίσωσι τῆς χρείας
由 ὅταν 引导并接虚拟语气 ἐγγίσωσι 的时间/条件状语从句。动词 ἐγγίζω 支配属格 τῆς χρείας(意为“需要、使用”),表示“当他们接近需要使用(该器械)的距离时”。
- 8.4.10βεβηκυίας τῆς κλίμακος
使用完成主动分词 βεβηκυῖα(源自 βαίνω)的属格绝对结构,表示原因(“因为梯子已被稳固地安置”)。
翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・修订记录(1 处,最近 2026-09-21)
- 2026-09-21 AI校阅 — 注 1 处
