← 波利比奥斯

历史

§6.28.1-6.28.5

骑兵与步兵营区的基本格局与规划

在军事长官的营帐前留出一百英尺的空地后,两个军团的骑兵隔街相对安置,确立了步兵和骑兵营帐的基本正方形布局。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.28.1

Ἀπομετρηθέντων δὲ πάλιν ἑκατὸν ποδῶν1 εἰς τὸ πρόσθεν κατὰ πάσας τὰς σκηνάς, λοιπὸν ἀπὸ τῆς τοῦτο τὸ πλάτος ὁριζούσης εὐθείας, ἥτις γίνεται παράλληλος ταῖς τῶν χιλιάρχων σκηναῖς, ἀπὸ ταύτης ἄρχονται ποιεῖσθαι τὰς τῶν στρατοπέδων παρεμβολάς, χειρίζοντες τὸν τρόπον τοῦτον.

在所有营帐的前方再次测量出一百英尺之后,接着,自划定这一宽度的直线(此线与军事护民官们的营帐平行)开始,他们开始修筑军团的营地,并以下列方式进行。

§6.28.2

διχοτομήσαντες τὴν προειρημένην εὐθεῖαν, ἀπὸ τούτου τοῦ σημείου πρὸς ὀρθὰς τῇ γραμμῇ τοὺς ἱππεῖς ἀντίους αὑτοῖς ἑκατέρου τοῦ στρατοπέδου2 παρεμβάλλουσι, πεντήκοντα διέχοντας πόδας ἀλλήλων, μέσην ποιοῦντες τὴν τομὴν τοῦ διαστήματος.

在将上述直线二等分后,他们从该点出发,与该线垂直,将两个军团的骑兵配置在彼此相对的位置上,相互间隔五十英尺,并使二等分点成为这一间距的中心。

§6.28.3

ἔστι δʼ ἥ τε τῶν ἱππέων καὶ τῶν πεζῶν σκηνοποιία παραπλήσιος· γίνεται γὰρ τὸ ὅλον σχῆμα καὶ τῆς σημαίας καὶ τῶν οὐλαμῶν3 τετράγωνον.

骑兵和步兵的营帐搭建方式非常相似;因为不论是步兵中队还是骑兵队,其整体形状都呈正方形。

§6.28.4

τοῦτο δὲ βλέπει μὲν εἰς τὰς διόδους, ἔχει δὲ τὸ μὲν μῆκος ὡρισμένον τὸ παρὰ τὴν δίοδον4 — ἔστι γὰρ ἑκατὸν ποδῶν — ὡς δʼ ἐπὶ τὸ πολὺ καὶ τὸ βάθος ἴσον πειρῶνται ποιεῖν πλὴν τῶν συμμάχων.

这面向街道,其沿着街道一侧的长度是固定的——因为是一百英尺——而除盟军外,在大多数情况下,他们也尽力使深度与之相等。

§6.28.5

ὅταν δὲ τοῖς μείζοσι στρατοπέδοις χρῶνται, τὸ κατὰ λόγον καὶ τῷ μήκει καὶ τῷ βάθει προστιθέασι.

当他们使用更大规模的军团时,则按比例在长度和深度上都予以增加。

语法注4 条
  1. 6.28.1Ἀπομετρηθέντων δὲ πάλιν ἑκατὸν ποδῶν

    属格绝对结构(“当一百英尺被测量出时”),其中属格被动分词与作为其主语的 ἑκατὸν ποδῶν 连用。

  2. 6.28.2ἀντίους αὑτοῖς ἑκατέρου τοῦ στρατοπέδου

    ἑκατέρου τοῦ στρατοπέδου(“每个军团的”)是属格,修饰名词“骑兵(τοὺς ἱππεῖς)”。ἀντίους αὑτοῖς(“彼此相对”)是宾格形容词短语,作 τοὺς ἱππεῖς(骑兵们)的谓语性修饰语。

  3. 6.28.3τὸ ὅλον σχῆμα καὶ τῆς σημαίας καὶ τῶν οὐλαμῶν

    关联连词 καὶ ... καὶ ...(“既……又……”)连接了两个属格名词 τῆς σημαίας(步兵中队的)和 τῶν οὐλαμῶν(骑兵队的),共同修饰 τὸ ὅλον σχῆμα(“整体形状”)。

  4. 6.28.4ἔχει δὲ τὸ μὲν μῆκος ὡρισμένον τὸ παρὰ τὴν δίοδον

    谓语性形容词 ὡρισμένον 修饰宾语 τὸ μῆκος,构成“使长度成为固定的”之意。介词短语 τὸ παρὰ τὴν δίοδον(“沿街道的”)作定语修饰 μῆκος。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・修订记录(1 处,最近 2026-10-12)
  • 2026-10-12 统一书写 — 译文 1 处
urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:6.28.1-6.28.5