- 底本
- Polybius. Vols. 1-4. Büttner-Wobst, Theodor, editor. Leipzig: Teubner, 1893.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:6.30.1-6.30.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-08
文章阐述了同盟军骑兵和步兵的配置方法,以及为适应人数比例而进行的营区深度调整,并说明了由此产生的横向通道(第五街)的形成。
ἀπὸ τῶν ἁστάτων πεντήκοντα πάλιν διαλείποντες πόδας τοὺς τῶν συμμάχων ἱππεῖς ἀντίους παρεμβάλλουσι τούτοις, ποιούμενοι τὴν ἀρχὴν ἀπὸ τῆς αὐτῆς εὐθείας καὶ λήγοντες ἐπὶ τὴν αὐτήν.
在与一线兵再次留出五十英尺的距离后,他们将同盟军的骑兵配置在与他们相对的位置,使他们从同一条直线开始,并在同一条直线上结束。
ἔστι δὲ τὸ πλῆθος τῶν συμμάχων, ὡς ἐπάνω προεῖπα, τὸ μὲν τῶν πεζῶν πάρισον τοῖς Ῥωμαϊκοῖς στρατοπέδοις, λεῖπον τοῖς ἐπιλέκτοις, τὸ δὲ τῶν ἱππέων διπλάσιον, ἀφῃρημένου καὶ τούτων τοῦ τρίτου μέρους1 εἰς τοὺς ἐπιλέκτους.
同盟军的人数正如我上面所说,步兵与罗马军团大致相等,扣除精锐部队后略少,而骑兵则是两倍,但其中三分之一也同样被抽调去作为精锐部队。
διὸ καὶ τὸ βάθος αὔξοντες τούτοις2 πρὸς λόγον ἐν τοῖς στρατοπεδευτικοῖς σχήμασι, πειρῶνται κατὰ τὸ μῆκος ἐξισοῦν τοῖς τῶν Ῥωμαίων στρατοπέδοις.
因此,在营区布局中,他们通过按比例增加其深度,力图使其在长度上与罗马军团相等。
ἀποτελεσθεισῶν δὲ τῶν ἁπασῶν πέντε διόδων, αὖθις εἰς τοὔμπαλιν ἀπεστραμμένας ὁμοίως τοῖς ἱππεῦσι τιθέασι τὰς τῶν συμμαχικῶν πεζῶν σημαίας, αὔξοντες τὸ βάθος πρὸς λόγον, βλεπούσας δὲ πρὸς τὸν χάρακα καὶ πρὸς τὰς ἐκ τῶν πλαγίων ἐπιφανείας ἑκατέρας.
在全部五条通道形成之后,他们再次以与骑兵相同的方式,将同盟军步兵的中队朝向相反的方向配置,按比例增加其深度,并使他们面向营墙以及两侧的每一个侧面。
καθʼ ἑκάστην δὲ σημαίαν τὰς πρώτας ἀφʼ ἑκατέρου τοῦ μέρους σκηνὰς οἱ ταξίαρχοι λαμβάνουσιν. ἅμα δὲ τὸν προειρημένον τρόπον παρεμβάλλοντες καθʼ ἕκαστον μέρος τὸν ἕκτον οὐλαμὸν ἀπὸ τοῦ πέμπτου πεντήκοντα πόδας ἀφιστᾶσι,3 παραπλησίως δὲ καὶ τὰς τῶν πεζῶν τάξεις, ὥστε γίνεσθαι καὶ ταύτην ἄλλην διὰ μέσων τῶν στρατοπέδων δίοδον,4 ἐπικάρσιον μὲν πρὸς τὰς ῥύμας, παράλληλον δὲ ταῖς τῶν χιλιάρχων σκηναῖς, ἣν καλοῦσι πέμπτην διὰ τὸ παρὰ τὰ πέμπτα τάγματα παρήκειν.
在每个中队中,百人队长们占据来自每一侧的第一座营帐。同时,以所述方式在各部分安营扎寨时,他们使第六个骑兵队与第五个骑兵队相隔五十英尺,并且以类似的方式也使步兵的队伍相隔开来,从而在营地中间形成了另一条通道,它与街道相垂直,而与军事护民官的营帐相平行,人们称之为“第五街”,因为它沿着第五个部队延伸。
- 6.30.2ἀφῃρημένου καὶ τούτων τοῦ τρίτου μέρους
由完成时被动分词 ἀφῃρημένου 及其主语 τοῦ τρίτου μέρους 构成的属格绝对结构。τούτων 为部分属格,指代同盟军骑兵。
- 6.30.3τὸ βάθος αὔξοντες τούτοις
与格代词 τούτοις 指代同盟军骑兵,在此作利益与格或关系与格(意为“对他们而言”或“在他们的情况中”)。
- 6.30.5τὸν ἕκτον οὐλαμὸν ἀπὸ τοῦ πέμπτου πεντήκοντα πόδας ἀφιστᾶσι
动词 ἀφιστᾶσι 在此处作及物(使役)动词使用,意为“使……隔开”或“使……距离”,直接宾语为 τὸν ἕκτον οὐλαμόν。
- 6.30.6ὥστε γίνεσθαι καὶ ταύτην ἄλλην διὰ μέσων τῶν στρατοπέδων δίοδον
由 ὥστε 引导带不定式 γίνεσθαι 的结果从句。指示代词 ταύτην 修饰后方的阴性名词 δίοδον。
翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・修订记录(1 处,最近 2026-10-12)
- 2026-10-12 统一书写 — 译文 1 处
