- 底本
- Polybius. Vols. 1-4. Büttner-Wobst, Theodor, editor. Leipzig: Teubner, 1893.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:6.29.1-6.29.9
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-08
继骑兵之后,文中详细描述了三线兵、二线兵和一线兵等步兵部门如何通过背靠背或面对面的平行配置,从而在营地中形成规则的街道布局。
γενομένης δὲ τῆς τῶν ἱππέων παρεμβολῆς1 κατὰ μέσας τὰς τῶν χιλιάρχων σκηνὰς οἷον εἰ ῥύμης τινὸς ἐπικαρσίου πρὸς τὴν ἄρτι ῥηθεῖσαν εὐθεῖαν καὶ τὸν πρὸ τῶν χιλιάρχων τόπον —
当骑兵的配置面对军事护民官营帐的中部进行时,这正如在刚才提到的直线以及军事护民官前方的空间上形成了一条垂直的街道——
τῷ γὰρ ὄντι ῥύμαις παραπλήσιον ἀποτελεῖται τὸ τῶν διόδων σχῆμα πασῶν, ὡς ἂν ἐξ ἑκατέρου τοῦ μέρους αἷς μὲν ταγμάτων, αἷς δʼ οὐλαμῶν ἐπὶ τὸ μῆκος παρεμβεβληκότων —
因为事实上,所有通道的形状都非常类似于街道,因为在每一侧,沿着其长度,一侧配置了步兵中队,另一侧则配置了骑兵队——
πλὴν2 τοῖς προειρημένοις ἱππεῦσι κατόπιν τοὺς ἐξ ἀμφοτέρων τῶν στρατοπέδων τριαρίους, κατʼ οὐλαμὸν ἑκάστην σημαίαν, ἐν ὁμοίῳ σχήματι τιθέασι, συμψαυόντων μὲν τῶν σχημάτων ἀλλήλοις, βλεπόντων δʼ ἔμπαλιν πρὸς τὰς ἐναντίας τοῖς ἱππεῦσιν ἐπιφανείας, ἥμισυ ποιοῦντες τὸ βάθος τοῦ μήκους ἑκάστης σημαίας τῷ καὶ κατὰ τὸ πλῆθος ἡμίσεις ὡς ἐπίπαν εἶναι τούτους τῶν ἄλλων μερῶν.3
然而,在上述骑兵的紧后方,他们将两个军团的三线兵,以每个步兵中队对应每个骑兵队的方式,以相似的形状配置,其营帐形状彼此接触,并朝向与骑兵相反的方向,使每个步兵中队的深度为其长度的一半,这是因为在人数上,他们通常是其他部门的一半。
διότιπερ ἀνίσων ὄντων πολλάκις τῶν ἀνδρῶν ἰσάζειν ἀεὶ συμβαίνει πάντα τὰ μέρη κατὰ τὸ μῆκος διὰ τὴν τοῦ βάθους διαφοράν.
因此,尽管人数常常不等,但由于深度的差异,所有部门在长度上总是能够保持相等。
αὖθις δὲ πεντήκοντα πόδας ἀφʼ ἑκατέρων τούτων ἀποστήσαντες, ἀντίους παρεμβάλλουσι τοῖς τριαρίοις τοὺς πρίγκιπας.
接着,他们再次从这两个部分的每一侧留出五十英尺的距离,将二线兵配置在与三线兵相对的位置。
νευόντων δὲ καὶ τούτων εἰς τὰ προειρημένα διαστήματα δύʼ αὗται πάλιν ἀποτελοῦνται ῥῦμαι, τὰς μὲν ἀρχὰς ἀπὸ τῆς αὐτῆς εὐθείας λαμβάνουσαι καὶ τὰς εἰσβολάς, ὁμοίως τοῖς ἱππεῦσιν, ἐκ τοῦ πρὸ τῶν χιλιάρχων ἑκατομπέδου διαστήματος, λήγουσαι δὲ πρὸς τὴν καταντικρὺ τῶν χιλιάρχων πλευρὰν τοῦ χάρακος, ἣν ἐξ ἀρχῆς ὑπεθέμεθα κατὰ πρόσωπον εἶναι τοῦ παντὸς σχήματος.4
由于这些士兵也面向上述间隔,因此再次形成了这两条街道,它们与骑兵一样,从同一条直线开始,并从军事护民官前方的一百英尺空间切入,终止于与军事护民官相对的营墙一侧,即我们从一开始就假设为整个营地正面的一侧。
μετὰ δὲ τοὺς πρίγκιπας, ὄπισθεν τούτων ὁμοίως ἔμπαλιν βλέποντα, συμψαύοντα δὲ τὰ σχήματα τιθέντες, τοὺς ἁστάτους παρεμβάλλουσι.
在二线兵之后,在他们的背侧,同样以相反的方向、营帐形状相接触的方式,他们配置了一线兵。
δέκα δὲ σημαίας ἐχόντων ἁπάντων τῶν μερῶν κατὰ τὴν ἐξ ἀρχῆς διαίρεσιν, πάσας ἴσας συμβαίνει γίνεσθαι τὰς ῥύμας καὶ κατὰ τὸ μῆκος καὶ τὰς ἀποτομὰς ἰσάζειν αὐτῶν τὰς πρὸς τῇ κατὰ τὸ πρόσωπον πλευρᾷ τοῦ χάρακος·5 πρὸς ἣν καὶ τὰς τελευταίας σημαίας ἐπιστρέφοντες στρατοπεδεύουσιν.
按照最初的划分,由于所有部门都拥有十个步兵中队,所有街道在长度上都变得相等,且它们靠近营墙正面一侧的末端也同样整齐;而面对着这一正面,最外侧的步兵中队也转身朝向它安营扎寨。
- 6.29.1γενομένης δὲ τῆς τῶν ἱππέων παρεμβολῆς
独立分词结构(属格绝对),在语义上连接到主句的主动词 τιθέασι (§6.29.3)。由于夹杂了 §6.29.2 的插入语,句子结构暂时中断。
- 6.29.3πλὴν
此处并非作表示排除的介词(“除……之外”),而是作为表示转折或限定的连词性副词(“然而”、“不过”),起到了转换文意和引导主句的作用。
- 6.29.4τῷ καὶ κατὰ τὸ πλῆθος ἡμίσεις ὡς ἐπίπαν εἶναι τούτους τῶν ἄλλων μερῶν
由与格冠词 τῷ 引导的带冠词不定式短语,表示原因(“因为……的原因”)。τούτους(三线兵)是不定式 εἶναι 的语义主语,而 τῶν ἄλλων μερῶν 是比较属格。
- 6.29.7ἣν ἐξ ἀρχῆς ὑπεθέμεθα κατὰ πρόσωπον εἶναι τοῦ παντὸς σχήματος
关系代名词 ἣν 以 πλευράν(侧)为先行词,并在间接引语的对格不定式结构(εἶναι)中充当主语。整句意为“我们从一开始就假设其为整个营地正面的一侧”。
- 6.29.9τὰς ἀποτομὰς ἰσάζειν αὐτῶν τὰς πρὸς τῇ κατὰ τὸ πρόσωπον πλευρᾷ τοῦ χάρακος
ἰσάζειν 的主语是 αἱ ἀποτομαί(末端、切口),并由 αὐτῶν(它们的,即街道的)所修饰。这指的是街道靠近营墙正面一侧的终点,表明所有街道都规则地结束于同一条线上。
翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・修订记录(3 处,最近 2026-10-12)
- 2026-10-12 统一书写 — 译文 2 处
- 2026-09-21 AI校阅 — 注 1 处
